TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 399
Previous part

Chapter: 8 
Verse: 1    Καὶ ἐγένετο μετὰ εἴκοσι ἔτη, ἐν οἷς ᾠκοδόμησεν Σαλωμων τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ,
Verse: 2    
καὶ τὰς πόλεις, ἃς ἔδωκεν Χιραμ τῷ Σαλωμων, ᾠκοδόμησεν αὐτὰς Σαλωμων καὶ κατῴκισεν ἐκεῖ τοὺς υἱοὺς Ισραηλ.
Verse: 3    
καὶ ἦλϑεν Σαλωμων εἰς Αιμαϑ Σωβα καὶ κατίσχυσεν αὐτήν.
Verse: 4    
καὶ ᾠκοδόμησεν τὴν Θεδμορ ἐν τῇ ἐρήμῳ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς, ἃς ᾠκοδόμησεν ἐν Ημαϑ.
Verse: 5    
καὶ ᾠκοδόμησεν τὴν Βαιϑωρων τὴν ἄνω καὶ τὴν Βαιϑωρων τὴν κάτω, πόλεις ὀχυράς, τείχη, πύλαι καὶ μοχλοί,
Verse: 6    
καὶ τὴν Βααλαϑ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς, αἳ ἦσαν τῷ Σαλωμων, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ τὰς πόλεις τῶν ἱππέων καὶ ὅσα ἐπεϑύμησεν Σαλωμων κατὰ τὴν ἐπιϑυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ιερουσαλημ καὶ ἐν τῷ Λιβάνῳ καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ.
Verse: 7    
πᾶς λαὸς καταλειϕϑεὶς ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου, οἳ οὔκ εἰσιν ἐκ τοῦ Ισραηλ
Verse: 8    
ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν τῶν καταλειϕϑέντων μετ' αὐτοὺς ἐν τῇ γῇ, οὓς οὐκ ἐξωλέϑρευσαν οἱ υἱοὶ Ισραηλ , καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς ϕόρον ἕως τῆς ἡμέρας ταύτης.
Verse: 9    
καὶ ἐκ τῶν υἱῶν Ισραηλ οὐκ ἔδωκεν Σαλωμων εἰς παῖδας τῇ βασιλείᾳ αὐτοῦ, ὅτι αὐτοὶ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες καὶ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων.
Verse: 10    
καὶ οὗτοι ἄρχοντες τῶν προστατῶν βασιλέως Σαλωμων· πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες ἐν τῷ λαῷ.
Verse: 11    
Καὶ τὴν ϑυγατέρα Φαραω Σαλωμων ἀνήγαγεν ἐκ πόλεως Δαυιδ εἰς τὸν οἶκον, ὃν ᾠκοδόμησεν αὐτῇ, ὅτι εἶπεν Οὐ κατοικήσει γυνή μου ἐν πόλει Δαυιδ τοῦ βασιλέως Ισραηλ, ὅτι ἅγιός ἐστιν οὗ εἰσῆλϑεν ἐκεῖ κιβωτὸς κυρίου.
Verse: 12    
Τότε ἀνήνεγκεν Σαλωμων ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τὸ ϑυσιαστήριον, ᾠκοδόμησεν ἀπέναντι τοῦ ναοῦ,
Verse: 13    
καὶ κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρᾳ τοῦ ἀναϕέρειν κατὰ τὰς ἐντολὰς Μωυσῆ ἐν τοῖς σαββάτοις καὶ ἐν τοῖς μησὶν καὶ ἐν ταῖς ἑορταῖς τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων καὶ ἐν τῇ ἑορτῇ τῶν σκηνῶν.
Verse: 14    
καὶ ἔστησεν κατὰ τὴν κρίσιν Δαυιδ τὰς διαιρέσεις τῶν ἱερέων κατὰ τὰς λειτουργίας αὐτῶν, καὶ οἱ Λευῖται ἐπὶ τὰς ϕυλακὰς αὐτῶν τοῦ αἰνεῖν καὶ λειτουργεῖν κατέναντι τῶν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ, καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτῶν εἰς πύλην καὶ πύλην, ὅτι οὕτως ἐντολαὶ Δαυιδ ἀνϑρώπου τοῦ ϑεοῦ·
Verse: 15    
οὐ παρῆλϑον τὰς ἐντολὰς τοῦ βασιλέως περὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πάντα λόγον καὶ εἰς τοὺς ϑησαυρούς.
Verse: 16    
καὶ ἡτοιμάσϑη πᾶσα ἐργασία ἀϕ' ἧς ἡμέρας ἐϑεμελιώϑη ἕως οὗ ἐτελείωσεν Σαλωμων τὸν οἶκον κυρίου.
Verse: 17    
Τότε ᾤχετο Σαλωμων εἰς Γασιωνγαβερ καὶ εἰς τὴν Αιλαϑ τὴν παραϑαλασσίαν ἐν γῇ Ιδουμαίᾳ.
Verse: 18    
καὶ ἀπέστειλεν Χιραμ ἐν χειρὶ παίδων αὐτοῦ πλοῖα καὶ παῖδας εἰδότας ϑάλασσαν, καὶ ᾤχοντο μετὰ τῶν παίδων Σαλωμων εἰς Σωϕιρα καὶ ἔλαβον ἐκεῖϑεν τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου καὶ ἦλϑον πρὸς τὸν βασιλέα Σαλωμων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.