TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 157
Previous part

Chapter: 4 
Verse: 1    Καὶ νῦν, Ισραηλ, ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασϑῆτε καὶ εἰσελϑόντες κληρονομήσητε τὴν γῆν, ἣν κύριος ϑεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.
Verse: 2    
οὐ προσϑήσετε πρὸς τὸ ῥῆμα, ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀϕελεῖτε ἀπ' αὐτοῦ· ϕυλάσσεσϑε τὰς ἐντολὰς κυρίου τοῦ ϑεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.
Verse: 3    
οἱ ὀϕϑαλμοὶ ὑμῶν ἑωράκασιν πάντα, ὅσα ἐποίησεν κύριος ϑεὸς ἡμῶν τῷ Βεελϕεγωρ, ὅτι πᾶς ἄνϑρωπος, ὅστις ἐπορεύϑη ὀπίσω Βεελϕεγωρ, ἐξέτριψεν αὐτὸν κύριος ϑεὸς ὑμῶν ἐξ ὑμῶν·
Verse: 4    
ὑμεῖς δὲ οἱ προσκείμενοι κυρίῳ τῷ ϑεῷ ὑμῶν ζῆτε πάντες ἐν τῇ σήμερον.
Verse: 5    
ἴδετε δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις, καϑὰ ἐνετείλατό μοι κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσϑε ἐκεῖ κληρονομεῖν αὐτήν·
Verse: 6    
καὶ ϕυλάξεσϑε καὶ ποιήσετε, ὅτι αὕτη σοϕία ὑμῶν καὶ σύνεσις ἐναντίον πάντων τῶν ἐϑνῶν, ὅσοι ἐὰν ἀκούσωσιν πάντα τὰ δικαιώματα ταῦτα καὶ ἐροῦσιν ᾽Ιδοὺ λαὸς σοϕὸς καὶ ἐπιστήμων τὸ ἔϑνος τὸ μέγα τοῦτο.
Verse: 7    
ὅτι ποῖον ἔϑνος μέγα, ἐστιν αὐτῷ ϑεὸς ἐγγίζων αὐτοῖς ὡς κύριος ϑεὸς ἡμῶν ἐν πᾶσιν, οἷς ἐὰν αὐτὸν ἐπικαλεσώμεϑα;
Verse: 8    
καὶ ποῖον ἔϑνος μέγα, ἐστιν αὐτῷ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν νόμον τοῦτον, ὃν ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον;
Verse: 9    
πρόσεχε σεαυτῷ καὶ ϕύλαξον τὴν ψυχήν σου σϕόδρα, μὴ ἐπιλάϑῃ πάντας τοὺς λόγους, οὓς ἑωράκασιν οἱ ὀϕϑαλμοί σου· καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου
Verse: 10    
ἡμέραν, ἣν ἔστητε ἐναντίον κυρίου τοῦ ϑεοῦ ὑμῶν ἐν Χωρηβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτε εἶπεν κύριος πρός με ᾽Εκκλησίασον πρός με τὸν λαόν, καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου, ὅπως μάϑωσιν ϕοβεῖσϑαί με πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, καὶ τοὺς υἱοὺς αὐτῶν διδάξωσιν.
Verse: 11    
καὶ προσήλϑετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος, καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, σκότος, γνόϕος, ϑύελλα, ϕωνὴ μεγάλη.
Verse: 12    
καὶ ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρός· ϕωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλ' ϕωνήν·
Verse: 13    
καὶ ἀνήγγειλεν ὑμῖν τὴν διαϑήκην αὐτοῦ, ἣν ἐνετείλατο ὑμῖν ποιεῖν, τὰ δέκα ῥήματα, καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιϑίνας.
Verse: 14    
καὶ ἐμοὶ ἐνετείλατο κύριος ἐν τῷ καιρῷ ἐκείνῳ διδάξαι ὑμᾶς δικαιώματα καὶ κρίσεις ποιεῖν αὐτὰ ὑμᾶς ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς εἰσπορεύεσϑε ἐκεῖ κληρονομεῖν αὐτήν.
Verse: 15    
καὶ ϕυλάξεσϑε σϕόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τῇ ἡμέρᾳ, ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν Χωρηβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός.
Verse: 16    
μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, ὁμοίωμα ἀρσενικοῦ ϑηλυκοῦ,
Verse: 17    
ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ, πέταται ὑπὸ τὸν οὐρανόν,
Verse: 18    
ὁμοίωμα παντὸς ἑρπετοῦ, ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχϑύος, ὅσα ἐστὶν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.
Verse: 19    
καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηϑεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς, ἀπένειμεν κύριος ϑεός σου αὐτὰ πᾶσιν τοῖς ἔϑνεσιν τοῖς ὑποκάτω τοῦ οὐρανοῦ.
Verse: 20    
ὑμᾶς δὲ ἔλαβεν ϑεὸς καὶ ἐξήγαγεν ὑμᾶς ἐκ τῆς καμίνου τῆς σιδηρᾶς ἐξ Αἰγύπτου εἶναι αὐτῷ λαὸν ἔγκληρον ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
Verse: 21    
καὶ κύριος ἐϑυμώϑη μοι περὶ τῶν λεγομένων ὑϕ' ὑμῶν καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ιορδάνην τοῦτον καὶ ἵνα μὴ εἰσέλϑω εἰς τὴν γῆν, ἣν κύριος ϑεὸς δίδωσίν σοι ἐν κλήρῳ·
Verse: 22    
ἐγὼ γὰρ ἀποϑνῄσκω ἐν τῇ γῇ ταύτῃ καὶ οὐ διαβαίνω τὸν Ιορδάνην τοῦτον, ὑμεῖς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαϑὴν ταύτην.
Verse: 23    
προσέχετε ὑμεῖς, μὴ ἐπιλάϑησϑε τὴν διαϑήκην κυρίου τοῦ ϑεοῦ ὑμῶν, ἣν διέϑετο πρὸς ὑμᾶς, καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πάντων, ὧν συνέταξεν κύριος ϑεός σου·
Verse: 24    
ὅτι κύριος ϑεός σου πῦρ καταναλίσκον ἐστίν, ϑεὸς ζηλωτής.
Verse: 25    
᾽Εὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου καὶ χρονίσητε ἐπὶ τῆς γῆς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὰ πονηρὰ ἐναντίον κυρίου τοῦ ϑεοῦ ὑμῶν παροργίσαι αὐτόν,
Verse: 26    
διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλείᾳ ἀπολεῖσϑε ἀπὸ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν· οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπ' αὐτῆς, ἀλλ' ἐκτριβῇ ἐκτριβήσεσϑε.
Verse: 27    
καὶ διασπερεῖ κύριος ὑμᾶς ἐν πᾶσιν τοῖς ἔϑνεσιν καὶ καταλειϕϑήσεσϑε ὀλίγοι ἀριϑμῷ ἐν τοῖς ἔϑνεσιν, εἰς οὓς εἰσάξει κύριος ὑμᾶς ἐκεῖ.
Verse: 28    
καὶ λατρεύσετε ἐκεῖ ϑεοῖς ἑτέροις, ἔργοις χειρῶν ἀνϑρώπων, ξύλοις καὶ λίϑοις, οἳ οὐκ ὄψονται οὐδὲ μὴ ἀκούσωσιν οὔτε μὴ ϕάγωσιν οὔτε μὴ ὀσϕρανϑῶσιν.
Verse: 29    
καὶ ζητήσετε ἐκεῖ κύριον τὸν ϑεὸν ὑμῶν καὶ εὑρήσετε, ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ ϑλίψει σου·
Verse: 30    
καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὗτοι ἐπ' ἐσχάτῳ τῶν ἡμερῶν, καὶ ἐπιστραϕήσῃ πρὸς κύριον τὸν ϑεόν σου καὶ εἰσακούσῃ τῆς ϕωνῆς αὐτοῦ·
Verse: 31    
ὅτι ϑεὸς οἰκτίρμων κύριος ϑεός σου, οὐκ ἐγκαταλείψει σε οὐδὲ μὴ ἐκτρίψει σε, οὐκ ἐπιλήσεται τὴν διαϑήκην τῶν πατέρων σου, ἣν ὤμοσεν αὐτοῖς.
Verse: 32    
ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας, ἧς ἔκτισεν ϑεὸς ἄνϑρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, εἰ γέγονεν κατὰ τὸ ῥῆμα τὸ μέγα τοῦτο, εἰ ἤκουσται τοιοῦτο·
Verse: 33    
εἰ ἀκήκοεν ἔϑνος ϕωνὴν ϑεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας·
Verse: 34    
εἰ ἐπείρασεν ϑεὸς εἰσελϑὼν λαβεῖν ἑαυτῷ ἔϑνος ἐκ μέσου ἔϑνους ἐν πειρασμῷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν πολέμῳ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις κατὰ πάντα, ὅσα ἐποίησεν κύριος ϑεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιόν σου βλέποντος·
Verse: 35    
ὥστε εἰδῆσαί σε ὅτι κύριος ϑεός σου, οὗτος ϑεός ἐστιν, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.
Verse: 36    
ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ϕωνὴ αὐτοῦ παιδεῦσαί σε, καὶ ἐπὶ τῆς γῆς ἔδειξέν σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα, καὶ τὰ ῥήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός.
Verse: 37    
διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ' αὐτοὺς ὑμᾶς καὶ ἐξήγαγέν σε αὐτὸς ἐν τῇ ἰσχύι αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου
Verse: 38    
ἐξολεϑρεῦσαι ἔϑνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου εἰσαγαγεῖν σε δοῦναί σοι τὴν γῆν αὐτῶν κληρονομεῖν, καϑὼς ἔχεις σήμερον.
Verse: 39    
καὶ γνώσῃ σήμερον καὶ ἐπιστραϕήσῃ τῇ διανοίᾳ ὅτι κύριος ϑεός σου, οὗτος ϑεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ·
Verse: 40    
καὶ ϕυλάξῃ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ὅπως μακροήμεροι γένησϑε ἐπὶ τῆς γῆς, ἧς κύριος ϑεός σου δίδωσίν σοι πάσας τὰς ἡμέρας.
Verse: 41    
Τότε ἀϕώρισεν Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ιορδάνου ἀπὸ ἀνατολῶν ἡλίου
Verse: 42    
ϕυγεῖν ἐκεῖ τὸν ϕονευτήν, ὃς ἂν ϕονεύσῃ τὸν πλησίον οὐκ εἰδὼς καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχϑὲς καὶ τρίτης, καὶ καταϕεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται·
Verse: 43    
τὴν Βοσορ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ρουβην καὶ τὴν Ραμωϑ ἐν Γαλααδ τῷ Γαδδι καὶ τὴν Γαυλων ἐν Βασαν τῷ Μανασση.
Verse: 44    
Οὗτος νόμος, ὃν παρέϑετο Μωυσῆς ἐνώπιον υἱῶν Ισραηλ·
Verse: 45    
ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ ἐν τῇ ἐρήμῳ ἐξελϑόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου
Verse: 46    
ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν ϕάραγγι ἐγγὺς οἴκου Φογωρ ἐν γῇ Σηων βασιλέως τῶν Αμορραίων, ὃς κατῴκει ἐν Εσεβων, οὓς ἐπάταξεν Μωυσῆς καὶ οἱ υἱοὶ Ισραηλ ἐξελϑόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου
Verse: 47    
καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Ωγ βασιλέως τῆς Βασαν, δύο βασιλέων τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου κατ' ἀνατολὰς ἡλίου,
Verse: 48    
ἀπὸ Αροηρ, ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ ἐπὶ τοῦ ὄρους τοῦ Σηων, ἐστιν Αερμων,
Verse: 49    
πᾶσαν τὴν Αραβα πέραν τοῦ Ιορδάνου κατ' ἀνατολὰς ἡλίου ὑπὸ Ασηδωϑ τὴν λαξευτήν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.