TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 441
Previous part

Chapter: 5 
Verse: 1    Καὶ ἐπροϕήτευσεν Αγγαιος προϕήτης καὶ Ζαχαριας τοῦ Αδδω προϕητείαν ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν Ιουδα καὶ Ιερουσαλημ ἐν ὀνόματι ϑεοῦ Ισραηλ ἐπ' αὐτούς.
Verse: 2    
τότε ἀνέστησαν Ζοροβαβελ τοῦ Σαλαϑιηλ καὶ ᾽Ιησοῦς υἱὸς Ιωσεδεκ καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ ϑεοῦ τὸν ἐν Ιερουσαλημ, καὶ μετ' αὐτῶν οἱ προϕῆται τοῦ ϑεοῦ βοηϑοῦντες αὐτοῖς.
Verse: 3    
ἐν αὐτῷ τῷ καιρῷ ἦλϑεν ἐπ' αὐτοὺς Θανϑαναι ἔπαρχος πέραν τοῦ ποταμοῦ καὶ Σαϑαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν καὶ τοῖα εἶπαν αὐτοῖς Τίς ἔϑηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦτον καὶ τὴν χορηγίαν ταύτην καταρτίσασϑαι;
Verse: 4    
τότε ταῦτα εἴποσαν αὐτοῖς Τίνα ἐστὶν τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν οἰκοδομούντων τὴν πόλιν ταύτην;
Verse: 5    
καὶ οἱ ὀϕϑαλμοὶ τοῦ ϑεοῦ ἐπὶ τὴν αἰχμαλωσίαν Ιουδα, καὶ οὐ κατήργησαν αὐτούς, ἕως γνώμη τῷ Δαρείῳ ἀπηνέχϑη· καὶ τότε ἀπεστάλη τῷ ϕορολόγῳ ὑπὲρ τούτου.
Verse: 6    
Διασάϕησις ἐπιστολῆς, ἧς ἀπέστειλεν Θανϑαναι ἔπαρχος τοῦ πέραν τοῦ ποταμοῦ καὶ Σαϑαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν Αϕαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ Δαρείῳ τῷ βασιλεῖ·
Verse: 7    
ῥῆσιν ἀπέστειλαν πρὸς αὐτόν, καὶ τάδε γέγραπται ἐν αὐτῷ Δαρείῳ τῷ βασιλεῖ εἰρήνη πᾶσα.
Verse: 8    
γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐπορεύϑημεν εἰς τὴν Ιουδαίαν χώραν εἰς οἶκον τοῦ ϑεοῦ τοῦ μεγάλου, καὶ αὐτὸς οἰκοδομεῖται λίϑοις ἐκλεκτοῖς, καὶ ξύλα ἐντίϑεται ἐν τοῖς τοίχοις, καὶ τὸ ἔργον ἐκεῖνο ἐπιδέξιον γίνεται καὶ εὐοδοῦται ἐν ταῖς χερσὶν αὐτῶν.
Verse: 9    
τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους καὶ οὕτως εἴπαμεν αὐτοῖς Τίς ἔϑηκεν ὑμῖν γνώμην τὸν οἶκον τοῦτον οἰκοδομῆσαι καὶ τὴν χορηγίαν ταύτην καταρτίσασϑαι;
Verse: 10    
καὶ τὰ ὀνόματα αὐτῶν ἠρωτήσαμεν αὐτοὺς γνωρίσαι σοι ὥστε γράψαι σοι τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀρχόντων αὐτῶν.
Verse: 11    
καὶ τοιοῦτο ῥῆμα ἀπεκρίϑησαν ἡμῖν λέγοντες ῾Ημεῖς ἐσμεν δοῦλοι τοῦ ϑεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ οἰκοδομοῦμεν τὸν οἶκον, ὃς ἦν ᾠκοδομημένος πρὸ τούτου ἔτη πολλά, καὶ βασιλεὺς τοῦ Ισραηλ μέγας ᾠκοδόμησεν αὐτὸν καὶ κατηρτίσατο αὐτὸν
Verse: 12    
αὐτοῖς. ἀϕ' ὅτε δὲ παρώργισαν οἱ πατέρες ἡμῶν τὸν ϑεὸν τοῦ οὐρανοῦ, ἔδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος τοῦ Χαλδαίου καὶ τὸν οἶκον τοῦτον κατέλυσεν καὶ τὸν λαὸν ἀπῴκισεν εἰς Βαβυλῶνα.
Verse: 13    
ἀλλ' ἐν ἔτει πρώτῳ Κύρου τοῦ βασιλέως Κῦρος βασιλεὺς ἔϑετο γνώμην τὸν οἶκον τοῦ ϑεοῦ τοῦτον οἰκοδομηϑῆναι.
Verse: 14    
καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ ϑεοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, Ναβουχοδονοσορ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν αὐτὰ εἰς ναὸν τοῦ βασιλέως, ἐξήνεγκεν αὐτὰ Κῦρος βασιλεὺς ἀπὸ ναοῦ τοῦ βασιλέως καὶ ἔδωκεν τῷ Σασαβασαρ τῷ ϑησαυροϕύλακι τῷ ἐπὶ τοῦ ϑησαυροῦ
Verse: 15    
καὶ εἶπεν αὐτῷ Πάντα τὰ σκεύη λαβὲ καὶ πορεύου ϑὲς αὐτὰ ἐν τῷ οἴκῳ τῷ ἐν Ιερουσαλημ εἰς τὸν ἑαυτῶν τόπον.
Verse: 16    
τότε Σασαβασαρ ἐκεῖνος ἦλϑεν καὶ ἔδωκεν ϑεμελίους τοῦ οἴκου τοῦ ϑεοῦ τοῦ ἐν Ιερουσαλημ· καὶ ἀπὸ τότε ἕως τοῦ νῦν ᾠκοδομήϑη καὶ οὐκ ἐτελέσϑη.
Verse: 17    
καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαϑόν, ἐπισκεπήτω ἐν οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος, ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως Κύρου ἐτέϑη γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ ϑεοῦ ἐκεῖνον τὸν ἐν Ιερουσαλημ· καὶ γνοὺς βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμᾶς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.