TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 776
Previous part

Chapter: 7 
Verse: 1  ᾽Αγαϑὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαϑὸν
καὶ ἡμέρα τοῦ ϑανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτοῦ.
Verse: 2 
ἀγαϑὸν πορευϑῆναι εἰς οἶκον πένϑους
ὅτι πορευϑῆναι εἰς οἶκον πότου,
καϑότι τοῦτο τέλος παντὸς τοῦ ἀνϑρώπου,
καὶ ζῶν δώσει εἰς καρδίαν αὐτοῦ.
Verse: 3 
ἀγαϑὸν ϑυμὸς ὑπὲρ γέλωτα,
ὅτι ἐν κακίᾳ προσώπου ἀγαϑυνϑήσεται καρδία.
Verse: 4 
καρδία σοϕῶν ἐν οἴκῳ πένϑους,
καὶ καρδία ἀϕρόνων ἐν οἴκῳ εὐϕροσύνης.
Verse: 5 
ἀγαϑὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοϕοῦ
ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀϕρόνων·
Verse: 6 
ὅτι ὡς ϕωνὴ τῶν ἀκανϑῶν ὑπὸ τὸν λέβητα,
οὕτως γέλως τῶν ἀϕρόνων·
καί γε τοῦτο ματαιότης.
Verse: 7 
ὅτι συκοϕαντία περιϕέρει σοϕὸν
καὶ ἀπόλλυσι τὴν καρδίαν εὐτονίας αὐτοῦ.
Verse: 8 
ἀγαϑὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτοῦ,
ἀγαϑὸν μακρόϑυμος ὑπὲρ ὑψηλὸν πνεύματι.
Verse: 9 
μὴ σπεύσῃς ἐν πνεύματί σου τοῦ ϑυμοῦσϑαι,
ὅτι ϑυμὸς ἐν κόλπῳ ἀϕρόνων ἀναπαύσεται.
Verse: 10 
μὴ εἴπῃς Τί ἐγένετο
ὅτι αἱ ἡμέραι αἱ πρότεραι ἦσαν ἀγαϑαὶ ὑπὲρ ταύτας;
ὅτι οὐκ ἐν σοϕίᾳ ἐπηρώτησας περὶ τούτου.
Verse: 11 
ἀγαϑὴ σοϕία μετὰ κληροδοσίας
καὶ περισσεία τοῖς ϑεωροῦσιν τὸν ἥλιον·
Verse: 12 
ὅτι ἐν σκιᾷ αὐτῆς σοϕία ὡς σκιὰ τοῦ ἀργυρίου,
καὶ περισσεία γνώσεως τῆς σοϕίας
ζωοποιήσει τὸν παρ' αὐτῆς.
Verse: 13 
ἰδὲ τὰ ποιήματα τοῦ ϑεοῦ·
ὅτι τίς δυνήσεται τοῦ κοσμῆσαι
ὃν ἂν ϑεὸς διαστρέψῃ αὐτόν;
Verse: 14 
ἐν ἡμέρᾳ ἀγαϑωσύνης ζῆϑι ἐν ἀγαϑῷ
καὶ ἐν ἡμέρᾳ κακίας ἰδέ·
καί γε σὺν τοῦτο σύμϕωνον τούτῳ
ἐποίησεν ϑεὸς περὶ λαλιᾶς,
ἵνα μὴ εὕρῃ ἄνϑρωπος ὀπίσω αὐτοῦ μηδέν.
Verse: 15 
Σὺν τὰ πάντα εἶδον ἐν ἡμέραις ματαιότητός μου·
ἔστιν δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ,
καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ.
Verse: 16 
μὴ γίνου δίκαιος πολὺ
καὶ μὴ σοϕίζου περισσά, μήποτε ἐκπλαγῇς.
Verse: 17 
μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός,
ἵνα μὴ ἀποϑάνῃς ἐν οὐ καιρῷ σου.
Verse: 18 
ἀγαϑὸν τὸ ἀντέχεσϑαί σε ἐν τούτῳ,
καί γε ἀπὸ τούτου μὴ ἀνῇς τὴν χεῖρά σου,
ὅτι ϕοβούμενος τὸν ϑεὸν ἐξελεύσεται τὰ πάντα.
Verse: 19 
῾Η σοϕία βοηϑήσει τῷ σοϕῷ
ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει·
Verse: 20 
ὅτι ἄνϑρωπος οὐκ ἔστιν δίκαιος ἐν τῇ γῇ,
ὃς ποιήσει ἀγαϑὸν καὶ οὐχ ἁμαρτήσεται.
Verse: 21 
καί γε εἰς πάντας τοὺς λόγους, οὓς λαλήσουσιν,
μὴ ϑῇς καρδίαν σου,
ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε,
Verse: 22 
ὅτι πλειστάκις πονηρεύσεταί σε
καὶ καϑόδους πολλὰς κακώσει καρδίαν σου,
ὅπως καί γε σὺ κατηράσω ἑτέρους.
Verse: 23 
Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοϕίᾳ·
εἶπα Σοϕισϑήσομαι,
Verse: 24 
καὶ αὐτὴ ἐμακρύνϑη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ἦν,
καὶ βαϑὺ βάϑος, τίς εὑρήσει αὐτό;
Verse: 25 
ἐκύκλωσα ἐγώ, καὶ καρδία μου τοῦ γνῶναι
καὶ τοῦ κατασκέψασϑαι καὶ ζητῆσαι σοϕίαν καὶ ψῆϕον
καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀϕροσύνην
καὶ σκληρίαν καὶ περιϕοράν.
Verse: 26 
καὶ εὑρίσκω ἐγὼ πικρότερον ὑπὲρ ϑάνατον,
σὺν τὴν γυναῖκα, ἥτις ἐστὶν ϑηρεύματα
καὶ σαγῆναι καρδία αὐτῆς,
δεσμοὶ χεῖρες αὐτῆς·
ἀγαϑὸς πρὸ προσώπου τοῦ ϑεοῦ ἐξαιρεϑήσεται ἀπ' αὐτῆς,
καὶ ἁμαρτάνων συλλημϕϑήσεται ἐν αὐτῇ.
Verse: 27 
ἰδὲ τοῦτο εὗρον, εἶπεν ᾽Εκκλησιαστής,
μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν,
Verse: 28 
ὃν ἔτι ἐζήτησεν ψυχή μου καὶ οὐχ εὗρον·
ἄνϑρωπον ἕνα ἀπὸ χιλίων εὗρον
καὶ γυναῖκα ἐν πᾶσι τούτοις οὐχ εὗρον.
Verse: 29 
πλὴν ἰδὲ τοῦτο εὗρον, ἐποίησεν ϑεὸς
σὺν τὸν ἄνϑρωπον εὐϑῆ,
καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.