TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 446
Previous part

Chapter: 10 
Verse: 1    Καὶ ὡς προσηύξατο Εσδρας καὶ ὡς ἐξηγόρευσεν κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ ϑεοῦ, συνήχϑησαν πρὸς αὐτὸν ἀπὸ Ισραηλ ἐκκλησία πολλὴ σϕόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι, ὅτι ἔκλαυσεν λαὸς καὶ ὕψωσεν κλαίων.
Verse: 2    
καὶ ἀπεκρίϑη Σεχενιας υἱὸς Ιιηλ ἀπὸ υἱῶν Ηλαμ καὶ εἶπεν τῷ Εσδρα ῾Ημεῖς ἠσυνϑετήσαμεν τῷ ϑεῷ ἡμῶν καὶ ἐκαϑίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ λαῶν τῆς γῆς· καὶ νῦν ἔστιν ὑπομονὴ τῷ Ισραηλ ἐπὶ τούτῳ.
Verse: 3    
καὶ νῦν διαϑώμεϑα διαϑήκην τῷ ϑεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλῃ· ἀνάστηϑι καὶ ϕοβέρισον αὐτοὺς ἐν ἐντολαῖς ϑεοῦ ἡμῶν, καὶ ὡς νόμος γενηϑήτω.
Verse: 4    
ἀνάστα, ὅτι ἐπὶ σὲ τὸ ῥῆμα, καὶ ἡμεῖς μετὰ σοῦ· κραταιοῦ καὶ ποίησον.
Verse: 5    
καὶ ἀνέστη Εσδρας καὶ ὥρκισεν τοὺς ἄρχοντας, τοὺς ἱερεῖς καὶ Λευίτας καὶ πάντα Ισραηλ τοῦ ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο, καὶ ὤμοσαν.
Verse: 6    
καὶ ἀνέστη Εσδρας ἀπὸ προσώπου οἴκου τοῦ ϑεοῦ καὶ ἐπορεύϑη εἰς γαζοϕυλάκιον Ιωαναν υἱοῦ Ελισουβ καὶ ἐπορεύϑη ἐκεῖ· ἄρτον οὐκ ἔϕαγεν καὶ ὕδωρ οὐκ ἔπιεν, ὅτι ἐπένϑει ἐπὶ τῇ ἀσυνϑεσίᾳ τῆς ἀποικίας.
Verse: 7    
καὶ παρήνεγκαν ϕωνὴν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ πᾶσιν τοῖς υἱοῖς τῆς ἀποικίας τοῦ συναϑροισϑῆναι εἰς Ιερουσαλημ,
Verse: 8    
καὶ πᾶς, ὃς ἂν μὴ ἔλϑῃ εἰς τρεῖς ἡμέρας ὡς βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων, ἀναϑεματισϑήσεται πᾶσα ὕπαρξις αὐτοῦ, καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας.
Verse: 9    
Καὶ συνήχϑησαν πάντες ἄνδρες Ιουδα καὶ Βενιαμιν εἰς Ιερουσαλημ εἰς τὰς τρεῖς ἡμέρας, οὗτος μὴν ἔνατος· ἐν εἰκάδι τοῦ μηνὸς ἐκάϑισεν πᾶς λαὸς ἐν πλατείᾳ οἴκου τοῦ ϑεοῦ ἀπὸ ϑορύβου αὐτῶν περὶ τοῦ ῥήματος καὶ ἀπὸ τοῦ χειμῶνος.
Verse: 10    
καὶ ἀνέστη Εσδρας ἱερεὺς καὶ εἶπεν πρὸς αὐτούς ῾Υμεῖς ἠσυνϑετήκατε καὶ ἐκαϑίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσϑεῖναι ἐπὶ πλημμέλειαν Ισραηλ·
Verse: 11    
καὶ νῦν δότε αἴνεσιν κυρίῳ τῷ ϑεῷ τῶν πατέρων ὑμῶν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων.
Verse: 12    
καὶ ἀπεκρίϑησαν πᾶσα ἐκκλησία καὶ εἶπαν Μέγα τοῦτο τὸ ῥῆμά σου ἐϕ' ἡμᾶς ποιῆσαι·
Verse: 13    
ἀλλὰ λαὸς πολύς, καὶ καιρὸς χειμερινός, καὶ οὐκ ἔστιν δύναμις στῆναι ἔξω· καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο, ὅτι ἐπληϑύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ.
Verse: 14    
στήτωσαν δὴ οἱ ἄρχοντες ἡμῶν τῇ πάσῃ ἐκκλησίᾳ, καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν, ὃς ἐκάϑισεν γυναῖκας ἀλλοτρίας, ἐλϑέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ' αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν ϑυμοῦ ϑεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου.
Verse: 15    
πλὴν Ιωναϑαν υἱὸς Ασαηλ καὶ Ιαζια υἱὸς Θεκουε μετ' ἐμοῦ περὶ τούτου, καὶ Μεσουλαμ καὶ Σαβαϑαι Λευίτης βοηϑῶν αὐτοῖς.
Verse: 16    
καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας. καὶ διεστάλησαν Εσδρας ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν, ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα.
Verse: 17    
καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν, οἳ ἐκάϑισαν γυναῖκας ἀλλοτρίας, ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου.
Verse: 18    
Καὶ εὑρέϑησαν ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάϑισαν γυναῖκας ἀλλοτρίας· ἀπὸ υἱῶν ᾽Ιησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἀδελϕοὶ αὐτοῦ Μαασηα καὶ Ελιεζερ καὶ Ιαριβ καὶ Γαδαλια,
Verse: 19    
καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας αὐτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν·
Verse: 20    
καὶ ἀπὸ υἱῶν Εμμηρ Ανανι καὶ Ζαβδια·
Verse: 21    
καὶ ἀπὸ υἱῶν Ηραμ Μασαια καὶ Ελια καὶ Σαμαια καὶ Ιιηλ καὶ Οζια·
Verse: 22    
καὶ ἀπὸ υἱῶν Φασουρ Ελιωηναι, Μαασαια καὶ Ισμαηλ καὶ Ναϑαναηλ καὶ Ιωζαβαδ καὶ Ηλασα.
Verse: 23    
καὶ ἀπὸ τῶν Λευιτῶν· Ιωζαβαδ καὶ Σαμου καὶ Κωλια [αὐτὸς Κωλιτας] καὶ Φαϑαια καὶ Ιοδομ καὶ Ελιεζερ·
Verse: 24    
καὶ ἀπὸ τῶν ᾀδόντων Ελισαϕ· καὶ ἀπὸ τῶν πυλωρῶν Σελλημ καὶ Τελημ καὶ Ωδουε.
Verse: 25    
καὶ ἀπὸ Ισραηλ· ἀπὸ υἱῶν Φορος Ραμια καὶ Ιαζια καὶ Μελχια καὶ Μεαμιν καὶ Ελεαζαρ καὶ Ασαβια καὶ Βαναια·
Verse: 26    
καὶ ἀπὸ υἱῶν Ηλαμ Μαϑανια καὶ Ζαχαρια καὶ Ιαϊηλ καὶ Αβδια καὶ Ιαριμωϑ καὶ Ηλια·
Verse: 27    
καὶ ἀπὸ υἱῶν Ζαϑουα Ελιωηναι, Ελισουβ, Μαϑανια καὶ Ιαρμωϑ καὶ Ζαβαδ καὶ Οζιζα·
Verse: 28    
καὶ ἀπὸ υἱῶν Βαβι Ιωαναν, Ανανια καὶ Ζαβου, Οϑαλι·
Verse: 29    
καὶ ἀπὸ υἱῶν Βανουι Μεσουλαμ, Μαλουχ, Αδαιας, Ιασουβ καὶ Σαλουια καὶ Ρημωϑ·
Verse: 30    
καὶ ἀπὸ υἱῶν Φααϑμωαβ Εδενε, Χαληλ, Βαναια, Μασηα, Μαϑανια, Βεσεληλ καὶ Βανουι καὶ Μανασση·
Verse: 31    
καὶ ἀπὸ υἱῶν Ηραμ Ελιεζερ, Ιεσσια, Μελχια, Σαμαια, Σεμεων,
Verse: 32    
Βενιαμιν, Μαλουχ, Σαμαρια·
Verse: 33    
καὶ ἀπὸ υἱῶν Ησαμ Μαϑανι, Μαϑαϑα, Ζαβεδ, Ελιϕαλεϑ, Ιεραμι, Μανασση, Σεμεϊ·
Verse: 34    
ἀπὸ υἱῶν Βανι Μοοδι, Αμραμ, Ουηλ,
Verse: 35    
Βαναια, Βαδαια, Χελια,
Verse: 36    
Ουιεχωα, Ιεραμωϑ, Ελιασιβ,
Verse: 37    
Μαϑανια, Μαϑαναι, καὶ ἐποίησαν
Verse: 38    
οἱ υἱοὶ Βανουι καὶ οἱ υἱοὶ Σεμεϊ
Verse: 39    
καὶ Σελεμια καὶ Ναϑαν καὶ Αδαια,
Verse: 40    
Μαχναδαβου, Σεσι, Σαρου,
Verse: 41    
Εζερηλ καὶ Σελεμια καὶ Σαμαρια
Verse: 42    
καὶ Σαλουμ, Αμαρια, Ιωσηϕ·
Verse: 43    
ἀπὸ υἱῶν Ναβου Ιιηλ, Μαϑαϑια, Σεδεμ, Ζαμβινα, Ιαδαι καὶ Ιωηλ καὶ Βαναια.
Verse: 44    
πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.