TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 425
Previous part

Chapter: 34 
Verse: 1    ῍Ων ὀκτὼ ἐτῶν Ιωσιας ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τριάκοντα ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ.
Verse: 2    
καὶ ἐποίησεν τὸ εὐϑὲς ἐναντίον κυρίου καὶ ἐπορεύϑη ἐν ὁδοῖς Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν δεξιὰ καὶ ἀριστερά.
Verse: 3    
καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ καὶ αὐτὸς ἔτι παιδάριον ἤρξατο τοῦ ζητῆσαι κύριον τὸν ϑεὸν Δαυιδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καϑαρίσαι τὸν Ιουδαν καὶ τὴν Ιερουσαλημ ἀπὸ τῶν ὑψηλῶν καὶ τῶν ἄλσεων καὶ ἀπὸ τῶν χωνευτῶν
Verse: 4    
καὶ κατέσπασεν κατὰ πρόσωπον αὐτοῦ τὰ ϑυσιαστήρια τῶν Βααλιμ καὶ τὰ ὑψηλὰ τὰ ἐπ' αὐτῶν καὶ ἔκοψεν τὰ ἄλση καὶ τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ συνέτριψεν καὶ ἐλέπτυνεν καὶ ἔρριψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν ϑυσιαζόντων αὐτοῖς
Verse: 5    
καὶ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ ϑυσιαστήρια καὶ ἐκαϑάρισεν τὸν Ιουδαν καὶ τὴν Ιερουσαλημ.
Verse: 6    
καὶ ἐν πόλεσιν Εϕραιμ καὶ Μανασση καὶ Συμεων καὶ Νεϕϑαλι καὶ τοῖς τόποις αὐτῶν κύκλῳ
Verse: 7    
καὶ κατέσπασεν τὰ ἄλση καὶ τὰ ϑυσιαστήρια καὶ τὰ εἴδωλα κατέκοψεν λεπτὰ καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ισραηλ καὶ ἀπέστρεψεν εἰς Ιερουσαλημ.
Verse: 8    
Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ τοῦ καϑαρίσαι τὴν γῆν καὶ τὸν οἶκον ἀπέστειλεν τὸν Σαϕαν υἱὸν Εσελια καὶ τὸν Μαασιαν ἄρχοντα τῆς πόλεως καὶ τὸν Ιουαχ υἱὸν Ιωαχαζ τὸν ὑπομνηματογράϕον αὐτοῦ κραταιῶσαι τὸν οἶκον κυρίου τοῦ ϑεοῦ αὐτοῦ.
Verse: 9    
καὶ ἦλϑον πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχϑὲν εἰς οἶκον ϑεοῦ, συνήγαγον οἱ Λευῖται ϕυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασση καὶ Εϕραιμ καὶ τῶν ἀρχόντων καὶ ἀπὸ παντὸς καταλοίπου ἐν Ισραηλ καὶ υἱῶν Ιουδα καὶ Βενιαμιν καὶ οἰκούντων ἐν Ιερουσαλημ,
Verse: 10    
καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα οἱ καϑεσταμένοι ἐν οἴκῳ κυρίου καὶ ἔδωκαν αὐτὸ ποιοῦσι τὰ ἔργα, οἳ ἐποίουν ἐν οἴκῳ κυρίου, ἐπισκευάσαι κατισχῦσαι τὸν οἶκον·
Verse: 11    
καὶ ἔδωκαν τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις ἀγοράσαι λίϑους τετραπέδους καὶ ξύλα εἰς δοκοὺς στεγάσαι τοὺς οἴκους, οὓς ἐξωλέϑρευσαν βασιλεῖς Ιουδα·
Verse: 12    
καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τῶν ἔργων, καὶ ἐπ' αὐτῶν ἐπίσκοποι Ιεϑ καὶ Αβδιας οἱ Λευῖται ἐξ υἱῶν Μεραρι καὶ Ζαχαριας καὶ Μοσολλαμ ἐκ τῶν υἱῶν Κααϑ ἐπισκοπεῖν καὶ πᾶς Λευίτης πᾶς συνίων ἐν ὀργάνοις ᾠδῶν
Verse: 13    
καὶ ἐπὶ τῶν νωτοϕόρων καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα ἐργασίᾳ καὶ ἐργασίᾳ, καὶ ἀπὸ τῶν Λευιτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί.
Verse: 14    
καὶ ἐν τῷ ἐκϕέρειν αὐτοὺς τὸ ἀργύριον τὸ εἰσοδιασϑὲν εἰς οἶκον κυρίου εὗρεν Χελκιας ἱερεὺς βιβλίον νόμου κυρίου διὰ χειρὸς Μωυσῆ.
Verse: 15    
καὶ ἀπεκρίϑη Χελκιας καὶ εἶπεν πρὸς Σαϕαν τὸν γραμματέα Βιβλίον νόμου εὗρον ἐν οἴκῳ κυρίου· καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον τῷ Σαϕαν.
Verse: 16    
καὶ εἰσήνεγκεν Σαϕαν τὸ βιβλίον πρὸς τὸν βασιλέα καὶ ἀπέδωκεν ἔτι τῷ βασιλεῖ λόγον Πᾶν τὸ δοϑὲν ἀργύριον ἐν χειρὶ τῶν παίδων σου τῶν ποιούντων τὸ ἔργον,
Verse: 17    
καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεϑὲν ἐν οἴκῳ κυρίου καὶ ἔδωκαν ἐπὶ χεῖρα τῶν ἐπισκόπων καὶ ἐπὶ χεῖρα τῶν ποιούντων ἐργασίαν.
Verse: 18    
καὶ ἀπήγγειλεν Σαϕαν γραμματεὺς τῷ βασιλεῖ λέγων Βιβλίον ἔδωκέν μοι Χελκιας ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαϕαν ἐναντίον τοῦ βασιλέως.
Verse: 19    
καὶ ἐγένετο ὡς ἤκουσεν βασιλεὺς τοὺς λόγους τοῦ νόμου, καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ.
Verse: 20    
καὶ ἐνετείλατο βασιλεὺς τῷ Χελκια καὶ τῷ Αχικαμ υἱῷ Σαϕαν καὶ τῷ Αβδων υἱῷ Μιχαια καὶ τῷ Σαϕαν τῷ γραμματεῖ καὶ τῷ Ασαια παιδὶ τοῦ βασιλέως λέγων
Verse: 21    
Πορεύϑητε ζητήσατε τὸν κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ καταλειϕϑέντος ἐν Ισραηλ καὶ Ιουδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεϑέντος· ὅτι μέγας ϑυμὸς κυρίου ἐκκέκαυται ἐν ἡμῖν, διότι οὐκ εἰσήκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων κυρίου τοῦ ποιῆσαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.
Verse: 22    
καὶ ἐπορεύϑη Χελκιας καὶ οἷς εἶπεν βασιλεὺς πρὸς Ολδαν τὴν προϕῆτιν γυναῖκα Σελλημ υἱοῦ Θακουαϑ υἱοῦ Χελλης ϕυλάσσουσαν τὰς στολάς καὶ αὕτη κατῴκει ἐν Ιερουσαλημ ἐν μασανα καὶ ἐλάλησαν αὐτῇ κατὰ ταῦτα.
Verse: 23    
καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν κύριος ϑεὸς Ισραηλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με
Verse: 24    
Οὕτως λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον, τοὺς πάντας λόγους τοὺς γεγραμμένους ἐν τῷ βιβλίῳ τῷ ἀνεγνωσμένῳ ἐναντίον τοῦ βασιλέως Ιουδα,
Verse: 25    
ἀνϑ' ὧν ἐγκατέλιπόν με καὶ ἐϑυμίασαν ϑεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσίν με ἐν πᾶσιν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν· καὶ ἐξεκαύϑη ϑυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσϑήσεται.
Verse: 26    
καὶ ἐπὶ βασιλέα Ιουδα τὸν ἀποστείλαντα ὑμᾶς τοῦ ζητῆσαι τὸν κύριον, οὕτως ἐρεῖτε αὐτῷ Οὕτως λέγει κύριος ϑεὸς Ισραηλ Τοὺς λόγους, οὓς ἤκουσας
Verse: 27    
καὶ ἐνετράπη καρδία σου καὶ ἐταπεινώϑης ἀπὸ προσώπου μου ἐν τῷ ἀκοῦσαί σε τοὺς λόγους μου ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὸν καὶ ἐταπεινώϑης ἐναντίον μου καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας κατεναντίον μου, καὶ ἐγὼ ἤκουσά ϕησιν κύριος·
Verse: 28    
ἰδοὺ προστίϑημί σε πρὸς τοὺς πατέρας σου, καὶ προστεϑήσῃ πρὸς τὰ μνήματά σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀϕϑαλμοί σου ἐν πᾶσιν τοῖς κακοῖς, οἷς ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν. καὶ ἀπέδωκαν τῷ βασιλεῖ λόγον.
Verse: 29    
καὶ ἀπέστειλεν βασιλεὺς καὶ συνήγαγεν τοὺς πρεσβυτέρους Ιουδα καὶ Ιερουσαλημ.
Verse: 30    
καὶ ἀνέβη βασιλεὺς εἰς οἶκον κυρίου καὶ πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς λαὸς ἀπὸ μεγάλου ἕως μικροῦ· καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν τοὺς πάντας λόγους βιβλίου τῆς διαϑήκης τοῦ εὑρεϑέντος ἐν οἴκῳ κυρίου.
Verse: 31    
καὶ ἔστη βασιλεὺς ἐπὶ τὸν στῦλον καὶ διέϑετο διαϑήκην ἐναντίον κυρίου τοῦ πορευϑῆναι ἐνώπιον κυρίου τοῦ ϕυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ μαρτύρια αὐτοῦ καὶ προστάγματα αὐτοῦ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ, τοὺς λόγους τῆς διαϑήκης τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ τούτῳ.
Verse: 32    
καὶ ἔστησεν πάντας τοὺς εὑρεϑέντας ἐν Ιερουσαλημ καὶ Βενιαμιν, καὶ ἐποίησαν οἱ κατοικοῦντες Ιερουσαλημ διαϑήκην ἐν οἴκῳ κυρίου ϑεοῦ πατέρων αὐτῶν.
Verse: 33    
καὶ περιεῖλεν Ιωσιας τὰ πάντα βδελύγματα ἐκ πάσης τῆς γῆς, ἦν υἱῶν Ισραηλ, καὶ ἐποίησεν πάντας τοὺς εὑρεϑέντας ἐν Ιερουσαλημ καὶ ἐν Ισραηλ τοῦ δουλεύειν κυρίῳ ϑεῷ αὐτῶν πάσας τὰς ἡμέρας αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπὸ ὄπισϑεν κυρίου ϑεοῦ πατέρων αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.