TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 400
Previous part

Chapter: 9 
Verse: 1    Καὶ βασίλισσα Σαβα ἤκουσεν τὸ ὄνομα Σαλωμων καὶ ἦλϑεν τοῦ πειράσαι Σαλωμων ἐν αἰνίγμασιν εἰς Ιερουσαλημ ἐν δυνάμει βαρείᾳ σϕόδρα καὶ κάμηλοι αἴρουσαι ἀρώματα καὶ χρυσίον εἰς πλῆϑος καὶ λίϑον τίμιον καὶ ἦλϑεν πρὸς Σαλωμων καὶ ἐλάλησεν πρὸς αὐτὸν πάντα, ὅσα ἐν τῇ ψυχῇ αὐτῆς.
Verse: 2    
καὶ ἀνήγγειλεν αὐτῇ Σαλωμων πάντας τοὺς λόγους αὐτῆς, καὶ οὐ παρῆλϑεν λόγος ἀπὸ Σαλωμων, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ.
Verse: 3    
καὶ εἶδεν βασίλισσα Σαβα τὴν σοϕίαν Σαλωμων καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησεν,
Verse: 4    
καὶ τὰ βρώματα τῶν τραπεζῶν καὶ καϑέδραν παίδων αὐτοῦ καὶ στάσιν λειτουργῶν αὐτοῦ καὶ ἱματισμὸν αὐτῶν καὶ οἰνοχόους αὐτοῦ καὶ στολισμὸν αὐτῶν καὶ τὰ ὁλοκαυτώματα, ἀνέϕερεν ἐν οἴκῳ κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο.
Verse: 5    
καὶ εἶπεν πρὸς τὸν βασιλέα ᾽Αληϑινὸς λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τῶν λόγων σου καὶ περὶ τῆς σοϕίας σου,
Verse: 6    
καὶ οὐκ ἐπίστευσα τοῖς λόγοις, ἕως οὗ ἦλϑον καὶ εἶδον οἱ ὀϕϑαλμοί μου, καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ τοῦ πλήϑους τῆς σοϕίας σου, προσέϑηκας ἐπὶ τὴν ἀκοήν, ἣν ἤκουσα·
Verse: 7    
μακάριοι οἱ ἄνδρες, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες σοι διὰ παντὸς καὶ ἀκούουσιν σοϕίαν σου·
Verse: 8    
ἔστω κύριος ϑεός σου ηὐλογημένος, ὃς ἠϑέλησέν σοι τοῦ δοῦναί σε ἐπὶ ϑρόνον αὐτοῦ εἰς βασιλέα τῷ κυρίῳ ϑεῷ σου· ἐν τῷ ἀγαπῆσαι κύριον τὸν ϑεόν σου τὸν Ισραηλ τοῦ στῆσαι αὐτὸν εἰς αἰῶνα καὶ ἔδωκέν σε ἐπ' αὐτοὺς εἰς βασιλέα τοῦ ποιῆσαι κρίμα καὶ δικαιοσύνην.
Verse: 9    
καὶ ἔδωκεν τῷ βασιλεῖ ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἀρώματα εἰς πλῆϑος πολὺ καὶ λίϑον τίμιον· καὶ οὐκ ἦν κατὰ τὰ ἀρώματα ἐκεῖνα, ἔδωκεν βασίλισσα Σαβα τῷ βασιλεῖ Σαλωμων.
Verse: 10    
[καὶ οἱ παῖδες Σαλωμων καὶ οἱ παῖδες Χιραμ ἔϕερον χρυσίον τῷ Σαλωμων ἐκ Σουϕιρ καὶ ξύλα πεύκινα καὶ λίϑον τίμιον·
Verse: 11    
καὶ ἐποίησεν βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τῷ οἴκῳ κυρίου καὶ τῷ οἴκῳ τοῦ βασιλέως καὶ κιϑάρας καὶ νάβλας τοῖς ᾠδοῖς, καὶ οὐκ ὤϕϑησαν τοιαῦτα ἔμπροσϑεν ἐν γῇ Ιουδα.]
Verse: 12    
καὶ βασιλεὺς Σαλωμων ἔδωκεν τῇ βασιλίσσῃ Σαβα πάντα τὰ ϑελήματα αὐτῆς, ᾔτησεν, ἐκτὸς πάντων, ὧν ἤνεγκεν τῷ βασιλεῖ Σαλωμων· καὶ ἀπέστρεψεν εἰς τὴν γῆν αὐτῆς.
Verse: 13    
Καὶ ἦν σταϑμὸς τοῦ χρυσίου τοῦ ἐνεχϑέντος τῷ Σαλωμων ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια ἑξήκοντα ἓξ τάλαντα χρυσίου
Verse: 14    
πλὴν τῶν ἀνδρῶν τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπορευομένων, ὧν ἔϕερον, καὶ πάντων τῶν βασιλέων τῆς ᾽Αραβίας καὶ σατραπῶν τῆς γῆς, ἔϕερον χρυσίον καὶ ἀργύριον τῷ βασιλεῖ Σαλωμων.
Verse: 15    
καὶ ἐποίησεν βασιλεὺς Σαλωμων διακοσίους ϑυρεοὺς χρυσοῦς ἐλατούς, ἑξακόσιοι χρυσοῖ καϑαροὶ τῷ ἑνὶ ϑυρεῷ, ἑξακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸν ἕνα ϑυρεόν·
Verse: 16    
καὶ τριακοσίας ἀσπίδας ἐλατὰς χρυσᾶς, τριακοσίων χρυσῶν ἀνεϕέρετο ἐπὶ τὴν ἀσπίδα ἑκάστην· καὶ ἔδωκεν αὐτὰς βασιλεὺς ἐν οἴκῳ δρυμοῦ τοῦ Λιβάνου.
Verse: 17    
καὶ ἐποίησεν βασιλεὺς ϑρόνον ἐλεϕάντινον ὀδόντων μέγαν καὶ κατεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ·
Verse: 18    
καὶ ἓξ ἀναβαϑμοὶ τῷ ϑρόνῳ ἐνδεδεμένοι χρυσίῳ, καὶ ἀγκῶνες ἔνϑεν καὶ ἔνϑεν ἐπὶ τοῦ ϑρόνου τῆς καϑέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τοὺς ἀγκῶνας,
Verse: 19    
καὶ δώδεκα λέοντες ἑστηκότες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαϑμῶν ἔνϑεν καὶ ἔνϑεν· οὐκ ἐγενήϑη οὕτως ἐν πάσῃ βασιλείᾳ.
Verse: 20    
καὶ πάντα τὰ σκεύη τοῦ βασιλέως Σαλωμων χρυσίου, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ κατειλημμένα, οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμων εἰς οὐϑέν·
Verse: 21    
ὅτι ναῦς τῷ βασιλεῖ ἐπορεύετο εἰς Θαρσις μετὰ τῶν παίδων Χιραμ, ἅπαξ διὰ τριῶν ἐτῶν ἤρχετο πλοῖα ἐκ Θαρσις τῷ βασιλεῖ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεϕαντίνων καὶ πιϑήκων.
Verse: 22    
καὶ ἐμεγαλύνϑη Σαλωμων ὑπὲρ πάντας τοὺς βασιλεῖς καὶ πλούτῳ καὶ σοϕίᾳ.
Verse: 23    
καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμων ἀκοῦσαι τῆς σοϕίας αὐτοῦ, ἧς ἔδωκεν ϑεὸς ἐν καρδίᾳ αὐτοῦ.
Verse: 24    
καὶ αὐτοὶ ἔϕερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα, ἵππους καὶ ἡμιόνους, τὸ κατ' ἐνιαυτὸν ἐνιαυτόν.
Verse: 25    
καὶ ἦσαν τῷ Σαλωμων τέσσαρες χιλιάδες ϑήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔϑετο αὐτοὺς ἐν πόλεσιν τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ιερουσαλημ.
Verse: 26    
καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοϕύλων καὶ ἕως ὁρίου Αἰγύπτου.
Verse: 27    
καὶ ἔδωκεν βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίϑους καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆϑος.
Verse: 28    
καὶ ἔξοδος τῶν ἵππων ἐξ Αἰγύπτου τῷ Σαλωμων καὶ ἐκ πάσης τῆς γῆς.
Verse: 29    
Καὶ οἱ κατάλοιποι λόγοι Σαλωμων οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ τῶν λόγων Ναϑαν τοῦ προϕήτου καὶ ἐπὶ τῶν λόγων Αχια τοῦ Σηλωνίτου καὶ ἐν ταῖς ὁράσεσιν Ιωηλ τοῦ ὁρῶντος περὶ Ιεροβοαμ υἱοῦ Ναβατ.
Verse: 30    
καὶ ἐβασίλευσεν Σαλωμων βασιλεὺς ἐπὶ πάντα Ισραηλ τεσσαράκοντα ἔτη.
Verse: 31    
καὶ ἐκοιμήϑη Σαλωμων, καὶ ἔϑαψαν αὐτὸν ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.