TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 398
Previous part

Chapter: 7 
Verse: 1    Καὶ ὡς συνετέλεσεν Σαλωμων προσευχόμενος, καὶ τὸ πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ καὶ κατέϕαγεν τὰ ὁλοκαυτώματα καὶ τὰς ϑυσίας, καὶ δόξα κυρίου ἔπλησεν τὸν οἶκον.
Verse: 2    
καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς εἰσελϑεῖν εἰς τὸν οἶκον κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἶκον.
Verse: 3    
καὶ πάντες οἱ υἱοὶ Ισραηλ ἑώρων καταβαῖνον τὸ πῦρ, καὶ δόξα κυρίου ἐπὶ τὸν οἶκον, καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐπὶ τὸ λιϑόστρωτον καὶ προσεκύνησαν καὶ ᾔνουν τῷ κυρίῳ, ὅτι ἀγαϑόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Verse: 4    
καὶ βασιλεὺς καὶ πᾶς λαὸς ϑύοντες ϑύματα ἔναντι κυρίου.
Verse: 5    
καὶ ἐϑυσίασεν Σαλωμων τὴν ϑυσίαν, μόσχων εἴκοσι καὶ δύο χιλιάδας καὶ βοσκημάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας, καὶ ἐνεκαίνισεν τὸν οἶκον τοῦ ϑεοῦ βασιλεὺς καὶ πᾶς λαός.
Verse: 6    
καὶ οἱ ἱερεῖς ἐπὶ τὰς ϕυλακὰς αὐτῶν ἑστηκότες, καὶ οἱ Λευῖται ἐν ὀργάνοις ᾠδῶν κυρίου τοῦ Δαυιδ τοῦ βασιλέως τοῦ ἐξομολογεῖσϑαι ἔναντι κυρίου ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐν ὕμνοις Δαυιδ διὰ χειρὸς αὐτῶν, καὶ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἐναντίον αὐτῶν, καὶ πᾶς Ισραηλ ἑστηκώς.
Verse: 7    
καὶ ἡγίασεν Σαλωμων τὸ μέσον τῆς αὐλῆς τῆς ἐν οἴκῳ κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τῶν σωτηρίων, ὅτι τὸ ϑυσιαστήριον τὸ χαλκοῦν, ἐποίησεν Σαλωμων, οὐκ ἐξεποίει δέξασϑαι τὰ ὁλοκαυτώματα καὶ τὰ μαναα καὶ τὰ στέατα.
Verse: 8    
καὶ ἐποίησεν Σαλωμων τὴν ἑορτὴν ἐν τῷ καιρῷ ἐκείνῳ ἑπτὰ ἡμέραις καὶ πᾶς Ισραηλ μετ' αὐτοῦ, ἐκκλησία μεγάλη σϕόδρα ἀπὸ εἰσόδου Αιμαϑ καὶ ἕως χειμάρρου Αἰγύπτου.
Verse: 9    
καὶ ἐποίησεν ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον, ὅτι ἐγκαινισμὸν τοῦ ϑυσιαστηρίου ἐποίησεν ἑπτὰ ἡμέρας ἑορτήν.
Verse: 10    
καὶ ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ τοῦ μηνὸς τοῦ ἑβδόμου ἀπέστειλεν τὸν λαὸν εἰς τὰ σκηνώματα αὐτῶν εὐϕραινομένους καὶ ἀγαϑῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαϑοῖς, οἷς ἐποίησεν κύριος τῷ Δαυιδ καὶ τῷ Σαλωμων καὶ τῷ Ισραηλ λαῷ αὐτοῦ.
Verse: 11    
Καὶ συνετέλεσεν Σαλωμων τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως· καὶ πάντα, ὅσα ἠϑέλησεν ἐν τῇ ψυχῇ Σαλωμων τοῦ ποιῆσαι ἐν οἴκῳ κυρίου καὶ ἐν οἴκῳ αὐτοῦ, εὐοδώϑη.
Verse: 12    
καὶ ὤϕϑη ϑεὸς τῷ Σαλωμων τὴν νύκτα καὶ εἶπεν αὐτῷ ῎Ηκουσα τῆς προσευχῆς σου καὶ ἐξελεξάμην ἐν τῷ τόπῳ τούτῳ ἐμαυτῷ εἰς οἶκον ϑυσίας.
Verse: 13    
ἐὰν συσχῶ τὸν οὐρανὸν καὶ μὴ γένηται ὑετός, καὶ ἐὰν ἐντείλωμαι τῇ ἀκρίδι καταϕαγεῖν τὸ ξύλον, καὶ ἐὰν ἀποστείλω ϑάνατον ἐν τῷ λαῷ μου,
Verse: 14    
καὶ ἐὰν ἐντραπῇ λαός μου, ἐϕ' οὓς τὸ ὄνομά μου ἐπικέκληται ἐπ' αὐτούς, καὶ προσεύξωνται καὶ ζητήσωσιν τὸ πρόσωπόν μου καὶ ἀποστρέψωσιν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ ἐγὼ εἰσακούσομαι ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν καὶ ἰάσομαι τὴν γῆν αὐτῶν.
Verse: 15    
νῦν οἱ ὀϕϑαλμοί μου ἔσονται ἀνεῳγμένοι καὶ τὰ ὦτά μου ἐπήκοα τῇ προσευχῇ τοῦ τόπου τούτου.
Verse: 16    
καὶ νῦν ἐξελεξάμην καὶ ἡγίακα τὸν οἶκον τοῦτον τοῦ εἶναι ὄνομά μου ἐκεῖ ἕως αἰῶνος, καὶ ἔσονται οἱ ὀϕϑαλμοί μου καὶ καρδία μου ἐκεῖ πάσας τὰς ἡμέρας.
Verse: 17    
καὶ σὺ ἐὰν πορευϑῇς ἐναντίον μου ὡς Δαυιδ πατήρ σου καὶ ποιήσῃς κατὰ πάντα, ἐνετειλάμην σοι, καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου ϕυλάξῃ,
Verse: 18    
καὶ ἀναστήσω τὸν ϑρόνον τῆς βασιλείας σου, ὡς διεϑέμην Δαυιδ τῷ πατρί σου λέγων Οὐκ ἐξαρϑήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ.
Verse: 19    
καὶ ἐὰν ἀποστρέψητε ὑμεῖς καὶ ἐγκαταλίπητε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, ἃς ἔδωκα ἐναντίον ὑμῶν, καὶ πορευϑῆτε καὶ λατρεύσητε ϑεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,
Verse: 20    
καὶ ἐξαρῶ ὑμᾶς ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀποστρέψω ἐκ προσώπου μου καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πᾶσιν τοῖς ἔϑνεσιν.
Verse: 21    
καὶ οἶκος οὗτος ὑψηλός, πᾶς διαπορευόμενος αὐτὸν ἐκστήσεται καὶ ἐρεῖ Χάριν τίνος ἐποίησεν κύριος τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;
Verse: 22    
καὶ ἐροῦσιν Διότι ἐγκατέλιπον κύριον τὸν ϑεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἀντελάβοντο ϑεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγεν ἐπ' αὐτοὺς πᾶσαν τὴν κακίαν ταύτην.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.