TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 443
Previous part

Chapter: 7 
Verse: 1    Καὶ μετὰ τὰ ῥήματα ταῦτα ἐν βασιλείᾳ Αρϑασασϑα βασιλέως Περσῶν ἀνέβη Εσδρας υἱὸς Σαραιου υἱοῦ Αζαριου υἱοῦ Ελκια
Verse: 2    
υἱοῦ Σαλουμ υἱοῦ Σαδδουκ υἱοῦ Αχιτωβ
Verse: 3    
υἱοῦ Σαμαρια υἱοῦ Εσρια υἱοῦ Μαρερωϑ
Verse: 4    
υἱοῦ Ζαραια υἱοῦ Σαουια υἱοῦ Βοκκι
Verse: 5    
υἱοῦ Αβισουε υἱοῦ Φινεες υἱοῦ Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως τοῦ πρώτου·
Verse: 6    
αὐτὸς Εσδρας ἀνέβη ἐκ Βαβυλῶνος, καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῆ, ὃν ἔδωκεν κύριος ϑεὸς Ισραηλ· καὶ ἔδωκεν αὐτῷ βασιλεύς, ὅτι χεὶρ κυρίου ϑεοῦ αὐτοῦ ἐπ' αὐτὸν ἐν πᾶσιν, οἷς ἐζήτει αὐτός.
Verse: 7    
καὶ ἀνέβησαν ἀπὸ υἱῶν Ισραηλ καὶ ἀπὸ τῶν ἱερέων καὶ ἀπὸ τῶν Λευιτῶν καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναϑινιμ εἰς Ιερουσαλημ ἐν ἔτει ἑβδόμῳ τῷ Αρϑασασϑα τῷ βασιλεῖ.
Verse: 8    
καὶ ἤλϑοσαν εἰς Ιερουσαλημ τῷ μηνὶ τῷ πέμπτῳ, τοῦτο ἔτος ἕβδομον τῷ βασιλεῖ·
Verse: 9    
ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου αὐτὸς ἐϑεμελίωσεν τὴν ἀνάβασιν τὴν ἀπὸ Βαβυλῶνος, ἐν δὲ τῇ πρώτῃ τοῦ μηνὸς τοῦ πέμπτου ἤλϑοσαν εἰς Ιερουσαλημ, ὅτι χεὶρ ϑεοῦ αὐτοῦ ἦν ἀγαϑὴ ἐπ' αὐτόν.
Verse: 10    
ὅτι Εσδρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον καὶ ποιεῖν καὶ διδάσκειν ἐν Ισραηλ προστάγματα καὶ κρίματα.
Verse: 11    
Καὶ αὕτη διασάϕησις τοῦ διατάγματος, οὗ ἔδωκεν Αρϑασασϑα τῷ Εσδρα τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν Ισραηλ
Verse: 12    
Αρϑασασϑα βασιλεὺς βασιλέων Εσδρα γραμματεῖ νόμου τοῦ ϑεοῦ τοῦ οὐρανοῦ· τετέλεσται λόγος καὶ ἀπόκρισις.
Verse: 13    
ἀπ' ἐμοῦ ἐτέϑη γνώμη ὅτι πᾶς ἑκουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ Ισραηλ καὶ ἱερέων καὶ Λευιτῶν πορευϑῆναι εἰς Ιερουσαλημ, μετὰ σοῦ πορευϑῆναι·
Verse: 14    
ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασϑαι ἐπὶ τὴν Ιουδαίαν καὶ εἰς Ιερουσαλημ νόμῳ ϑεοῦ αὐτῶν τῷ ἐν χειρί σου.
Verse: 15    
καὶ εἰς οἶκον κυρίου ἀργύριον καὶ χρυσίον, βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσϑησαν τῷ ϑεῷ τοῦ Ισραηλ τῷ ἐν Ιερουσαλημ κατασκηνοῦντι,
Verse: 16    
καὶ πᾶν ἀργύριον καὶ χρυσίον, τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ Βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ καὶ ἱερέων τῶν ἑκουσιαζομένων εἰς οἶκον ϑεοῦ τὸν ἐν Ιερουσαλημ,
Verse: 17    
καὶ πᾶν προσπορευόμενον, τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ, μόσχους, κριούς, ἀμνοὺς καὶ ϑυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν, καὶ προσοίσεις αὐτὰ ἐπὶ ϑυσιαστηρίου τοῦ οἴκου τοῦ ϑεοῦ ὑμῶν τοῦ ἐν Ιερουσαλημ.
Verse: 18    
καὶ εἴ τι ἐπὶ σὲ καὶ τοὺς ἀδελϕούς σου ἀγαϑυνϑῇ ἐν καταλοίπῳ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου ποιῆσαι, ὡς ἀρεστὸν τῷ ϑεῷ ὑμῶν ποιήσατε.
Verse: 19    
καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου ϑεοῦ παράδος ἐνώπιον τοῦ ϑεοῦ ἐν Ιερουσαλημ.
Verse: 20    
καὶ κατάλοιπον χρείας οἴκου ϑεοῦ σου, ἂν ϕανῇ σοι δοῦναι, δώσεις ἀπὸ οἴκων γάζης βασιλέως.
Verse: 21    
καὶ ἀπ' ἐμοῦ, ἐγὼ Αρϑασασϑα βασιλεύς, ἔϑηκα γνώμην πάσαις ταῖς γάζαις ταῖς ἐν πέρα τοῦ ποταμοῦ ὅτι πᾶν, ἂν αἰτήσῃ ὑμᾶς Εσδρας ἱερεὺς καὶ γραμματεὺς τοῦ νόμου τοῦ ϑεοῦ τοῦ οὐρανοῦ, ἑτοίμως γιγνέσϑω
Verse: 22    
ἕως ἀργυρίου ταλάντων ἑκατὸν καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ ἕως οἴνου βάδων ἑκατὸν καὶ ἕως ἐλαίου βάδων ἑκατὸν καὶ ἅλας οὗ οὐκ ἔστιν γραϕή.
Verse: 23    
πᾶν, ἐστιν ἐν γνώμῃ ϑεοῦ τοῦ οὐρανοῦ, γιγνέσϑω. προσέχετε μή τις ἐπιχειρήσῃ εἰς οἶκον ϑεοῦ τοῦ οὐρανοῦ, μήποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ.
Verse: 24    
καὶ ὑμῖν ἐγνώρισται· ἐν πᾶσιν τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις, ᾄδουσιν, πυλωροῖς, ναϑινιμ καὶ λειτουργοῖς οἴκου ϑεοῦ τούτου ϕόρος μὴ ἔστω σοι, οὐκ ἐξουσιάσεις καταδουλοῦσϑαι αὐτούς.
Verse: 25    
καὶ σύ, Εσδρα, ὡς σοϕία τοῦ ϑεοῦ ἐν χειρί σου κατάστησον γραμματεῖς καὶ κριτάς, ἵνα ὦσιν κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ, πᾶσιν τοῖς εἰδόσιν νόμον τοῦ ϑεοῦ σου, καὶ τῷ μὴ εἰδότι γνωριεῖτε.
Verse: 26    
καὶ πᾶς, ὃς ἂν μὴ ποιῶν νόμον τοῦ ϑεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως, τὸ κρίμα ἔσται γιγνόμενον ἐξ αὐτοῦ, ἐάν τε εἰς ϑάνατον ἐάν τε εἰς παιδείαν ἐάν τε εἰς ζημίαν τοῦ βίου ἐάν τε εἰς δεσμά.
Verse: 27    
Εὐλογητὸς κύριος ϑεὸς τῶν πατέρων ἡμῶν, ὃς ἔδωκεν οὕτως ἐν καρδίᾳ τοῦ βασιλέως τοῦ δοξάσαι τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ
Verse: 28    
καὶ ἐπ' ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀϕϑαλμοῖς τοῦ βασιλέως καὶ τῶν συμβούλων αὐτοῦ καὶ πάντων τῶν ἀρχόντων τοῦ βασιλέως τῶν ἐπηρμένων. καὶ ἐγὼ ἐκραταιώϑην ὡς χεὶρ ϑεοῦ ἀγαϑὴ ἐπ' ἐμέ, καὶ συνῆξα ἀπὸ Ισραηλ ἄρχοντας ἀναβῆναι μετ' ἐμοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.