TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 395
Previous part

Chapter: 4 
Verse: 1    Καὶ ἐποίησεν τὸ ϑυσιαστήριον χαλκοῦν, πήχεων εἴκοσι μῆκος καὶ τὸ εὖρος πήχεων εἴκοσι, ὕψος πήχεων δέκα.
Verse: 2    
καὶ ἐποίησεν τὴν ϑάλασσαν χυτήν, πήχεων δέκα τὴν διαμέτρησιν, στρογγύλην κυκλόϑεν, καὶ πήχεων πέντε τὸ ὕψος καὶ τὸ κύκλωμα πήχεων τριάκοντα.
Verse: 3    
καὶ ὁμοίωμα μόσχων ὑποκάτωϑεν αὐτῆς· κύκλῳ κυκλοῦσιν αὐτήν, πήχεις δέκα περιέχουσιν τὸν λουτῆρα κυκλόϑεν· δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τῇ χωνεύσει αὐτῶν,
Verse: 4    
ἐποίησαν αὐτούς, δώδεκα μόσχους, οἱ τρεῖς βλέποντες βορρᾶν καὶ οἱ τρεῖς βλέποντες δυσμὰς καὶ οἱ τρεῖς βλέποντες νότον καὶ οἱ τρεῖς βλέποντες κατ' ἀνατολάς, καὶ ϑάλασσα ἐπ' αὐτῶν ἄνω, ἦσαν τὰ ὀπίσϑια αὐτῶν ἔσω.
Verse: 5    
καὶ τὸ πάχος αὐτῆς παλαιστής, καὶ τὸ χεῖλος αὐτῆς ὡς χεῖλος ποτηρίου, διαγεγλυμμένα βλαστοὺς κρίνου, χωροῦσαν μετρητὰς τρισχιλίους· καὶ ἐξετέλεσεν.
Verse: 6    
καὶ ἐποίησεν λουτῆρας δέκα καὶ ἔϑηκεν τοὺς πέντε ἐκ δεξιῶν καὶ τοὺς πέντε ἐξ ἀριστερῶν τοῦ πλύνειν ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων καὶ ἀποκλύζειν ἐν αὐτοῖς. καὶ ϑάλασσα εἰς τὸ νίπτεσϑαι τοὺς ἱερεῖς ἐν αὐτῇ.
Verse: 7    
καὶ ἐποίησεν τὰς λυχνίας τὰς χρυσᾶς δέκα κατὰ τὸ κρίμα αὐτῶν καὶ ἔϑηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν.
Verse: 8    
καὶ ἐποίησεν τραπέζας δέκα καὶ ἔϑηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ εὐωνύμων. καὶ ἐποίησεν ϕιάλας χρυσᾶς ἑκατόν.
Verse: 9    
καὶ ἐποίησεν τὴν αὐλὴν τῶν ἱερέων καὶ τὴν αὐλὴν τὴν μεγάλην καὶ ϑύρας τῇ αὐλῇ καὶ ϑυρώματα αὐτῶν κατακεχαλκωμένα χαλκῷ.
Verse: 10    
καὶ τὴν ϑάλασσαν ἔϑηκεν ἀπὸ γωνίας τοῦ οἴκου ἐκ δεξιῶν ὡς πρὸς ἀνατολὰς κατέναντι.
Verse: 11    
καὶ ἐποίησεν Χιραμ τὰς κρεάγρας καὶ τὰ πυρεῖα καὶ τὴν ἐσχάραν τοῦ ϑυσιαστηρίου καὶ πάντα τὰ σκεύη αὐτοῦ. καὶ συνετέλεσεν Χιραμ ποιῆσαι πᾶσαν τὴν ἐργασίαν, ἣν ἐποίησεν Σαλωμων τῷ βασιλεῖ ἐν οἴκῳ τοῦ ϑεοῦ,
Verse: 12    
στύλους δύο καὶ ἐπ' αὐτῶν γωλαϑ τῇ χωϑαρεϑ ἐπὶ τῶν κεϕαλῶν τῶν στύλων δύο καὶ δίκτυα δύο συγκαλύψαι τὰς κεϕαλὰς τῶν χωϑαρεϑ, ἐστιν ἐπὶ τῶν κεϕαλῶν τῶν στύλων,
Verse: 13    
καὶ κώδωνας χρυσοῦς τετρακοσίους εἰς τὰ δύο δίκτυα καὶ δύο γένη ῥοίσκων ἐν τῷ δικτύῳ τῷ ἑνὶ τοῦ συγκαλύψαι τὰς δύο γωλαϑ τῶν χωϑαρεϑ, ἐστιν ἐπάνω τῶν στύλων.
Verse: 14    
καὶ τὰς μεχωνωϑ ἐποίησεν δέκα καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τῶν μεχωνωϑ
Verse: 15    
καὶ τὴν ϑάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς
Verse: 16    
καὶ τοὺς ποδιστῆρας καὶ τοὺς ἀναλημπτῆρας καὶ τοὺς λέβητας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη αὐτῶν, ἐποίησεν Χιραμ καὶ ἀνήνεγκεν τῷ βασιλεῖ Σαλωμων ἐν οἴκῳ κυρίου χαλκοῦ καϑαροῦ.
Verse: 17    
ἐν τῷ περιχώρῳ τοῦ Ιορδάνου ἐχώνευσεν αὐτὰ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἐν οἴκῳ Σοκχωϑ καὶ ἀνὰ μέσον Σιρδαϑα.
Verse: 18    
καὶ ἐποίησεν Σαλωμων πάντα τὰ σκεύη ταῦτα εἰς πλῆϑος σϕόδρα, ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ τοῦ χαλκοῦ.
Verse: 19    
καὶ ἐποίησεν Σαλωμων πάντα τὰ σκεύη οἴκου κυρίου καὶ τὸ ϑυσιαστήριον τὸ χρυσοῦν καὶ τὰς τραπέζας [καὶ ἐπ' αὐτῶν ἄρτοι προϑέσεως]
Verse: 20    
καὶ τὰς λυχνίας καὶ τοὺς λύχνους τοῦ ϕωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον τοῦ δαβιρ χρυσίου καϑαροῦ
Verse: 21    
καὶ λαβίδες αὐτῶν καὶ οἱ λύχνοι αὐτῶν καὶ τὰς ϕιάλας καὶ τὰς ϑυίσκας καὶ τὰ πυρεῖα χρυσίου καϑαροῦ·
Verse: 22    
καὶ ϑύρα τοῦ οἴκου ἐσωτέρα εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς τὰς ϑύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.