TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 423
Previous part

Chapter: 32 
Verse: 1    Καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήϑειαν ταύτην ἦλϑεν Σενναχηριμ βασιλεὺς ᾽Ασσυρίων καὶ ἦλϑεν ἐπὶ Ιουδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπεν προκαταλαβέσϑαι αὐτάς.
Verse: 2    
καὶ εἶδεν Εζεκιας ὅτι ἥκει Σενναχηριμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐπὶ Ιερουσαλημ,
Verse: 3    
καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ τῶν δυνατῶν ἐμϕράξαι τὰ ὕδατα τῶν πηγῶν, ἦν ἔξω τῆς πόλεως, καὶ συνεπίσχυσαν αὐτῷ.
Verse: 4    
καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέϕραξεν τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως λέγων Μὴ ἔλϑῃ βασιλεὺς Ασσουρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ.
Verse: 5    
καὶ κατίσχυσεν Εζεκιας καὶ ᾠκοδόμησεν πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο καὶ κατίσχυσεν τὸ ἀνάλημμα πόλεως Δαυιδ καὶ κατεσκεύασεν ὅπλα πολλά.
Verse: 6    
καὶ ἔϑετο ἄρχοντας τοῦ πολέμου ἐπὶ τὸν λαόν, καὶ συνήχϑησαν πρὸς αὐτὸν εἰς τὴν πλατεῖαν τῆς πύλης τῆς ϕάραγγος, καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτῶν λέγων
Verse: 7    
᾽Ισχύσατε καὶ ἀνδρίζεσϑε, μὴ πτοηϑῆτε ἀπὸ προσώπου βασιλέως Ασσουρ καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔϑνους τοῦ μετ' αὐτοῦ, ὅτι μεϑ' ἡμῶν πλείονες μετ' αὐτοῦ·
Verse: 8    
μετ' αὐτοῦ βραχίονες σάρκινοι, μεϑ' ἡμῶν δὲ κύριος ϑεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν. καὶ κατεϑάρσησεν λαὸς ἐπὶ τοῖς λόγοις Εζεκιου βασιλέως Ιουδα.
Verse: 9    
καὶ μετὰ ταῦτα ἀπέστειλεν Σενναχηριμ βασιλεὺς ᾽Ασσυρίων τοὺς παῖδας αὐτοῦ ἐπὶ Ιερουσαλημ, καὶ αὐτὸς ἐπὶ Λαχις καὶ πᾶσα στρατιὰ μετ' αὐτοῦ, καὶ ἀπέστειλεν πρὸς Εζεκιαν βασιλέα Ιουδα καὶ πρὸς πάντα Ιουδαν τὸν ἐν Ιερουσαλημ λέγων
Verse: 10    
Οὕτως λέγει Σενναχηριμ βασιλεὺς ᾽Ασσυρίων ᾽Επὶ τίνι ὑμεῖς πεποίϑατε καὶ κάϑησϑε ἐν τῇ περιοχῇ ἐν Ιερουσαλημ;
Verse: 11    
οὐχὶ Εζεκιας ἀπατᾷ ὑμᾶς τοῦ παραδοῦναι ὑμᾶς εἰς ϑάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν λέγων Κύριος ϑεὸς ἡμῶν σώσει ἡμᾶς ἐκ χειρὸς βασιλέως Ασσουρ;
Verse: 12    
οὐχ οὗτός ἐστιν Εζεκιας, ὃς περιεῖλεν τὰ ϑυσιαστήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ καὶ εἶπεν τῷ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ λέγων Κατέναντι τοῦ ϑυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπ' αὐτῷ ϑυμιάσετε.
Verse: 13    
οὐ γνώσεσϑε τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πᾶσι τοῖς λαοῖς τῶν χωρῶν; μὴ δυνάμενοι ἠδύναντο ϑεοὶ τῶν ἐϑνῶν πάσης τῆς γῆς σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου;
Verse: 14    
τίς ἐν πᾶσι τοῖς ϑεοῖς τῶν ἐϑνῶν τούτων, οὓς ἐξωλέϑρευσαν οἱ πατέρες μου; μὴ ἠδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου, ὅτι δυνήσεται ϑεὸς ὑμῶν σῶσαι ὑμᾶς ἐκ χειρός μου;
Verse: 15    
νῦν μὴ ἀπατάτω ὑμᾶς Εζεκιας καὶ μὴ πεποιϑέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ· ὅτι οὐ μὴ δύνηται ϑεὸς παντὸς ἔϑνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι ϑεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου.
Verse: 16    
καὶ ἔτι ἐλάλησαν οἱ παῖδες αὐτοῦ ἐπὶ κύριον ϑεὸν καὶ ἐπὶ Εζεκιαν παῖδα αὐτοῦ.
Verse: 17    
καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν κύριον ϑεὸν Ισραηλ καὶ εἶπεν περὶ αὐτοῦ λέγων ῾Ως ϑεοὶ τῶν ἐϑνῶν τῆς γῆς οὐκ ἐξείλαντο τοὺς λαοὺς αὐτῶν ἐκ χειρός μου, οὕτως οὐ μὴ ἐξέληται ϑεὸς Εζεκιου λαὸν αὐτοῦ ἐκ χειρός μου.
Verse: 18    
καὶ ἐβόησεν ϕωνῇ μεγάλῃ Ιουδαϊστὶ ἐπὶ λαὸν Ιερουσαλημ τὸν ἐπὶ τοῦ τείχους τοῦ ϕοβῆσαι αὐτοὺς καὶ κατασπάσαι, ὅπως προκαταλάβωνται τὴν πόλιν.
Verse: 19    
καὶ ἐλάλησεν ἐπὶ ϑεὸν Ιερουσαλημ ὡς καὶ ἐπὶ ϑεοὺς λαῶν τῆς γῆς, ἔργα χειρῶν ἀνϑρώπων.
Verse: 20    
καὶ προσηύξατο Εζεκιας βασιλεὺς καὶ Ησαιας υἱὸς Αμως προϕήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν.
Verse: 21    
καὶ ἀπέστειλεν κύριος ἄγγελον, καὶ ἐξέτριψεν πᾶν δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ασσουρ, καὶ ἀπέστρεψεν μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ. καὶ ἦλϑεν εἰς οἶκον τοῦ ϑεοῦ αὐτοῦ, καὶ τῶν ἐξελϑόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ῥομϕαίᾳ.
Verse: 22    
καὶ ἔσωσεν κύριος Εζεκιαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ ἐκ χειρὸς Σενναχηριμ βασιλέως Ασσουρ καὶ ἐκ χειρὸς πάντων καὶ κατέπαυσεν αὐτοὺς κυκλόϑεν.
Verse: 23    
καὶ πολλοὶ ἔϕερον δῶρα τῷ κυρίῳ εἰς Ιερουσαλημ καὶ δόματα τῷ Εζεκια βασιλεῖ Ιουδα, καὶ ὑπερήρϑη κατ' ὀϕϑαλμοὺς πάντων τῶν ἐϑνῶν μετὰ ταῦτα.
Verse: 24    
᾽Εν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας ἕως ϑανάτου· καὶ προσηύξατο πρὸς κύριον, καὶ ἐπήκουσεν αὐτοῦ καὶ σημεῖον ἔδωκεν αὐτῷ.
Verse: 25    
καὶ οὐ κατὰ τὸ ἀνταπόδομα, ἔδωκεν αὐτῷ, ἀνταπέδωκεν Εζεκιας, ἀλλὰ ὑψώϑη καρδία αὐτοῦ· καὶ ἐγένετο ἐπ' αὐτὸν ὀργὴ καὶ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ.
Verse: 26    
καὶ ἐταπεινώϑη Εζεκιας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, καὶ οὐκ ἐπῆλϑεν ἐπ' αὐτοὺς ὀργὴ κυρίου ἐν ταῖς ἡμέραις Εζεκιου.
Verse: 27    
καὶ ἐγένετο τῷ Εζεκια πλοῦτος καὶ δόξα πολλὴ σϕόδρα, καὶ ϑησαυροὺς ἐποίησεν ἑαυτῷ ἀργυρίου καὶ χρυσίου καὶ τοῦ λίϑου τοῦ τιμίου καὶ εἰς τὰ ἀρώματα καὶ ὁπλοϑήκας καὶ εἰς σκεύη ἐπιϑυμητὰ
Verse: 28    
καὶ πόλεις εἰς τὰ γενήματα σίτου καὶ ἐλαίου καὶ οἴνου καὶ ϕάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια
Verse: 29    
καὶ πόλεις, ἃς ᾠκοδόμησεν αὑτῷ, καὶ ἀποσκευὴν προβάτων καὶ βοῶν εἰς πλῆϑος, ὅτι ἔδωκεν αὐτῷ κύριος ἀποσκευὴν πολλὴν σϕόδρα.
Verse: 30    
αὐτὸς Εζεκιας ἐνέϕραξεν τὴν ἔξοδον τοῦ ὕδατος Γιων τὸ ἄνω καὶ κατηύϑυνεν αὐτὰ κάτω πρὸς λίβα τῆς πόλεως Δαυιδ· καὶ εὐοδώϑη Εζεκιας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
Verse: 31    
καὶ οὕτως τοῖς πρεσβευταῖς τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσιν πρὸς αὐτὸν πυϑέσϑαι παρ' αὐτοῦ τὸ τέρας, ἐγένετο ἐπὶ τῆς γῆς, καὶ ἐγκατέλιπεν αὐτὸν κύριος τοῦ πειράσαι αὐτὸν εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.
Verse: 32    
καὶ τὰ κατάλοιπα τῶν λόγων Εζεκιου καὶ τὸ ἔλεος αὐτοῦ, ἰδοὺ γέγραπται ἐν τῇ προϕητείᾳ Ησαιου υἱοῦ Αμως τοῦ προϕήτου καὶ ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ.
Verse: 33    
καὶ ἐκοιμήϑη Εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔϑαψαν αὐτὸν ἐν ἀναβάσει τάϕων υἱῶν Δαυιδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ ϑανάτῳ αὐτοῦ πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ· καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.