TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 156
Previous part

Chapter: 3 
Verse: 1    καὶ ἐπιστραϕέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασαν, καὶ ἐξῆλϑεν Ωγ βασιλεὺς τῆς Βασαν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Εδραϊν.
Verse: 2    
καὶ εἶπεν κύριος πρός με Μὴ ϕοβηϑῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηων βασιλεῖ τῶν Αμορραίων, ὃς κατῴκει ἐν Εσεβων.
Verse: 3    
καὶ παρέδωκεν αὐτὸν κύριος ϑεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.
Verse: 4    
καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρ' αὐτῶν, ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Αργοβ βασιλείας Ωγ ἐν Βασαν,
Verse: 5    
πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί, πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σϕόδρα.
Verse: 6    
ἐξωλεϑρεύσαμεν αὐτούς, ὥσπερ ἐποιήσαμεν τὸν Σηων βασιλέα Εσεβων, καὶ ἐξωλεϑρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας καὶ τὰ παιδία·
Verse: 7    
καὶ πάντα τὰ κτήνη καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.
Verse: 8    
Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου ἀπὸ τοῦ χειμάρρου Αρνων καὶ ἕως Αερμων
Verse: 9    
[οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Αερμων Σανιωρ, καὶ Αμορραῖος ἐπωνόμασεν αὐτὸ Σανιρ],
Verse: 10    
πᾶσαι πόλεις Μισωρ καὶ πᾶσα Γαλααδ καὶ πᾶσα Βασαν ἕως Σελχα καὶ Εδραϊν, πόλεις βασιλείας τοῦ Ωγ ἐν τῇ Βασαν.
Verse: 11    
ὅτι πλὴν Ωγ βασιλεὺς Βασαν κατελείϕϑη ἀπὸ τῶν Ραϕαϊν· ἰδοὺ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Αμμων, ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πηχῶν τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός.
Verse: 12    
καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Αροηρ, ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ τὸ ἥμισυ ὄρους Γαλααδ καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ρουβην καὶ τῷ Γαδ.
Verse: 13    
καὶ τὸ κατάλοιπον τοῦ Γαλααδ καὶ πᾶσαν τὴν Βασαν, βασιλείαν Ωγ, ἔδωκα τῷ ἡμίσει ϕυλῆς Μανασση καὶ πᾶσαν περίχωρον Αργοβ, πᾶσαν τὴν Βασαν ἐκείνην· γῆ Ραϕαϊν λογισϑήσεται.
Verse: 14    
καὶ Ιαϊρ υἱὸς Μανασση ἔλαβεν πᾶσαν τὴν περίχωρον Αργοβ ἕως τῶν ὁρίων Γαργασι καὶ Ομαχαϑι· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασαν Αυωϑ Ιαϊρ ἕως τῆς ἡμέρας ταύτης.
Verse: 15    
καὶ τῷ Μαχιρ ἔδωκα τὴν Γαλααδ.
Verse: 16    
καὶ τῷ Ρουβην καὶ τῷ Γαδ δέδωκα ἀπὸ τῆς Γαλααδ ἕως χειμάρρου Αρνων [μέσον τοῦ χειμάρρου ὅριον] καὶ ἕως τοῦ Ιαβοκ· χειμάρρους ὅριον τοῖς υἱοῖς Αμμαν·
Verse: 17    
καὶ Αραβα καὶ Ιορδάνης ὅριον Μαχαναρεϑ καὶ ἕως ϑαλάσσης Αραβα, ϑαλάσσης ἁλυκῆς, ὑπὸ Ασηδωϑ τὴν Φασγα ἀνατολῶν.
Verse: 18    
καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Κύριος ϑεὸς ὑμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπορεύεσϑε πρὸ προσώπου τῶν ἀδελϕῶν ὑμῶν υἱῶν Ισραηλ, πᾶς δυνατός·
Verse: 19    
πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν, αἷς ἔδωκα ὑμῖν,
Verse: 20    
ἕως ἂν καταπαύσῃ κύριος ϑεὸς ὑμῶν τοὺς ἀδελϕοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσουσιν καὶ οὗτοι τὴν γῆν, ἣν κύριος ϑεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ιορδάνου, καὶ ἐπαναστραϕήσεσϑε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν ἔδωκα ὑμῖν.
Verse: 21    
Καὶ τῷ ᾽Ιησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Οἱ ὀϕϑαλμοὶ ὑμῶν ἑωράκασιν πάντα, ὅσα ἐποίησεν κύριος ϑεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις· οὕτως ποιήσει κύριος ϑεὸς ἡμῶν πάσας τὰς βασιλείας, ἐϕ' ἃς σὺ διαβαίνεις ἐκεῖ·
Verse: 22    
οὐ ϕοβηϑήσεσϑε, ὅτι κύριος ϑεὸς ἡμῶν αὐτὸς πολεμήσει περὶ ὑμῶν.
Verse: 23    
καὶ ἐδεήϑην κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ λέγων
Verse: 24    
Κύριε κύριε, σὺ ἤρξω δεῖξαι τῷ σῷ ϑεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν· τίς γάρ ἐστιν ϑεὸς ἐν τῷ οὐρανῷ ἐπὶ τῆς γῆς, ὅστις ποιήσει καϑὰ σὺ ἐποίησας καὶ κατὰ τὴν ἰσχύν σου;
Verse: 25    
διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαϑὴν ταύτην τὴν οὖσαν πέραν τοῦ Ιορδάνου, τὸ ὄρος τοῦτο τὸ ἀγαϑὸν καὶ τὸν ᾽Αντιλίβανον.
Verse: 26    
καὶ ὑπερεῖδεν κύριος ἐμὲ ἕνεκεν ὑμῶν καὶ οὐκ εἰσήκουσέν μου, καὶ εἶπεν κύριος πρός με ῾Ικανούσϑω σοι, μὴ προσϑῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον·
Verse: 27    
ἀνάβηϑι ἐπὶ κορυϕὴν Λελαξευμένου καὶ ἀναβλέψας τοῖς ὀϕϑαλμοῖς κατὰ ϑάλασσαν καὶ βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ ἰδὲ τοῖς ὀϕϑαλμοῖς σου· ὅτι οὐ διαβήσῃ τὸν Ιορδάνην τοῦτον.
Verse: 28    
καὶ ἔντειλαι ᾽Ιησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν, ὅτι οὗτος διαβήσεται πρὸ προσώπου τοῦ λαοῦ τούτου, καὶ αὐτὸς κατακληρονομήσει αὐτοῖς τὴν γῆν, ἣν ἑώρακας.
Verse: 29    
καὶ ἐνεκαϑήμεϑα ἐν νάπῃ σύνεγγυς οἴκου Φογωρ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.