TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 439
Previous part

Chapter: 3 
Verse: 1    Καὶ ἔϕϑασεν μὴν ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ συνήχϑη λαὸς ὡς ἀνὴρ εἷς εἰς Ιερουσαλημ.
Verse: 2    
καὶ ἀνέστη ᾽Ιησοῦς τοῦ Ιωσεδεκ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ ἱερεῖς καὶ Ζοροβαβελ τοῦ Σαλαϑιηλ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ καὶ ᾠκοδόμησαν τὸ ϑυσιαστήριον ϑεοῦ Ισραηλ τοῦ ἀνενέγκαι ἐπ' αὐτὸ ὁλοκαυτώσεις κατὰ τὰ γεγραμμένα ἐν νόμῳ Μωυσῆ ἀνϑρώπου τοῦ ϑεοῦ.
Verse: 3    
καὶ ἡτοίμασαν τὸ ϑυσιαστήριον ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ, ὅτι ἐν καταπλήξει ἐπ' αὐτοὺς ἀπὸ τῶν λαῶν τῶν γαιῶν, καὶ ἀνέβη ἐπ' αὐτὸ ὁλοκαύτωσις τῷ κυρίῳ τὸ πρωὶ καὶ εἰς ἑσπέραν.
Verse: 4    
καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμμένον καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριϑμῷ ὡς κρίσις λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ
Verse: 5    
καὶ μετὰ τοῦτο ὁλοκαυτώσεις ἐνδελεχισμοῦ καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς τὰς ἡγιασμένας καὶ παντὶ ἑκουσιαζομένῳ ἑκούσιον τῷ κυρίῳ.
Verse: 6    
ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου ἤρξαντο ἀναϕέρειν ὁλοκαυτώσεις τῷ κυρίῳ· καὶ οἶκος κυρίου οὐκ ἐϑεμελιώϑη.
Verse: 7    
καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσιν καὶ βρώματα καὶ ποτὰ καὶ ἔλαιον τοῖς Σηδανιν καὶ τοῖς Σωριν ἐνέγκαι ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου πρὸς ϑάλασσαν Ιόππης κατ' ἐπιχώρησιν Κύρου βασιλέως Περσῶν ἐπ' αὐτούς.
Verse: 8    
καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τοῦ ἐλϑεῖν αὐτοὺς εἰς οἶκον τοῦ ϑεοῦ εἰς Ιερουσαλημ ἐν μηνὶ τῷ δευτέρῳ ἤρξατο Ζοροβαβελ τοῦ Σαλαϑιηλ καὶ ᾽Ιησοῦς τοῦ Ιωσεδεκ καὶ οἱ κατάλοιποι τῶν ἀδελϕῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς αἰχμαλωσίας εἰς Ιερουσαλημ καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ κυρίου.
Verse: 9    
καὶ ἔστη ᾽Ιησοῦς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, Καδμιηλ καὶ οἱ υἱοὶ αὐτοῦ υἱοὶ Ιουδα, ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ τοῦ ϑεοῦ, υἱοὶ Ηναδαδ, υἱοὶ αὐτῶν καὶ ἀδελϕοὶ αὐτῶν οἱ Λευῖται.
Verse: 10    
καὶ ἐϑεμελίωσαν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου, καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι ἐν σάλπιγξιν καὶ οἱ Λευῖται υἱοὶ Ασαϕ ἐν κυμβάλοις τοῦ αἰνεῖν τὸν κύριον ἐπὶ χεῖρας Δαυιδ βασιλέως Ισραηλ
Verse: 11    
καὶ ἀπεκρίϑησαν ἐν αἴνῳ καὶ ἀνϑομολογήσει τῷ κυρίῳ, ὅτι ἀγαϑόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐπὶ Ισραηλ. καὶ πᾶς λαὸς ἐσήμαινον ϕωνὴν μεγάλην αἰνεῖν τῷ κυρίῳ ἐπὶ ϑεμελιώσει οἴκου κυρίου.
Verse: 12    
καὶ πολλοὶ ἀπὸ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ ἄρχοντες τῶν πατριῶν οἱ πρεσβύτεροι, οἳ εἴδοσαν τὸν οἶκον τὸν πρῶτον ἐν ϑεμελιώσει αὐτοῦ καὶ τοῦτον τὸν οἶκον ἐν ὀϕϑαλμοῖς αὐτῶν, ἔκλαιον ϕωνῇ μεγάλῃ, καὶ ὄχλος ἐν σημασίᾳ μετ' εὐϕροσύνης τοῦ ὑψῶσαι ᾠδήν·
Verse: 13    
καὶ οὐκ ἦν λαὸς ἐπιγινώσκων ϕωνὴν σημασίας τῆς εὐϕροσύνης ἀπὸ τῆς ϕωνῆς τοῦ κλαυϑμοῦ τοῦ λαοῦ, ὅτι λαὸς ἐκραύγασεν ϕωνῇ μεγάλῃ, καὶ ϕωνὴ ἠκούετο ἕως ἀπὸ μακρόϑεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.