TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 442
Previous part

Chapter: 6 
Verse: 1    Τότε Δαρεῖος βασιλεὺς ἔϑηκεν γνώμην καὶ ἐπεσκέψατο ἐν ταῖς βιβλιοϑήκαις, ὅπου γάζα κεῖται ἐν Βαβυλῶνι.
Verse: 2    
καὶ εὑρέϑη ἐν πόλει ἐν τῇ βάρει τῆς Μήδων πόλεως κεϕαλὶς μία, καὶ τοῦτο ἦν γεγραμμένον ἐν αὐτῇ ῾Υπόμνημα·
Verse: 3    
ἐν ἔτει πρώτῳ Κύρου βασιλέως Κῦρος βασιλεὺς ἔϑηκεν γνώμην περὶ οἴκου τοῦ ϑεοῦ τοῦ ἐν Ιερουσαλημ· οἶκος οἰκοδομηϑήτω καὶ τόπος, οὗ ϑυσιάζουσιν τὰ ϑυσιάσματα· καὶ ἔϑηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα, πλάτος αὐτοῦ πήχεων ἑξήκοντα·
Verse: 4    
καὶ δόμοι λίϑινοι κραταιοὶ τρεῖς, καὶ δόμος ξύλινος εἷς· καὶ δαπάνη ἐξ οἴκου τοῦ βασιλέως δοϑήσεται·
Verse: 5    
καὶ τὰ σκεύη οἴκου τοῦ ϑεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, Ναβουχοδονοσορ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἐκόμισεν εἰς Βαβυλῶνα, καὶ δοϑήτω καὶ ἀπελϑάτω εἰς τὸν ναὸν τὸν ἐν Ιερουσαλημ ἐπὶ τόπου, οὗ ἐτέϑη ἐν οἴκῳ τοῦ ϑεοῦ.
Verse: 6    
νῦν δώσετε, ἔπαρχοι πέραν τοῦ ποταμοῦ Σαϑαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν Αϕαρσαχαῖοι οἱ ἐν πέρα τοῦ ποταμοῦ, μακρὰν ὄντες ἐκεῖϑεν
Verse: 7    
ἄϕετε τὸ ἔργον οἴκου τοῦ ϑεοῦ· οἱ ἀϕηγούμενοι τῶν Ιουδαίων καὶ οἱ πρεσβύτεροι τῶν Ιουδαίων οἶκον τοῦ ϑεοῦ ἐκεῖνον οἰκοδομείτωσαν ἐπὶ τοῦ τόπου αὐτοῦ.
Verse: 8    
καὶ ἀπ' ἐμοῦ ἐτέϑη γνώμη μήποτέ τι ποιήσητε μετὰ τῶν πρεσβυτέρων τῶν Ιουδαίων τοῦ οἰκοδομῆσαι οἶκον τοῦ ϑεοῦ ἐκεῖνον· καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τῶν ϕόρων πέραν τοῦ ποταμοῦ ἐπιμελῶς δαπάνη ἔστω διδομένη τοῖς ἀνδράσιν ἐκείνοις τὸ μὴ καταργηϑῆναι·
Verse: 9    
καὶ ἂν ὑστέρημα, καὶ υἱοὺς βοῶν καὶ κριῶν καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τῷ ϑεῷ τοῦ οὐρανοῦ, πυρούς, ἅλας, οἶνον, ἔλαιον, κατὰ τὸ ῥῆμα τῶν ἱερέων τῶν ἐν Ιερουσαλημ ἔστω διδόμενον αὐτοῖς ἡμέραν ἐν ἡμέρᾳ, ἐὰν αἰτήσωσιν,
Verse: 10    
ἵνα ὦσιν προσϕέροντες εὐωδίας τῷ ϑεῷ τοῦ οὐρανοῦ καὶ προσεύχωνται εἰς ζωὴν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ.
Verse: 11    
καὶ ἀπ' ἐμοῦ ἐτέϑη γνώμη ὅτι πᾶς ἄνϑρωπος, ὃς ἀλλάξει τὸ ῥῆμα τοῦτο, καϑαιρεϑήσεται ξύλον ἐκ τῆς οἰκίας αὐτοῦ καὶ ὠρϑωμένος παγήσεται ἐπ' αὐτοῦ, καὶ οἶκος αὐτοῦ τὸ κατ' ἐμὲ ποιηϑήσεται.
Verse: 12    
καὶ ϑεός, οὗ κατασκηνοῖ τὸ ὄνομα ἐκεῖ, καταστρέψει πάντα βασιλέα καὶ λαόν, ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἀλλάξαι ἀϕανίσαι τὸν οἶκον τοῦ ϑεοῦ ἐκεῖνον τὸν ἐν Ιερουσαλημ. ἐγὼ Δαρεῖος ἔϑηκα γνώμην· ἐπιμελῶς ἔσται.
Verse: 13    
Τότε Θανϑαναι ἔπαρχος πέραν τοῦ ποταμοῦ, Σαϑαρβουζανα καὶ οἱ σύνδουλοι αὐτοῦ πρὸς ἀπέστειλεν Δαρεῖος βασιλεὺς οὕτως ἐποίησαν ἐπιμελῶς.
Verse: 14    
καὶ οἱ πρεσβύτεροι τῶν Ιουδαίων ᾠκοδομοῦσαν καὶ οἱ Λευῖται ἐν προϕητείᾳ Αγγαιου τοῦ προϕήτου καὶ Ζαχαριου υἱοῦ Αδδω καὶ ἀνῳκοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης ϑεοῦ Ισραηλ καὶ ἀπὸ γνώμης Κύρου καὶ Δαρείου καὶ Αρϑασασϑα βασιλέων Περσῶν.
Verse: 15    
καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς Αδαρ, ἐστιν ἔτος ἕκτον τῇ βασιλείᾳ Δαρείου τοῦ βασιλέως.
Verse: 16    
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ κατάλοιποι υἱῶν ἀποικεσίας, ἐγκαίνια τοῦ οἴκου τοῦ ϑεοῦ ἐν εὐϕροσύνῃ.
Verse: 17    
καὶ προσήνεγκαν εἰς τὰ ἐγκαίνια τοῦ οἴκου τοῦ ϑεοῦ μόσχους ἑκατόν, κριοὺς διακοσίους, ἀμνοὺς τετρακοσίους, χιμάρους αἰγῶν περὶ ἁμαρτίας ὑπὲρ παντὸς Ισραηλ δώδεκα εἰς ἀριϑμὸν ϕυλῶν Ισραηλ.
Verse: 18    
καὶ ἔστησαν τοὺς ἱερεῖς ἐν διαιρέσεσιν αὐτῶν καὶ τοὺς Λευίτας ἐν μερισμοῖς αὐτῶν ἐπὶ δουλείᾳ ϑεοῦ τοῦ ἐν Ιερουσαλημ κατὰ τὴν γραϕὴν βιβλίου Μωυσῆ.
Verse: 19    
Καὶ ἐποίησαν οἱ υἱοὶ τῆς ἀποικεσίας τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου.
Verse: 20    
ὅτι ἐκαϑαρίσϑησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἕως εἷς πάντες καϑαροὶ καὶ ἔσϕαξαν τὸ πασχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελϕοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς.
Verse: 21    
καὶ ἔϕαγον οἱ υἱοὶ Ισραηλ τὸ πασχα, οἱ ἀπὸ τῆς ἀποικεσίας καὶ πᾶς χωριζόμενος τῆς ἀκαϑαρσίας ἐϑνῶν τῆς γῆς πρὸς αὐτοὺς τοῦ ἐκζητῆσαι κύριον ϑεὸν Ισραηλ.
Verse: 22    
καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐϕροσύνῃ, ὅτι εὔϕρανεν αὐτοὺς κύριος καὶ ἐπέστρεψεν καρδίαν βασιλέως Ασσουρ ἐπ' αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου τοῦ ϑεοῦ Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.