TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 155
Previous part

Chapter: 2 
Verse: 1    Καὶ ἐπιστραϕέντες ἀπήραμεν εἰς τὴν ἔρημον ὁδὸν ϑάλασσαν ἐρυϑράν, ὃν τρόπον ἐλάλησεν κύριος πρός με, καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηιρ ἡμέρας πολλάς.
Verse: 2    
καὶ εἶπεν κύριος πρός με
Verse: 3    
῾Ικανούσϑω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο, ἐπιστράϕητε οὖν ἐπὶ βορρᾶν·
Verse: 4    
καὶ τῷ λαῷ ἔντειλαι λέγων ῾Υμεῖς παραπορεύεσϑε διὰ τῶν ὁρίων τῶν ἀδελϕῶν ὑμῶν υἱῶν Ησαυ, οἳ κατοικοῦσιν ἐν Σηιρ, καὶ ϕοβηϑήσονται ὑμᾶς καὶ εὐλαβηϑήσονται ὑμᾶς σϕόδρα.
Verse: 5    
μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός, ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς Ησαυ τὸ ὄρος τὸ Σηιρ.
Verse: 6    
βρώματα ἀργυρίου ἀγοράσατε παρ' αὐτῶν καὶ ϕάγεσϑε καὶ ὕδωρ μέτρῳ λήμψεσϑε παρ' αὐτῶν ἀργυρίου καὶ πίεσϑε.
Verse: 7    
γὰρ κύριος ϑεὸς ἡμῶν εὐλόγησέν σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου· διάγνωϑι πῶς διῆλϑες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν ϕοβερὰν ἐκείνην· ἰδοὺ τεσσαράκοντα ἔτη κύριος ϑεός σου μετὰ σοῦ, οὐκ ἐπεδεήϑης ῥήματος.
Verse: 8    
καὶ παρήλϑομεν τοὺς ἀδελϕοὺς ἡμῶν υἱοὺς Ησαυ τοὺς κατοικοῦντας ἐν Σηιρ παρὰ τὴν ὁδὸν τὴν Αραβα ἀπὸ Αιλων καὶ ἀπὸ Γασιωνγαβερ καὶ ἐπιστρέψαντες παρήλϑομεν ὁδὸν ἔρημον Μωαβ.
Verse: 9    
καὶ εἶπεν κύριος πρός με Μὴ ἐχϑραίνετε τοῖς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λωτ δέδωκα τὴν Σηιρ κληρονομεῖν.
Verse: 10    
[οἱ Ομμιν πρότεροι ἐνεκάϑηντο ἐπ' αὐτῆς, ἔϑνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες ὥσπερ οἱ Ενακιμ·
Verse: 11    
Ραϕαϊν λογισϑήσονται καὶ οὗτοι ὥσπερ οἱ Ενακιμ, καὶ οἱ Μωαβῖται ἐπονομάζουσιν αὐτοὺς Ομμιν.
Verse: 12    
καὶ ἐν Σηιρ ἐνεκάϑητο Χορραῖος πρότερον, καὶ υἱοὶ Ησαυ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν καὶ κατῳκίσϑησαν ἀντ' αὐτῶν, ὃν τρόπον ἐποίησεν Ισραηλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκεν κύριος αὐτοῖς.]
Verse: 13    
νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς καὶ παραπορεύεσϑε τὴν ϕάραγγα Ζαρετ. καὶ παρήλϑομεν τὴν ϕάραγγα Ζαρετ.
Verse: 14    
καὶ αἱ ἡμέραι, ἃς παρεπορεύϑημεν ἀπὸ Καδης Βαρνη ἕως οὗ παρήλϑομεν τὴν ϕάραγγα Ζαρετ, τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποϑνῄσκοντες ἐκ τῆς παρεμβολῆς, καϑότι ὤμοσεν αὐτοῖς ϑεός·
Verse: 15    
καὶ χεὶρ τοῦ ϑεοῦ ἦν ἐπ' αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ τῆς παρεμβολῆς, ἕως οὗ διέπεσαν.
Verse: 16    
καὶ ἐγενήϑη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποϑνῄσκοντες ἐκ μέσου τοῦ λαοῦ,
Verse: 17    
καὶ ἐλάλησεν κύριος πρός με λέγων
Verse: 18    
Σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωαβ τὴν Σηιρ
Verse: 19    
καὶ προσάξετε ἐγγὺς υἱῶν Αμμαν· μὴ ἐχϑραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Αμμαν σοὶ ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λωτ δέδωκα αὐτὴν ἐν κλήρῳ.
Verse: 20    
[γῆ Ραϕαϊν λογισϑήσεται· καὶ γὰρ ἐπ' αὐτῆς κατῴκουν οἱ Ραϕαϊν τὸ πρότερον, καὶ οἱ Αμμανῖται ὀνομάζουσιν αὐτοὺς Ζομζομμιν,
Verse: 21    
ἔϑνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν ὥσπερ οἱ Ενακιμ, καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσϑησαν ἀντ' αὐτῶν ἕως τῆς ἡμέρας ταύτης·
Verse: 22    
ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ησαυ τοῖς κατοικοῦσιν ἐν Σηιρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσϑησαν ἀντ' αὐτῶν ἕως τῆς ἡμέρας ταύτης·
Verse: 23    
καὶ οἱ Ευαῖοι οἱ κατοικοῦντες ἐν ασηρωϑ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελϑόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσϑησαν ἀντ' αὐτῶν.]
Verse: 24    
νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλϑατε ὑμεῖς τὴν ϕάραγγα Αρνων· ἰδοὺ παραδέδωκα εἰς τὰς χεῖράς σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν, σύναπτε πρὸς αὐτὸν πόλεμον.
Verse: 25    
ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν ϕόβον σου ἐπὶ πρόσωπον πάντων τῶν ἐϑνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχϑήσονται καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου.
Verse: 26    
Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμωϑ πρὸς Σηων βασιλέα Εσεβων λόγοις εἰρηνικοῖς λέγων
Verse: 27    
Παρελεύσομαι διὰ τῆς γῆς σου· ἐν τῇ ὁδῷ παρελεύσομαι, οὐχὶ ἐκκλινῶ δεξιὰ οὐδὲ ἀριστερά·
Verse: 28    
βρώματα ἀργυρίου ἀποδώσῃ μοι, καὶ ϕάγομαι, καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι, καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσίν,
Verse: 29    
καϑὼς ἐποίησάν μοι οἱ υἱοὶ Ησαυ οἱ κατοικοῦντες ἐν Σηιρ καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν Αροηρ, ἕως παρέλϑω τὸν Ιορδάνην εἰς τὴν γῆν, ἣν κύριος ϑεὸς ἡμῶν δίδωσιν ἡμῖν.
Verse: 30    
καὶ οὐκ ἠϑέλησεν Σηων βασιλεὺς Εσεβων παρελϑεῖν ἡμᾶς δι' αὐτοῦ, ὅτι ἐσκλήρυνεν κύριος ϑεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοϑῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
Verse: 31    
καὶ εἶπεν κύριος πρός με ᾽Ιδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ.
Verse: 32    
καὶ ἐξῆλϑεν Σηων βασιλεὺς Εσεβων εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς λαὸς αὐτοῦ, εἰς πόλεμον Ιασσα.
Verse: 33    
καὶ παρέδωκεν αὐτὸν κύριος ϑεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ
Verse: 34    
καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλεϑρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, οὐ κατελίπομεν ζωγρείαν·
Verse: 35    
πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν.
Verse: 36    
ἐξ Αροηρ, ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Αρνων, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ ϕάραγγι καὶ ἕως ὄρους τοῦ Γαλααδ οὐκ ἐγενήϑη πόλις, ἥτις διέϕυγεν ἡμᾶς, τὰς πάσας παρέδωκεν κύριος ϑεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν·
Verse: 37    
πλὴν εἰς γῆν υἱῶν Αμμων οὐ προσήλϑομεν, πάντα τὰ συγκυροῦντα χειμάρρου Ιαβοκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καϑότι ἐνετείλατο ἡμῖν κύριος ϑεὸς ἡμῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.