TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1183
Previous part

Chapter: 5 
Verse: 1    Βαλτασαρ βασιλεὺς ἐποίησεν δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις, καὶ κατέναντι τῶν χιλίων οἶνος. καὶ πίνων
Verse: 2    
Βαλτασαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἐξήνεγκεν Ναβουχοδονοσορ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ιερουσαλημ, καὶ πιέτωσαν ἐν αὐτοῖς βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ.
Verse: 3    
καὶ ἠνέχϑησαν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἐξήνεγκεν ἐκ τοῦ ναοῦ τοῦ ϑεοῦ τοῦ ἐν Ιερουσαλημ, καὶ ἔπινον ἐν αὐτοῖς βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ·
Verse: 4    
ἔπινον οἶνον καὶ ᾔνεσαν τοὺς ϑεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιϑίνους.
Verse: 5    
ἐν αὐτῇ τῇ ὥρᾳ ἐξῆλϑον δάκτυλοι χειρὸς ἀνϑρώπου καὶ ἔγραϕον κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως, καὶ βασιλεὺς ἐϑεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραϕούσης.
Verse: 6    
τότε τοῦ βασιλέως μορϕὴ ἠλλοιώϑη, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν, καὶ οἱ σύνδεσμοι τῆς ὀσϕύος αὐτοῦ διελύοντο, καὶ τὰ γόνατα αὐτοῦ συνεκροτοῦντο.
Verse: 7    
καὶ ἐβόησεν βασιλεὺς ἐν ἰσχύι τοῦ εἰσαγαγεῖν μάγους, Χαλδαίους, γαζαρηνοὺς καὶ εἶπεν τοῖς σοϕοῖς Βαβυλῶνος ῝Ος ἂν ἀναγνῷ τὴν γραϕὴν ταύτην καὶ τὴν σύγκρισιν γνωρίσῃ μοι, πορϕύραν ἐνδύσεται, καὶ μανιάκης χρυσοῦς ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξει.
Verse: 8    
καὶ εἰσεπορεύοντο πάντες οἱ σοϕοὶ τοῦ βασιλέως καὶ οὐκ ἠδύναντο τὴν γραϕὴν ἀναγνῶναι οὐδὲ τὴν σύγκρισιν γνωρίσαι τῷ βασιλεῖ.
Verse: 9    
καὶ βασιλεὺς Βαλτασαρ πολὺ ἐταράχϑη, καὶ μορϕὴ αὐτοῦ ἠλλοιώϑη ἐπ' αὐτῷ, καὶ οἱ μεγιστᾶνες αὐτοῦ συνεταράσσοντο.
Verse: 10    
καὶ εἰσῆλϑεν βασίλισσα εἰς τὸν οἶκον τοῦ πότου καὶ εἶπεν Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆϑι· μὴ ταρασσέτωσάν σε οἱ διαλογισμοί σου, καὶ μορϕή σου μὴ ἀλλοιούσϑω·
Verse: 11    
ἔστιν ἀνὴρ ἐν τῇ βασιλείᾳ σου, ἐν πνεῦμα ϑεοῦ, καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρηγόρησις καὶ σύνεσις εὑρέϑη ἐν αὐτῷ, καὶ βασιλεὺς Ναβουχοδονοσορ πατήρ σου ἄρχοντα ἐπαοιδῶν, μάγων, Χαλδαίων, γαζαρηνῶν κατέστησεν αὐτόν,
Verse: 12    
ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ καὶ ϕρόνησις καὶ σύνεσις, συγκρίνων ἐνύπνια καὶ ἀναγγέλλων κρατούμενα καὶ λύων συνδέσμους, Δανιηλ καὶ βασιλεὺς ἐπέϑηκεν αὐτῷ ὄνομα Βαλτασαρ· νῦν οὖν κληϑήτω, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖ σοι.
Verse: 13    
τότε Δανιηλ εἰσήχϑη ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν βασιλεὺς τῷ Δανιηλ Σὺ εἶ Δανιηλ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ιουδαίας, ἧς ἤγαγεν βασιλεὺς πατήρ μου;
Verse: 14    
ἤκουσα περὶ σοῦ ὅτι πνεῦμα ϑεοῦ ἐν σοί, καὶ γρηγόρησις καὶ σύνεσις καὶ σοϕία περισσὴ εὑρέϑη ἐν σοί.
Verse: 15    
καὶ νῦν εἰσῆλϑον ἐνώπιόν μου οἱ σοϕοί, μάγοι, γαζαρηνοί, ἵνα τὴν γραϕὴν ταύτην ἀναγνῶσιν καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσωσίν μοι, καὶ οὐκ ἠδυνήϑησαν ἀναγγεῖλαί μοι.
Verse: 16    
καὶ ἐγὼ ἤκουσα περὶ σοῦ ὅτι δύνασαι κρίματα συγκρῖναι· νῦν οὖν ἐὰν δυνηϑῇς τὴν γραϕὴν ἀναγνῶναι καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσαι μοι, πορϕύραν ἐνδύσῃ, καὶ μανιάκης χρυσοῦς ἔσται ἐπὶ τὸν τράχηλόν σου, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξεις.
Verse: 17    
τότε ἀπεκρίϑη Δανιηλ καὶ εἶπεν ἐνώπιον τοῦ βασιλέως Τὰ δόματά σου σοὶ ἔστω, καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρῳ δός· ἐγὼ δὲ τὴν γραϕὴν ἀναγνώσομαι τῷ βασιλεῖ καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσω σοι.
Verse: 18    
βασιλεῦ, ϑεὸς ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγαλωσύνην καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν Ναβουχοδονοσορ τῷ πατρί σου,
Verse: 19    
καὶ ἀπὸ τῆς μεγαλωσύνης, ἧς ἔδωκεν αὐτῷ, πάντες οἱ λαοί, ϕυλαί, γλῶσσαι ἦσαν τρέμοντες καὶ ϕοβούμενοι ἀπὸ προσώπου αὐτοῦ· οὓς ἠβούλετο, αὐτὸς ἀνῄρει, καὶ οὓς ἠβούλετο, αὐτὸς ἔτυπτεν, καὶ οὓς ἠβούλετο, αὐτὸς ὕψου, καὶ οὓς ἠβούλετο, αὐτὸς ἐταπείνου.
Verse: 20    
καὶ ὅτε ὑψώϑη καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώϑη τοῦ ὑπερηϕανεύσασϑαι, κατηνέχϑη ἀπὸ τοῦ ϑρόνου τῆς βασιλείας αὐτοῦ, καὶ τιμὴ ἀϕῃρέϑη ἀπ' αὐτοῦ,
Verse: 21    
καὶ ἀπὸ τῶν ἀνϑρώπων ἐξεδιώχϑη, καὶ καρδία αὐτοῦ μετὰ τῶν ϑηρίων ἐδόϑη, καὶ μετὰ ὀνάγρων κατοικία αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάϕη, ἕως οὗ ἔγνω ὅτι κυριεύει ϑεὸς ὕψιστος τῆς βασιλείας τῶν ἀνϑρώπων, καὶ ἂν δόξῃ, δώσει αὐτήν.
Verse: 22    
καὶ σὺ υἱὸς αὐτοῦ Βαλτασαρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον οὗ πάντα ταῦτα ἔγνως,
Verse: 23    
καὶ ἐπὶ τὸν κύριον ϑεὸν τοῦ οὐρανοῦ ὑψώϑης, καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκαν ἐνώπιόν σου, καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ αἱ παλλακαί σου καὶ αἱ παράκοιτοί σου οἶνον ἐπίνετε ἐν αὐτοῖς, καὶ τοὺς ϑεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιϑίνους, οἳ οὐ βλέπουσιν καὶ οὐκ ἀκούουσιν καὶ οὐ γινώσκουσιν, ᾔνεσας καὶ τὸν ϑεόν, οὗ πνοή σου ἐν χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας.
Verse: 24    
διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς καὶ τὴν γραϕὴν ταύτην ἐνέταξεν.
Verse: 25    
καὶ αὕτη γραϕὴ ἐντεταγμένη Μανη ϑεκελ ϕαρες.
Verse: 26    
τοῦτο τὸ σύγκριμα τοῦ ῥήματος· μανη, ἐμέτρησεν ϑεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν·
Verse: 27    
ϑεκελ, ἐστάϑη ἐν ζυγῷ καὶ εὑρέϑη ὑστεροῦσα·
Verse: 28    
ϕαρες, διῄρηται βασιλεία σου καὶ ἐδόϑη Μήδοις καὶ Πέρσαις.
Verse: 29    
καὶ εἶπεν Βαλτασαρ καὶ ἐνέδυσαν τὸν Δανιηλ πορϕύραν καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέϑηκαν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἐκήρυξεν περὶ αὐτοῦ εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ.
Verse: 30    
ἐν αὐτῇ τῇ νυκτὶ ἀναιρέϑη Βαλτασαρ βασιλεὺς Χαλδαίων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.