TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 777
Previous part

Chapter: 8 
Verse: 1  Τίς οἶδεν σοϕούς; καὶ τίς οἶδεν λύσιν ῥήματος;
σοϕία ἀνϑρώπου ϕωτιεῖ πρόσωπον αὐτοῦ,
καὶ ἀναιδὴς προσώπῳ αὐτοῦ μισηϑήσεται.
Verse: 2 
στόμα βασιλέως ϕύλαξον
καὶ περὶ λόγου ὅρκου ϑεοῦ μὴ σπουδάσῃς·
Verse: 3 
ἀπὸ προσώπου αὐτοῦ πορεύσῃ,
μὴ στῇς ἐν λόγῳ πονηρῷ·
ὅτι πᾶν, ἐὰν ϑελήσῃ, ποιήσει,
Verse: 4 
καϑὼς λαλεῖ βασιλεὺς ἐξουσιάζων,
καὶ τίς ἐρεῖ αὐτῷ Τί ποιήσεις;
Verse: 5 
ϕυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν,
καὶ καιρὸν κρίσεως γινώσκει καρδία σοϕοῦ·
Verse: 6 
ὅτι παντὶ πράγματι ἔστιν καιρὸς καὶ κρίσις,
ὅτι γνῶσις τοῦ ἀνϑρώπου πολλὴ ἐπ' αὐτόν·
Verse: 7 
ὅτι οὐκ ἔστιν γινώσκων τί τὸ ἐσόμενον,
ὅτι καϑὼς ἔσται τίς ἀναγγελεῖ αὐτῷ;
Verse: 8 
οὐκ ἔστιν ἄνϑρωπος ἐξουσιάζων ἐν πνεύματι
τοῦ κωλῦσαι σὺν τὸ πνεῦμα·
καὶ οὐκ ἔστιν ἐξουσία ἐν ἡμέρᾳ τοῦ ϑανάτου,
καὶ οὐκ ἔστιν ἀποστολὴ ἐν τῷ πολέμῳ,
καὶ οὐ διασώσει ἀσέβεια τὸν παρ' αὐτῆς.
Verse: 9 
καὶ σὺν πᾶν τοῦτο εἶδον
καὶ ἔδωκα τὴν καρδίαν μου εἰς πᾶν ποίημα,
πεποίηται ὑπὸ τὸν ἥλιον,
τὰ ὅσα ἐξουσιάσατο ἄνϑρωπος
ἐν ἀνϑρώπῳ τοῦ κακῶσαι αὐτόν·
Verse: 10 
καὶ τότε εἶδον ἀσεβεῖς εἰς τάϕους εἰσαχϑέντας,
καὶ ἐκ τόπου ἁγίου ἐπορεύϑησαν
καὶ ἐπῃνέϑησαν ἐν τῇ πόλει,
ὅτι οὕτως ἐποίησαν.
καί γε τοῦτο ματαιότης.
Verse: 11 
ὅτι οὐκ ἔστιν γινομένη ἀντίρρησις
ἀπὸ τῶν ποιούντων τὸ πονηρὸν ταχύ·
διὰ τοῦτο ἐπληροϕορήϑη καρδία υἱῶν τοῦ ἀνϑρώπου
ἐν αὐτοῖς τοῦ ποιῆσαι τὸ πονηρόν.
Verse: 12 
ὃς ἥμαρτεν, ἐποίησεν τὸ πονηρὸν
ἀπὸ τότε καὶ ἀπὸ μακρότητος αὐτῷ·
ὅτι καί γε γινώσκω ἐγὼ
ὅτι ἔσται ἀγαϑὸν τοῖς ϕοβουμένοις τὸν ϑεόν,
ὅπως ϕοβῶνται ἀπὸ προσώπου αὐτοῦ·
Verse: 13 
καὶ ἀγαϑὸν οὐκ ἔσται τῷ ἀσεβεῖ,
καὶ οὐ μακρυνεῖ ἡμέρας ἐν σκιᾷ
ὃς οὐκ ἔστιν ϕοβούμενος ἀπὸ προσώπου τοῦ ϑεοῦ.
Verse: 14 
ἔστιν ματαιότης, πεποίηται ἐπὶ τῆς γῆς,
ὅτι εἰσὶ δίκαιοι ὅτι ϕϑάνει πρὸς αὐτοὺς
ὡς ποίημα τῶν ἀσεβῶν,
καὶ εἰσὶν ἀσεβεῖς ὅτι ϕϑάνει πρὸς αὐτοὺς
ὡς ποίημα τῶν δικαίων·
εἶπα ὅτι καί γε τοῦτο ματαιότης.
Verse: 15 
καὶ ἐπῄνεσα ἐγὼ σὺν τὴν εὐϕροσύνην,
ὅτι οὐκ ἔστιν ἀγαϑὸν τῷ ἀνϑρώπῳ ὑπὸ τὸν ἥλιον
ὅτι εἰ μὴ τοῦ ϕαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ εὐϕρανϑῆναι,
καὶ αὐτὸ συμπροσέσται αὐτῷ
ἐν μόχϑῳ αὐτοῦ ἡμέρας ζωῆς αὐτοῦ,
ὅσας ἔδωκεν αὐτῷ ϑεὸς ὑπὸ τὸν ἥλιον.
Verse: 16 
᾽Εν οἷς ἔδωκα τὴν καρδίαν μου τοῦ γνῶναι σοϕίαν
καὶ τοῦ ἰδεῖν τὸν περισπασμὸν
τὸν πεποιημένον ἐπὶ τῆς γῆς,
ὅτι καί γε ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ
ὕπνον ἐν ὀϕϑαλμοῖς αὐτοῦ οὐκ ἔστιν βλέπων,
Verse: 17 
καὶ εἶδον σὺν πάντα τὰ ποιήματα τοῦ ϑεοῦ,
ὅτι οὐ δυνήσεται ἄνϑρωπος
τοῦ εὑρεῖν σὺν τὸ ποίημα
τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον·
ὅσα ἂν μοχϑήσῃ ἄνϑρωπος τοῦ ζητῆσαι,
καὶ οὐχ εὑρήσει·
καί γε ὅσα ἂν εἴπῃ σοϕὸς τοῦ γνῶναι,
οὐ δυνήσεται τοῦ εὑρεῖν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.