TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 426
Previous part

Chapter: 35 
Verse: 1    Καὶ ἐποίησεν Ιωσιας τὸ ϕασεχ τῷ κυρίῳ ϑεῷ αὐτοῦ, καὶ ἔϑυσαν τὸ ϕασεχ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου.
Verse: 2    
καὶ ἔστησεν τοὺς ἱερεῖς ἐπὶ τὰς ϕυλακὰς αὐτῶν καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου κυρίου.
Verse: 3    
καὶ εἶπεν τοῖς Λευίταις τοῖς δυνατοῖς ἐν παντὶ Ισραηλ τοῦ ἁγιασϑῆναι αὐτοὺς τῷ κυρίῳ, καὶ ἔϑηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον, ὃν ᾠκοδόμησεν Σαλωμων υἱὸς Δαυιδ τοῦ βασιλέως Ισραηλ. καὶ εἶπεν βασιλεύς Οὐκ ἔστιν ὑμῖν ἆραι ἐπ' ὤμων οὐϑέν· νῦν οὖν λειτουργήσατε τῷ κυρίῳ ϑεῷ ὑμῶν καὶ τῷ λαῷ αὐτοῦ Ισραηλ
Verse: 4    
καὶ ἑτοιμάσϑητε κατ' οἴκους πατριῶν ὑμῶν καὶ κατὰ τὰς ἐϕημερίας ὑμῶν κατὰ τὴν γραϕὴν Δαυιδ βασιλέως Ισραηλ καὶ διὰ χειρὸς Σαλωμων υἱοῦ αὐτοῦ
Verse: 5    
καὶ στῆτε ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελϕοῖς ὑμῶν υἱοῖς τοῦ λαοῦ, καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευίταις,
Verse: 6    
καὶ ϑύσατε τὸ ϕασεχ καὶ τὰ ἅγια ἑτοιμάσατε τοῖς ἀδελϕοῖς ὑμῶν τοῦ ποιῆσαι κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Μωυσῆ.
Verse: 7    
καὶ ἀπήρξατο Ιωσιας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίϕους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν, πάντα εἰς τὸ ϕασεχ εἰς πάντας τοὺς εὑρεϑέντας, εἰς ἀριϑμὸν τριάκοντα χιλιάδας καὶ μόσχων τρεῖς χιλιάδας· ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως.
Verse: 8    
καὶ οἱ ἄρχοντες αὐτοῦ ἀπήρξαντο τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευίταις· ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ιιηλ οἱ ἄρχοντες οἴκου τοῦ ϑεοῦ τοῖς ἱερεῦσιν καὶ ἔδωκαν εἰς τὸ ϕασεχ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίϕους δισχίλια ἑξακόσια καὶ μόσχους τριακοσίους.
Verse: 9    
καὶ Χωνενιας καὶ Βαναιας καὶ Σαμαιας καὶ Ναϑαναηλ ἀδελϕὸς αὐτοῦ καὶ Ασαβια καὶ Ιιηλ καὶ Ιωζαβαδ ἄρχοντες τῶν Λευιτῶν ἀπήρξαντο τοῖς Λευίταις εἰς τὸ ϕασεχ πρόβατα πεντακισχίλια καὶ μόσχους πεντακοσίους.
Verse: 10    
καὶ κατωρϑώϑη λειτουργία, καὶ ἔστησαν οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν καὶ οἱ Λευῖται ἐπὶ τὰς διαιρέσεις αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως.
Verse: 11    
καὶ ἔϑυσαν τὸ ϕασεχ, καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἷμα ἐκ χειρὸς αὐτῶν, καὶ οἱ Λευῖται ἐξέδειραν.
Verse: 12    
καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ τὴν διαίρεσιν κατ' οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ τοῦ προσάγειν τῷ κυρίῳ, ὡς γέγραπται ἐν βιβλίῳ Μωυσῆ, καὶ οὕτως εἰς τὸ πρωί.
Verse: 13    
καὶ ὤπτησαν τὸ ϕασεχ ἐν πυρὶ κατὰ τὴν κρίσιν καὶ τὰ ἅγια ἥψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησιν· καὶ εὐοδώϑη, καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ.
Verse: 14    
καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν, ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναϕέρειν τὰ στέατα καὶ τὰ ὁλοκαυτώματα ἕως νυκτός, καὶ οἱ Λευῖται ἡτοίμασαν αὑτοῖς καὶ τοῖς ἀδελϕοῖς αὐτῶν υἱοῖς Ααρων.
Verse: 15    
καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ασαϕ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυιδ καὶ Ασαϕ καὶ Αιμαν καὶ Ιδιϑων οἱ προϕῆται τοῦ βασιλέως καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσϑαι ἀπὸ τῆς λειτουργίας ἁγίων, ὅτι οἱ ἀδελϕοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς.
Verse: 16    
καὶ κατωρϑώϑη καὶ ἡτοιμάσϑη πᾶσα λειτουργία κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ ποιῆσαι τὸ ϕασεχ καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ ϑυσιαστήριον κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως Ιωσια.
Verse: 17    
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεϑέντες τὸ ϕασεχ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας.
Verse: 18    
καὶ οὐκ ἐγένετο ϕασεχ ὅμοιον αὐτῷ ἐν Ισραηλ ἀπὸ ἡμερῶν Σαμουηλ τοῦ προϕήτου, καὶ πάντες βασιλεῖς Ισραηλ οὐκ ἐποίησαν ὡς τὸ ϕασεχ, ἐποίησεν Ιωσιας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς Ιουδα καὶ Ισραηλ εὑρεϑεὶς καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ τῷ κυρίῳ
Verse: 19    
τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ιωσια.
Verse: 19a    
καὶ τοὺς ἐγγαστριμύϑους καὶ τοὺς γνώστας καὶ τὰ ϑαραϕιν καὶ τὰ εἴδωλα καὶ τὰ καρασιμ, ἦν ἐν γῇ Ιουδα καὶ ἐν Ιερουσαλημ, ἐνεπύρισεν βασιλεὺς Ιωσιας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου, οὗ εὗρεν Χελκιας ἱερεὺς ἐν τῷ οἴκῳ κυρίου.
Verse: 19b    
ὅμοιος αὐτῷ οὐκ ἐγενήϑη ἔμπροσϑεν αὐτοῦ, ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ' αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ·
Verse: 19c    
πλὴν οὐκ ἀπεστράϕη κύριος ἀπὸ ὀργῆς ϑυμοῦ αὐτοῦ τοῦ μεγάλου, οὗ ὠργίσϑη ϑυμῷ κύριος ἐν τῷ Ιουδα ἐπὶ πάντα τὰ παροργίσματα, παρώργισεν Μανασσης.
Verse: 19d    
καὶ εἶπεν κύριος Καί γε τὸν Ιουδαν ἀποστήσω ἀπὸ προσώπου μου, καϑὼς ἀπέστησα τὸν Ισραηλ, καὶ ἀπωσάμην τὴν πόλιν, ἣν ἐξελεξάμην, τὴν Ιερουσαλημ, καὶ τὸν οἶκον, ὃν εἶπα ῎Εσται τὸ ὄνομά μου ἐκεῖ.
Verse: 20    
Καὶ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα ᾽Ασσυρίων ἐπὶ τὸν ποταμὸν Εὐϕράτην, καὶ ἐπορεύϑη βασιλεὺς Ιωσιας εἰς συνάντησιν αὐτῷ.
Verse: 21    
καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἀγγέλους λέγων Τί ἐμοὶ καὶ σοί, βασιλεῦ Ιουδα; οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον ποιῆσαι, καὶ ϑεὸς εἶπεν κατασπεῦσαί με· πρόσεχε ἀπὸ τοῦ ϑεοῦ τοῦ μετ' ἐμοῦ, μὴ καταϕϑείρῃ σε.
Verse: 22    
καὶ οὐκ ἀπέστρεψεν Ιωσιας τὸ πρόσωπον αὐτοῦ ἀπ' αὐτοῦ, ἀλλ' πολεμεῖν αὐτὸν ἐκραταιώϑη καὶ οὐκ ἤκουσεν τῶν λόγων Νεχαω διὰ στόματος ϑεοῦ καὶ ἦλϑεν τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδων.
Verse: 23    
καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ιωσιαν· καὶ εἶπεν βασιλεὺς τοῖς παισὶν αὐτοῦ ᾽Εξαγάγετέ με, ὅτι ἐπόνεσα σϕόδρα.
Verse: 24    
καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερεῦον, ἦν αὐτῷ, καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ· καὶ ἀπέϑανεν καὶ ἐτάϕη μετὰ τῶν πατέρων αὐτοῦ. καὶ πᾶς Ιουδα καὶ Ιερουσαλημ ἐπένϑησαν ἐπὶ Ιωσιαν,
Verse: 25    
καὶ ἐϑρήνησεν Ιερεμιας ἐπὶ Ιωσιαν, καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι ϑρῆνον ἐπὶ Ιωσιαν ἕως τῆς σήμερον· καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ισραηλ, καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν ϑρήνων.
Verse: 26    
καὶ ἦσαν οἱ λόγοι Ιωσια καὶ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ κυρίου·
Verse: 27    
καὶ οἱ λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ισραηλ καὶ Ιουδα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.