TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 424
Previous part

Chapter: 33 
Verse: 1    ῍Ων δέκα δύο ἐτῶν Μανασσης ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ πεντήκοντα πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.
Verse: 2    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐϑνῶν, οὓς ἐξωλέϑρευσεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ.
Verse: 3    
καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά, κατέσπασεν Εζεκιας πατὴρ αὐτοῦ, καὶ ἔστησεν στήλας ταῖς Βααλιμ καὶ ἐποίησεν ἄλση καὶ προσεκύνησεν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς.
Verse: 4    
καὶ ᾠκοδόμησεν ϑυσιαστήρια ἐν οἴκῳ κυρίου, οὗ εἶπεν κύριος ᾽Εν Ιερουσαλημ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα.
Verse: 5    
καὶ ᾠκοδόμησεν ϑυσιαστήρια πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου.
Verse: 6    
καὶ αὐτὸς διήγαγεν τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν Γαι βαναι εννομ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐϕαρμακεύετο καὶ ἐποίησεν ἐγγαστριμύϑους καὶ ἐπαοιδούς· ἐπλήϑυνεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ παροργίσαι αὐτόν.
Verse: 7    
καὶ ἔϑηκεν τὸ γλυπτὸν καὶ τὸ χωνευτόν, εἰκόνα ἣν ἐποίησεν, ἐν οἴκῳ ϑεοῦ, οὗ εἶπεν ϑεὸς πρὸς Δαυιδ καὶ πρὸς Σαλωμων υἱὸν αὐτοῦ ᾽Εν τῷ οἴκῳ τούτῳ καὶ Ιερουσαλημ, ἣν ἐξελεξάμην ἐκ πασῶν ϕυλῶν Ισραηλ, ϑήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα·
Verse: 8    
καὶ οὐ προσϑήσω σαλεῦσαι τὸν πόδα Ισραηλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, πλὴν ἐὰν ϕυλάσσωνται τοῦ ποιῆσαι πάντα, ἐνετειλάμην αὐτοῖς, κατὰ πάντα τὸν νόμον καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ Μωυσῆ.
Verse: 9    
καὶ ἐπλάνησεν Μανασσης τὸν Ιουδαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔϑνη, ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ.
Verse: 10    
καὶ ἐλάλησεν κύριος ἐπὶ Μανασση καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ οὐκ ἐπήκουσαν.
Verse: 11    
καὶ ἤγαγεν κύριος ἐπ' αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως βασιλέως Ασσουρ, καὶ κατέλαβον τὸν Μανασση ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ ἤγαγον εἰς Βαβυλῶνα.
Verse: 12    
καὶ ὡς ἐϑλίβη, ἐζήτησεν τὸ πρόσωπον κυρίου τοῦ ϑεοῦ αὐτοῦ καὶ ἐταπεινώϑη σϕόδρα ἀπὸ προσώπου ϑεοῦ τῶν πατέρων αὐτοῦ·
Verse: 13    
καὶ προσηύξατο πρὸς αὐτόν, καὶ ἐπήκουσεν αὐτοῦ· καὶ ἐπήκουσεν τῆς βοῆς αὐτοῦ καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ιερουσαλημ ἐπὶ τὴν βασιλείαν αὐτοῦ· καὶ ἔγνω Μανασσης ὅτι κύριος αὐτός ἐστιν ϑεός.
Verse: 14    
καὶ μετὰ ταῦτα ᾠκοδόμησεν τεῖχος ἔξω τῆς πόλεως Δαυιδ ἀπὸ λιβὸς κατὰ Γιων ἐν τῷ χειμάρρῳ καὶ ἐκπορευομένων τὴν πύλην τὴν κυκλόϑεν καὶ εἰς τὸ Οϕλα καὶ ὕψωσεν σϕόδρα. καὶ κατέστησεν ἄρχοντας τῆς δυνάμεως ἐν πάσαις ταῖς πόλεσιν ταῖς τειχήρεσιν ἐν Ιουδα.
Verse: 15    
καὶ περιεῖλεν τοὺς ϑεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου κυρίου καὶ πάντα τὰ ϑυσιαστήρια, ᾠκοδόμησεν ἐν ὄρει οἴκου κυρίου καὶ ἐν Ιερουσαλημ καὶ ἔξω τῆς πόλεως.
Verse: 16    
καὶ κατώρϑωσεν τὸ ϑυσιαστήριον κυρίου καὶ ἐϑυσίασεν ἐπ' αὐτὸ ϑυσίαν σωτηρίου καὶ αἰνέσεως καὶ εἶπεν τῷ Ιουδα τοῦ δουλεύειν κυρίῳ ϑεῷ Ισραηλ·
Verse: 17    
πλὴν λαὸς ἔτι ἐπὶ τῶν ὑψηλῶν, πλὴν κύριος ϑεὸς αὐτῶν.
Verse: 18    
καὶ τὰ λοιπὰ τῶν λόγων Μανασση καὶ προσευχὴ αὐτοῦ πρὸς τὸν ϑεὸν καὶ λόγοι τῶν ὁρώντων λαλούντων πρὸς αὐτὸν ἐπ' ὀνόματι κυρίου ϑεοῦ Ισραηλ ἰδοὺ ἐπὶ λόγων
Verse: 19    
προσευχῆς αὐτοῦ, καὶ ὡς ἐπήκουσεν αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ καὶ αἱ ἀποστάσεις αὐτοῦ καὶ οἱ τόποι, ἐϕ' οἷς ᾠκοδόμησεν τὰ ὑψηλὰ καὶ ἔστησεν ἐκεῖ ἄλση καὶ γλυπτὰ πρὸ τοῦ ἐπιστρέψαι, ἰδοὺ γέγραπται ἐπὶ τῶν λόγων τῶν ὁρώντων.
Verse: 20    
καὶ ἐκοιμήϑη Μανασσης μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔϑαψαν αὐτὸν ἐν παραδείσῳ οἴκου αὐτοῦ· καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Αμων υἱὸς αὐτοῦ.
Verse: 21    
῍Ων εἴκοσι καὶ δύο ἐτῶν Αμων ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.
Verse: 22    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου, ὡς ἐποίησεν Μανασσης πατὴρ αὐτοῦ, καὶ πᾶσιν τοῖς εἰδώλοις, οἷς ἐποίησεν Μανασσης πατὴρ αὐτοῦ, ἔϑυεν Αμων καὶ ἐδούλευσεν αὐτοῖς.
Verse: 23    
καὶ οὐκ ἐταπεινώϑη ἐναντίον κυρίου, ὡς ἐταπεινώϑη Μανασσης πατὴρ αὐτοῦ, ὅτι υἱὸς αὐτοῦ Αμων ἐπλήϑυνεν πλημμέλειαν.
Verse: 24    
καὶ ἐπέϑεντο αὐτῷ οἱ παῖδες αὐτοῦ καὶ ἐπάταξαν αὐτὸν ἐν οἴκῳ αὐτοῦ.
Verse: 25    
καὶ ἐπάταξεν λαὸς τῆς γῆς τοὺς ἐπιϑεμένους ἐπὶ τὸν βασιλέα Αμων, καὶ ἐβασίλευσεν λαὸς τῆς γῆς τὸν Ιωσιαν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.