TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 154
Previous part

Book: Deut. 
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ


Chapter: 1 
Verse: 1    Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησεν Μωυσῆς παντὶ Ισραηλ πέραν τοῦ Ιορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυϑρᾶς ἀνὰ μέσον Φαραν, Τοϕολ καὶ Λοβον καὶ Αυλων καὶ Καταχρύσεα·
Verse: 2    
ἕνδεκα ἡμερῶν ἐν Χωρηβ ὁδὸς ἐπ' ὄρος Σηιρ ἕως Καδης Βαρνη.
Verse: 3    
καὶ ἐγενήϑη ἐν τῷ τεσσαρακοστῷ ἔτει ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐλάλησεν Μωυσῆς πρὸς πάντας υἱοὺς Ισραηλ κατὰ πάντα, ὅσα ἐνετείλατο κύριος αὐτῷ πρὸς αὐτούς.
Verse: 4    
μετὰ τὸ πατάξαι Σηων βασιλέα Αμορραίων τὸν κατοικήσαντα ἐν Εσεβων καὶ Ωγ βασιλέα τῆς Βασαν τὸν κατοικήσαντα ἐν Ασταρωϑ καὶ ἐν Εδραϊν
Verse: 5    
ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν γῇ Μωαβ ἤρξατο Μωυσῆς διασαϕῆσαι τὸν νόμον τοῦτον λέγων
Verse: 6    
Κύριος ϑεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρηβ λέγων ῾Ικανούσϑω ὑμῖν κατοικεῖν ἐν τῷ ὄρει τούτῳ·
Verse: 7    
ἐπιστράϕητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσϑε εἰς ὄρος Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Αραβα εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν, γῆν Χαναναίων καὶ ᾽Αντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐϕράτου.
Verse: 8    
ἴδετε παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσπορευϑέντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς.
Verse: 9    
καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Οὐ δυνήσομαι μόνος ϕέρειν ὑμᾶς·
Verse: 10    
κύριος ϑεὸς ὑμῶν ἐπλήϑυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήϑει·
Verse: 11    
κύριος ϑεὸς τῶν πατέρων ὑμῶν προσϑείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως καὶ εὐλογήσαι ὑμᾶς, καϑότι ἐλάλησεν ὑμῖν.
Verse: 12    
πῶς δυνήσομαι μόνος ϕέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν;
Verse: 13    
δότε ἑαυτοῖς ἄνδρας σοϕοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς ϕυλὰς ὑμῶν, καὶ καταστήσω ἐϕ' ὑμῶν ἡγουμένους ὑμῶν.
Verse: 14    
καὶ ἀπεκρίϑητέ μοι καὶ εἴπατε Καλὸν τὸ ῥῆμα, ἐλάλησας ποιῆσαι.
Verse: 15    
καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοϕοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς καὶ κατέστησα αὐτοὺς ἡγεῖσϑαι ἐϕ' ὑμῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν.
Verse: 16    
καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Διακούετε ἀνὰ μέσον τῶν ἀδελϕῶν ὑμῶν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελϕοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ.
Verse: 17    
οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνϑρώπου, ὅτι κρίσις τοῦ ϑεοῦ ἐστιν· καὶ τὸ ῥῆμα, ἐὰν σκληρὸν ἀϕ' ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπ' ἐμέ, καὶ ἀκούσομαι αὐτό.
Verse: 18    
καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους, οὓς ποιήσετε.
Verse: 19    
Καὶ ἀπάραντες ἐκ Χωρηβ ἐπορεύϑημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν ϕοβερὰν ἐκείνην, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Αμορραίου, καϑότι ἐνετείλατο κύριος ϑεὸς ἡμῶν ἡμῖν, καὶ ἤλϑομεν ἕως Καδης Βαρνη.
Verse: 20    
καὶ εἶπα πρὸς ὑμᾶς ῎Ηλϑατε ἕως τοῦ ὄρους τοῦ Αμορραίου, κύριος ϑεὸς ἡμῶν δίδωσιν ὑμῖν.
Verse: 21    
ἴδετε παραδέδωκεν ὑμῖν κύριος ϑεὸς ὑμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπεν κύριος ϑεὸς τῶν πατέρων ὑμῶν ὑμῖν· μὴ ϕοβεῖσϑε μηδὲ δειλιάσητε.
Verse: 22    
καὶ προσήλϑατέ μοι πάντες καὶ εἴπατε ᾽Αποστείλωμεν ἄνδρας προτέρους ἡμῶν, καὶ ἐϕοδευσάτωσαν ἡμῖν τὴν γῆν καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπόκρισιν τὴν ὁδόν, δι' ἧς ἀναβησόμεϑα ἐν αὐτῇ, καὶ τὰς πόλεις, εἰς ἃς εἰσπορευσόμεϑα εἰς αὐτάς.
Verse: 23    
καὶ ἤρεσεν ἐναντίον μου τὸ ῥῆμα, καὶ ἔλαβον ἐξ ὑμῶν δώδεκα ἄνδρας, ἄνδρα ἕνα κατὰ ϕυλήν.
Verse: 24    
καὶ ἐπιστραϕέντες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλϑοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν.
Verse: 25    
καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ἡμᾶς καὶ ἔλεγον ᾽Αγαϑὴ γῆ, ἣν κύριος ϑεὸς ἡμῶν δίδωσιν ἡμῖν.
Verse: 26    
καὶ οὐκ ἠϑελήσατε ἀναβῆναι καὶ ἠπειϑήσατε τῷ ῥήματι κυρίου τοῦ ϑεοῦ ὑμῶν
Verse: 27    
καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε Διὰ τὸ μισεῖν κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῖρας Αμορραίων ἐξολεϑρεῦσαι ἡμᾶς.
Verse: 28    
ποῦ ἡμεῖς ἀναβαίνομεν; οἱ ἀδελϕοὶ ὑμῶν ἀπέστησαν ὑμῶν τὴν καρδίαν λέγοντες ῎Εϑνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ, ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ.
Verse: 29    
καὶ εἶπα πρὸς ὑμᾶς Μὴ πτήξητε μηδὲ ϕοβηϑῆτε ἀπ' αὐτῶν·
Verse: 30    
κύριος ϑεὸς ὑμῶν προπορευόμενος πρὸ προσώπου ὑμῶν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεϑ' ὑμῶν κατὰ πάντα, ὅσα ἐποίησεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ
Verse: 31    
καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, ἣν εἴδετε, ὡς ἐτροϕοϕόρησέν σε κύριος ϑεός σου, ὡς εἴ τις τροϕοϕορήσει ἄνϑρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδόν, ἣν ἐπορεύϑητε, ἕως ἤλϑετε εἰς τὸν τόπον τοῦτον.
Verse: 32    
καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε κυρίῳ τῷ ϑεῷ ὑμῶν,
Verse: 33    
ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσϑαι ὑμῖν τόπον ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτὸς δεικνύων ὑμῖν τὴν ὁδόν, καϑ' ἣν πορεύεσϑε ἐπ' αὐτῆς, καὶ ἐν νεϕέλῃ ἡμέρας.
Verse: 34    
καὶ ἤκουσεν κύριος τὴν ϕωνὴν τῶν λόγων ὑμῶν καὶ παροξυνϑεὶς ὤμοσεν λέγων
Verse: 35    
Εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν ἀγαϑὴν ταύτην γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν,
Verse: 36    
πλὴν Χαλεβ υἱὸς Ιεϕοννη, οὗτος ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν, ἐϕ' ἣν ἐπέβη, καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ τὸ προσκεῖσϑαι αὐτὸν τὰ πρὸς κύριον.
Verse: 37    
καὶ ἐμοὶ ἐϑυμώϑη κύριος δι' ὑμᾶς λέγων Οὐδὲ σὺ οὐ μὴ εἰσέλϑῃς ἐκεῖ·
Verse: 38    
᾽Ιησοῦς υἱὸς Ναυη παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ισραηλ.
Verse: 39    
καὶ πᾶν παιδίον νέον, ὅστις οὐκ οἶδεν σήμερον ἀγαϑὸν κακόν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτήν, καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν.
Verse: 40    
καὶ ὑμεῖς ἐπιστραϕέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον ὁδὸν τὴν ἐπὶ τῆς ἐρυϑρᾶς ϑαλάσσης.
Verse: 41    
καὶ ἀπεκρίϑητέ μοι καὶ εἴπατε ῾Ημάρτομεν ἔναντι κυρίου τοῦ ϑεοῦ ἡμῶν· ἡμεῖς ἀναβάντες πολεμήσομεν κατὰ πάντα, ὅσα ἐνετείλατο κύριος ϑεὸς ἡμῶν ἡμῖν. καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ συναϑροισϑέντες ἀνεβαίνετε εἰς τὸ ὄρος.
Verse: 42    
καὶ εἶπεν κύριος πρός με Εἰπὸν αὐτοῖς Οὐκ ἀναβήσεσϑε οὐδὲ μὴ πολεμήσετε, οὐ γάρ εἰμι μεϑ' ὑμῶν· καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχϑρῶν ὑμῶν.
Verse: 43    
καὶ ἐλάλησα ὑμῖν, καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ῥῆμα κυρίου καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος.
Verse: 44    
καὶ ἐξῆλϑεν Αμορραῖος κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν καὶ κατεδίωξαν ὑμᾶς, ὡς εἰ ποιήσαισαν αἱ μέλισσαι, καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηιρ ἕως Ερμα.
Verse: 45    
καὶ καϑίσαντες ἐκλαίετε ἔναντι κυρίου, καὶ οὐκ εἰσήκουσεν κύριος τῆς ϕωνῆς ὑμῶν οὐδὲ προσέσχεν ὑμῖν.
Verse: 46    
καὶ ἐνεκάϑησϑε ἐν Καδης ἡμέρας πολλάς, ὅσας ποτὲ ἡμέρας ἐνεκάϑησϑε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.