TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 440
Previous part

Chapter: 4 
Verse: 1    Καὶ ἤκουσαν οἱ ϑλίβοντες Ιουδα καὶ Βενιαμιν ὅτι οἱ υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν οἶκον τῷ κυρίῳ ϑεῷ Ισραηλ,
Verse: 2    
καὶ ἤγγισαν πρὸς Ζοροβαβελ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν καὶ εἶπαν αὐτοῖς Οἰκοδομήσομεν μεϑ' ὑμῶν, ὅτι ὡς ὑμεῖς ἐκζητοῦμεν τῷ ϑεῷ ὑμῶν, καὶ αὐτῷ ἡμεῖς ϑυσιάζομεν ἀπὸ ἡμερῶν Ασαραδδων βασιλέως Ασσουρ τοῦ ἐνέγκαντος ἡμᾶς ὧδε.
Verse: 3    
καὶ εἶπεν πρὸς αὐτοὺς Ζοροβαβελ καὶ ᾽Ιησοῦς καὶ οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ Ισραηλ Οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ ϑεῷ ἡμῶν, ὅτι ἡμεῖς αὐτοὶ ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν τῷ κυρίῳ ϑεῷ ἡμῶν, ὡς ἐνετείλατο ἡμῖν Κῦρος βασιλεὺς Περσῶν.
Verse: 4    
καὶ ἦν λαὸς τῆς γῆς ἐκλύων τὰς χεῖρας τοῦ λαοῦ Ιουδα καὶ ἐνεπόδιζον αὐτοὺς τοῦ οἰκοδομεῖν
Verse: 5    
καὶ μισϑούμενοι ἐπ' αὐτοὺς βουλευόμενοι τοῦ διασκεδάσαι βουλὴν αὐτῶν πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσῶν καὶ ἕως βασιλείας Δαρείου βασιλέως Περσῶν.
Verse: 6    
Καὶ ἐν βασιλείᾳ Ασουηρου ἐν ἀρχῇ βασιλείας αὐτοῦ ἔγραψαν ἐπιστολὴν ἐπὶ οἰκοῦντας Ιουδα καὶ Ιερουσαλημ.
Verse: 7    
καὶ ἐν ἡμέραις Αρϑασασϑα ἔγραψεν ἐν εἰρήνῃ Μιϑραδάτῃ Ταβεηλ σὺν καὶ τοῖς λοιποῖς συνδούλοις αὐτοῦ πρὸς Αρϑασασϑα βασιλέα Περσῶν· ἔγραψεν ϕορολόγος γραϕὴν Συριστὶ καὶ ἡρμηνευμένην.
Verse: 8    
Ραουμ βααλταμ καὶ Σαμσαι γραμματεὺς ἔγραψαν ἐπιστολὴν μίαν κατὰ Ιερουσαλημ τῷ Αρϑασασϑα βασιλεῖ.
Verse: 9    
τάδε ἔκρινεν Ραουμ βααλταμ καὶ Σαμσαι γραμματεὺς καὶ οἱ κατάλοιποι σύνδουλοι ἡμῶν, Διναῖοι, Αϕαρσαϑαχαῖοι, Ταρϕαλλαῖοι, Αϕαρσαῖοι, Αρχυαῖοι, Βαβυλώνιοι, Σουσαναχαῖοι [οἵ εἰσιν Ηλαμαῖοι]
Verse: 10    
καὶ οἱ κατάλοιποι ἐϑνῶν, ὧν ἀπῴκισεν Ασενναϕαρ μέγας καὶ τίμιος καὶ κατῴκισεν αὐτοὺς ἐν πόλεσιν τῆς Σομορων, καὶ τὸ κατάλοιπον πέραν τοῦ ποταμοῦ·
Verse: 11    
αὕτη διαταγὴ τῆς ἐπιστολῆς, ἧς ἀπέστειλαν πρὸς αὐτόν Πρὸς Αρϑασασϑα βασιλέα παῖδές σου ἄνδρες πέραν τοῦ ποταμοῦ.
Verse: 12    
γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι οἱ Ιουδαῖοι ἀναβάντες ἀπὸ σοῦ ἐϕ' ἡμᾶς ἤλϑοσαν εἰς Ιερουσαλημ· τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν, καὶ τὰ τείχη αὐτῆς κατηρτισμένοι εἰσίν, καὶ ϑεμελίους αὐτῆς ἀνύψωσαν.
Verse: 13    
νῦν οὖν γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐὰν πόλις ἐκείνη ἀνοικοδομηϑῇ καὶ τὰ τείχη αὐτῆς καταρτισϑῶσιν, ϕόροι οὐκ ἔσονταί σοι οὐδὲ δώσουσιν· καὶ τοῦτο βασιλεῖς κακοποιεῖ.
Verse: 14    
καὶ ἀσχημοσύνην βασιλέως οὐκ ἔξεστιν ἡμῖν ἰδεῖν· διὰ τοῦτο ἐπέμψαμεν καὶ ἐγνωρίσαμεν τῷ βασιλεῖ,
Verse: 15    
ἵνα ἐπισκέψηται ἐν βιβλίῳ ὑπομνηματισμοῦ τῶν πατέρων σου, καὶ εὑρήσεις καὶ γνώσῃ ὅτι πόλις ἐκείνη πόλις ἀποστάτις καὶ κακοποιοῦσα βασιλεῖς καὶ χώρας, καὶ ϕυγάδια δούλων ἐν μέσῳ αὐτῆς ἀπὸ χρόνων αἰῶνος· διὰ ταῦτα πόλις αὕτη ἠρημώϑη.
Verse: 16    
γνωρίζομεν οὖν ἡμεῖς τῷ βασιλεῖ ὅτι ἐὰν πόλις ἐκείνη οἰκοδομηϑῇ καὶ τὰ τείχη αὐτῆς καταρτισϑῇ, οὐκ ἔστιν σοι εἰρήνη.
Verse: 17    
Καὶ ἀπέστειλεν βασιλεὺς πρὸς Ραουμ βααλταμ καὶ Σαμσαι γραμματέα καὶ τοὺς καταλοίπους συνδούλους αὐτῶν τοὺς οἰκοῦντας ἐν Σαμαρείᾳ καὶ τοὺς καταλοίπους πέραν τοῦ ποταμοῦ εἰρήνην καί ϕησιν
Verse: 18    
῾Ο ϕορολόγος, ὃν ἀπεστείλατε πρὸς ἡμᾶς, ἐκλήϑη ἔμπροσϑεν ἐμοῦ.
Verse: 19    
καὶ παρ' ἐμοῦ ἐτέϑη γνώμη καὶ ἐπεσκεψάμεϑα καὶ εὕραμεν ὅτι πόλις ἐκείνη ἀϕ' ἡμερῶν αἰῶνος ἐπὶ βασιλεῖς ἐπαίρεται, καὶ ἀποστάσεις καὶ ϕυγάδια γίνονται ἐν αὐτῇ,
Verse: 20    
καὶ βασιλεῖς ἰσχυροὶ γίνονται ἐπὶ Ιερουσαλημ καὶ ἐπικρατοῦντες ὅλης τῆς ἑσπέρας τοῦ ποταμοῦ, καὶ ϕόροι πλήρεις καὶ μέρος δίδοται αὐτοῖς.
Verse: 21    
καὶ νῦν ϑέτε γνώμην καταργῆσαι τοὺς ἄνδρας ἐκείνους, καὶ πόλις ἐκείνη οὐκ οἰκοδομηϑήσεται ἔτι, ὅπως ἀπὸ τῆς γνώμης
Verse: 22    
πεϕυλαγμένοι ἦτε ἄνεσιν ποιῆσαι περὶ τούτου, μήποτε πληϑυνϑῇ ἀϕανισμὸς εἰς κακοποίησιν βασιλεῦσιν.
Verse: 23    
Τότε ϕορολόγος τοῦ Αρϑασασϑα βασιλέως ἀνέγνω ἐνώπιον Ραουμ καὶ Σαμσαι γραμματέως καὶ συνδούλων αὐτῶν· καὶ ἐπορεύϑησαν σπουδῇ εἰς Ιερουσαλημ καὶ ἐν Ιουδα καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει.
Verse: 24    
τότε ἤργησεν τὸ ἔργον οἴκου τοῦ ϑεοῦ τοῦ ἐν Ιερουσαλημ καὶ ἦν ἀργοῦν ἕως δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ βασιλέως Περσῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.