TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 778
Previous part

Chapter: 9 
Verse: 1  ῞Οτι σὺν πᾶν τοῦτο ἔδωκα εἰς καρδίαν μου,
καὶ καρδία μου σὺν πᾶν εἶδεν τοῦτο,
ὡς οἱ δίκαιοι καὶ οἱ σοϕοὶ
καὶ ἐργασίαι αὐτῶν ἐν χειρὶ τοῦ ϑεοῦ,
καί γε ἀγάπην καί γε μῖσος οὐκ ἔστιν εἰδὼς ἄνϑρωπος·
τὰ πάντα πρὸ προσώπου αὐτῶν,
Verse: 2 
ματαιότης ἐν τοῖς πᾶσιν.
συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ,
τῷ ἀγαϑῷ καὶ τῷ κακῷ
καὶ τῷ καϑαρῷ καὶ τῷ ἀκαϑάρτῳ
καὶ τῷ ϑυσιάζοντι καὶ τῷ μὴ ϑυσιάζοντι·
ὡς ἀγαϑός, ὧς ἁμαρτάνων·
ὧς ὀμνύων, καϑὼς τὸν ὅρκον ϕοβούμενος.
Verse: 3 
τοῦτο πονηρὸν ἐν παντὶ πεποιημένῳ ὑπὸ τὸν ἥλιον,
ὅτι συνάντημα ἓν τοῖς πᾶσιν·
καί γε καρδία υἱῶν τοῦ ἀνϑρώπου ἐπληρώϑη πονηροῦ,
καὶ περιϕέρεια ἐν καρδίᾳ αὐτῶν ἐν ζωῇ αὐτῶν,
καὶ ὀπίσω αὐτῶν πρὸς τοὺς νεκρούς.
Verse: 4 
ὅτι τίς ὃς κοινωνεῖ πρὸς πάντας τοὺς ζῶντας;
ἔστιν ἐλπίς, ὅτι κύων ζῶν, αὐτὸς ἀγαϑὸς
ὑπὲρ τὸν λέοντα τὸν νεκρόν.
Verse: 5 
ὅτι οἱ ζῶντες γνώσονται ὅτι ἀποϑανοῦνται,
καὶ οἱ νεκροὶ οὔκ εἰσιν γινώσκοντες οὐδέν·
καὶ οὐκ ἔστιν αὐτοῖς ἔτι μισϑός,
ὅτι ἐπελήσϑη μνήμη αὐτῶν·
Verse: 6 
καί γε ἀγάπη αὐτῶν καί γε μῖσος αὐτῶν
καί γε ζῆλος αὐτῶν ἤδη ἀπώλετο,
καὶ μερὶς οὐκ ἔστιν αὐτοῖς ἔτι εἰς αἰῶνα
ἐν παντὶ τῷ πεποιημένῳ ὑπὸ τὸν ἥλιον.
Verse: 7 
Δεῦρο ϕάγε ἐν εὐϕροσύνῃ ἄρτον σου
καὶ πίε ἐν καρδίᾳ ἀγαϑῇ οἶνόν σου,
ὅτι ἤδη εὐδόκησεν ϑεὸς τὰ ποιήματά σου.
Verse: 8 
ἐν παντὶ καιρῷ ἔστωσαν ἱμάτιά σου λευκά,
καὶ ἔλαιον ἐπὶ κεϕαλήν σου μὴ ὑστερησάτω.
Verse: 9 
ἰδὲ ζωὴν μετὰ γυναικός, ἧς ἠγάπησας,
πάσας ἡμέρας ζωῆς ματαιότητός σου
τὰς δοϑείσας σοι ὑπὸ τὸν ἥλιον,
πάσας ἡμέρας ματαιότητός σου,
ὅτι αὐτὸ μερίς σου ἐν τῇ ζωῇ σου
καὶ ἐν τῷ μόχϑῳ σου, σὺ μοχϑεῖς ὑπὸ τὸν ἥλιον.
Verse: 10 
πάντα, ὅσα ἂν εὕρῃ χείρ σου τοῦ ποιῆσαι,
ὡς δύναμίς σου ποίησον,
ὅτι οὐκ ἔστιν ποίημα καὶ λογισμὸς καὶ γνῶσις
καὶ σοϕία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ.
Verse: 11 
᾽Επέστρεψα καὶ εἶδον ὑπὸ τὸν ἥλιον
ὅτι οὐ τοῖς κούϕοις δρόμος
καὶ οὐ τοῖς δυνατοῖς πόλεμος
καί γε οὐ τοῖς σοϕοῖς ἄρτος
καί γε οὐ τοῖς συνετοῖς πλοῦτος
καί γε οὐ τοῖς γινώσκουσιν χάρις,
ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται τοῖς πᾶσιν αὐτοῖς.
Verse: 12 
ὅτι καί γε οὐκ ἔγνω ἄνϑρωπος τὸν καιρὸν αὐτοῦ·
ὡς οἱ ἰχϑύες οἱ ϑηρευόμενοι ἐν ἀμϕιβλήστρῳ κακῷ
καὶ ὡς ὄρνεα τὰ ϑηρευόμενα ἐν παγίδι,
ὡς αὐτὰ παγιδεύονται οἱ υἱοὶ τοῦ ἀνϑρώπου
εἰς καιρὸν πονηρόν,
ὅταν ἐπιπέσῃ ἐπ' αὐτοὺς ἄϕνω.
Verse: 13 
Καί γε τοῦτο εἶδον σοϕίαν ὑπὸ τὸν ἥλιον,
καὶ μεγάλη ἐστὶν πρός με·
Verse: 14 
πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι,
καὶ ἔλϑῃ ἐπ' αὐτὴν βασιλεὺς μέγας καὶ κυκλώσῃ αὐτὴν
καὶ οἰκοδομήσῃ ἐπ' αὐτὴν χάρακας μεγάλους·
Verse: 15 
καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα σοϕόν,
καὶ διασώσει αὐτὸς τὴν πόλιν ἐν τῇ σοϕίᾳ αὐτοῦ·
καὶ ἄνϑρωπος οὐκ ἐμνήσϑη σὺν τοῦ ἀνδρὸς τοῦ πένητος // ἐκείνου.
Verse: 16 
καὶ εἶπα ἐγώ ᾽Αγαϑὴ σοϕία ὑπὲρ δύναμιν·
καὶ σοϕία τοῦ πένητος ἐξουδενωμένη,
καὶ λόγοι αὐτοῦ οὔκ εἰσιν ἀκουόμενοι.
Verse: 17 
λόγοι σοϕῶν ἐν ἀναπαύσει ἀκούονται
ὑπὲρ κραυγὴν ἐξουσιαζόντων ἐν ἀϕροσύναις.
Verse: 18 
ἀγαϑὴ σοϕία ὑπὲρ σκεύη πολέμου,
καὶ ἁμαρτάνων εἷς ἀπολέσει ἀγαϑωσύνην πολλήν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.