TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 183
Previous part

Chapter: 30 
Verse: 1    Καὶ ἔσται ὡς ἂν ἔλϑωσιν ἐπὶ σὲ πάντα τὰ ῥήματα ταῦτα, εὐλογία καὶ κατάρα, ἣν ἔδωκα πρὸ προσώπου σου, καὶ δέξῃ εἰς τὴν καρδίαν σου ἐν πᾶσιν τοῖς ἔϑνεσιν, οὗ ἐάν σε διασκορπίσῃ κύριος ἐκεῖ,
Verse: 2    
καὶ ἐπιστραϕήσῃ ἐπὶ κύριον τὸν ϑεόν σου καὶ ὑπακούσῃ τῆς ϕωνῆς αὐτοῦ κατὰ πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
Verse: 3    
καὶ ἰάσεται κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σε καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν ἐϑνῶν, εἰς οὓς διεσκόρπισέν σε κύριος ἐκεῖ.
Verse: 4    
ἐὰν διασπορά σου ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖϑεν συνάξει σε κύριος ϑεός σου, καὶ ἐκεῖϑεν λήμψεταί σε κύριος ϑεός σου·
Verse: 5    
καὶ εἰσάξει σε κύριος ϑεός σου εἰς τὴν γῆν, ἣν ἐκληρονόμησαν οἱ πατέρες σου, καὶ κληρονομήσεις αὐτήν· καὶ εὖ σε ποιήσει καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου.
Verse: 6    
καὶ περικαϑαριεῖ κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ σπέρματός σου ἀγαπᾶν κύριον τὸν ϑεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, ἵνα ζῇς σύ.
Verse: 7    
καὶ δώσει κύριος ϑεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχϑρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε, οἳ ἐδίωξάν σε.
Verse: 8    
καὶ σὺ ἐπιστραϕήσῃ καὶ εἰσακούσῃ τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον,
Verse: 9    
καὶ πολυωρήσει σε κύριος ϑεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου· ὅτι ἐπιστρέψει κύριος ϑεός σου εὐϕρανϑῆναι ἐπὶ σὲ εἰς ἀγαϑά, καϑότι ηὐϕράνϑη ἐπὶ τοῖς πατράσιν σου,
Verse: 10    
ἐὰν εἰσακούσῃς τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ σου ϕυλάσσεσϑαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, ἐὰν ἐπιστραϕῇς ἐπὶ κύριον τὸν ϑεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου.
Verse: 11    
῞Οτι ἐντολὴ αὕτη, ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σοῦ.
Verse: 12    
οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶν λέγων Τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήμψεται αὐτὴν ἡμῖν; καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν.
Verse: 13    
οὐδὲ πέραν τῆς ϑαλάσσης ἐστὶν λέγων Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς ϑαλάσσης καὶ λήμψεται ἡμῖν αὐτήν; καὶ ἀκουστὴν ἡμῖν ποιήσει αὐτήν, καὶ ποιήσομεν.
Verse: 14    
ἔστιν σου ἐγγὺς τὸ ῥῆμα σϕόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσίν σου αὐτὸ ποιεῖν.
Verse: 15    
᾽Ιδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν ϑάνατον, τὸ ἀγαϑὸν καὶ τὸ κακόν.
Verse: 16    
ἐὰν εἰσακούσῃς τὰς ἐντολὰς κυρίου τοῦ ϑεοῦ σου, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν κύριον τὸν ϑεόν σου, πορεύεσϑαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, ϕυλάσσεσϑαι τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ, καὶ ζήσεσϑε καὶ πολλοὶ ἔσεσϑε, καὶ εὐλογήσει σε κύριος ϑεός σου ἐν πάσῃ τῇ γῇ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.
Verse: 17    
καὶ ἐὰν μεταστῇ καρδία σου καὶ μὴ εἰσακούσῃς καὶ πλανηϑεὶς προσκυνήσῃς ϑεοῖς ἑτέροις καὶ λατρεύσῃς αὐτοῖς,
Verse: 18    
ἀναγγέλλω σοι σήμερον ὅτι ἀπωλείᾳ ἀπολεῖσϑε καὶ οὐ μὴ πολυήμεροι γένησϑε ἐπὶ τῆς γῆς, ἧς κύριος ϑεός σου δίδωσίν σοι, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν.
Verse: 19    
διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν Τὴν ζωὴν καὶ τὸν ϑάνατον δέδωκα πρὸ προσώπου ὑμῶν, τὴν εὐλογίαν καὶ τὴν κατάραν· ἔκλεξαι τὴν ζωήν, ἵνα ζῇς σὺ καὶ τὸ σπέρμα σου,
Verse: 20    
ἀγαπᾶν κύριον τὸν ϑεόν σου, εἰσακούειν τῆς ϕωνῆς αὐτοῦ καὶ ἔχεσϑαι αὐτοῦ· ὅτι τοῦτο ζωή σου καὶ μακρότης τῶν ἡμερῶν σου κατοικεῖν σε ἐπὶ τῆς γῆς, ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῖς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.