TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 444
Previous part

Chapter: 8 
Verse: 1    Καὶ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν, οἱ ὁδηγοὶ ἀναβαίνοντες μετ' ἐμοῦ ἐν βασιλείᾳ Αρϑασασϑα τοῦ βασιλέως Βαβυλῶνος·
Verse: 2    
ἀπὸ υἱῶν Φινεες Γηρσωμ· ἀπὸ υἱῶν Ιϑαμαρ Δανιηλ· ἀπὸ υἱῶν Δαυιδ Ατους·
Verse: 3    
ἀπὸ υἱῶν Σαχανια ἀπὸ υἱῶν Φορος Ζαχαριας καὶ μετ' αὐτοῦ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα·
Verse: 4    
ἀπὸ υἱῶν Φααϑμωαβ Ελιανα υἱὸς Ζαραια καὶ μετ' αὐτοῦ διακόσιοι τὰ ἀρσενικά·
Verse: 5    
ἀπὸ υἱῶν Ζαϑοης Σεχενιας υἱὸς Αζιηλ καὶ μετ' αὐτοῦ τριακόσιοι τὰ ἀρσενικά·
Verse: 6    
καὶ ἀπὸ υἱῶν Αδιν Ωβηϑ υἱὸς Ιωναϑαν καὶ μετ' αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά·
Verse: 7    
καὶ ἀπὸ υἱῶν Ηλαμ Ιεσια υἱὸς Αϑελια καὶ μετ' αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά·
Verse: 8    
καὶ ἀπὸ υἱῶν Σαϕατια Ζαβδια υἱὸς Μιχαηλ καὶ μετ' αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά·
Verse: 9    
καὶ ἀπὸ υἱῶν Ιωαβ Αβαδια υἱὸς Ιιηλ καὶ μετ' αὐτοῦ διακόσιοι δέκα ὀκτὼ τὰ ἀρσενικά·
Verse: 10    
καὶ ἀπὸ υἱῶν Βαανι Σαλιμουϑ υἱὸς Ιωσεϕια καὶ μετ' αὐτοῦ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά·
Verse: 11    
καὶ ἀπὸ υἱῶν Βαβι Ζαχαρια υἱὸς Βαβι καὶ μετ' αὐτοῦ ἑβδομήκοντα ὀκτὼ τὰ ἀρσενικά·
Verse: 12    
καὶ ἀπὸ υἱῶν Ασγαδ Ιωαναν υἱὸς Ακαταν καὶ μετ' αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά·
Verse: 13    
καὶ ἀπὸ υἱῶν Αδωνικαμ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Αλιϕαλατ, Ιιηλ καὶ Σαμαια καὶ μετ' αὐτῶν ἑξήκοντα τὰ ἀρσενικά·
Verse: 14    
καὶ ἀπὸ υἱῶν Βαγο Ουϑι καὶ μετ' αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά.
Verse: 15    
Καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Ευι, καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς. καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσιν, καὶ ἀπὸ υἱῶν Λευι οὐχ εὗρον ἐκεῖ·
Verse: 16    
καὶ ἀπέστειλα τῷ Ελεαζαρ, τῷ Αριηλ, τῷ Σαμαια καὶ τῷ Αλωναμ καὶ τῷ Ιαριβ καὶ τῷ Ελναϑαν καὶ τῷ Ναϑαν καὶ τῷ Ζαχαρια καὶ τῷ Μεσουλαμ ἄνδρας καὶ τῷ Ιωαριβ καὶ τῷ Ελναϑαν συνίοντας
Verse: 17    
καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντος ἐν ἀργυρίῳ τοῦ τόπου καὶ ἔϑηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελϕοὺς αὐτῶν τοὺς ναϑινιμ ἐν ἀργυρίῳ τοῦ τόπου τοῦ ἐνέγκαι ἡμῖν ᾄδοντας εἰς οἶκον ϑεοῦ ἡμῶν.
Verse: 18    
καὶ ἤλϑοσαν ἡμῖν, ὡς χεὶρ ϑεοῦ ἡμῶν ἀγαϑὴ ἐϕ' ἡμᾶς, ἀνὴρ σαχωλ ἀπὸ υἱῶν Μοολι υἱοῦ Λευι υἱοῦ Ισραηλ· καὶ ἀρχὴν ἤλϑοσαν υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ ὀκτωκαίδεκα·
Verse: 19    
καὶ τὸν Ασεβια καὶ τὸν Ωσαιαν ἀπὸ υἱῶν Μεραρι, ἀδελϕοὶ αὐτοῦ καὶ υἱοὶ αὐτῶν εἴκοσι·
Verse: 20    
καὶ ἀπὸ τῶν ναϑινιμ, ὧν ἔδωκεν Δαυιδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευιτῶν, ναϑινιμ διακόσιοι καὶ εἴκοσι· πάντες συνήχϑησαν ἐν ὀνόμασιν.
Verse: 21    
καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν Αουε τοῦ ταπεινωϑῆναι ἐνώπιον ϑεοῦ ἡμῶν ζητῆσαι παρ' αὐτοῦ ὁδὸν εὐϑεῖαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτήσει ἡμῶν.
Verse: 22    
ὅτι ᾐσχύνϑην αἰτήσασϑαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχϑροῦ ἐν τῇ ὁδῷ, ὅτι εἴπαμεν τῷ βασιλεῖ λέγοντες Χεὶρ τοῦ ϑεοῦ ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαϑόν, καὶ κράτος αὐτοῦ καὶ ϑυμὸς αὐτοῦ ἐπὶ πάντας ἐγκαταλείποντας αὐτόν.
Verse: 23    
καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ τοῦ ϑεοῦ ἡμῶν περὶ τούτου, καὶ ἐπήκουσεν ἡμῖν.
Verse: 24    
καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα, τῷ Σαραια, Ασαβια καὶ μετ' αὐτῶν ἀπὸ ἀδελϕῶν αὐτῶν δέκα,
Verse: 25    
καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου ϑεοῦ ἡμῶν, ὕψωσεν βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς Ισραηλ οἱ εὑρισκόμενοι.
Verse: 26    
καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια καὶ πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ἑκατὸν καὶ τάλαντα χρυσίου ἑκατὸν
Verse: 27    
καὶ καϕουρη χρυσοῖ εἴκοσι εἰς τὴν ὁδὸν χαμανιμ χίλιοι καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαϑοῦ διάϕορα ἐπιϑυμητὰ ἐν χρυσίῳ.
Verse: 28    
καὶ εἶπα πρὸς αὐτούς ῾Υμεῖς ἅγιοι τῷ κυρίῳ, καὶ τὰ σκεύη ἅγια, καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ κυρίῳ ϑεῷ πατέρων ὑμῶν·
Verse: 29    
ἀγρυπνεῖτε καὶ τηρεῖτε, ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν Ιερουσαλημ εἰς σκηνὰς οἴκου κυρίου.
Verse: 30    
καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ Λευῖται σταϑμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν ἐνεγκεῖν εἰς Ιερουσαλημ εἰς οἶκον ϑεοῦ ἡμῶν.
Verse: 31    
Καὶ ἐξήραμεν ἀπὸ τοῦ ποταμοῦ Αουε ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλϑεῖν εἰς Ιερουσαλημ· καὶ χεὶρ ϑεοῦ ἡμῶν ἦν ἐϕ' ἡμῖν, καὶ ἐρρύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχϑροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ.
Verse: 32    
καὶ ἤλϑομεν εἰς Ιερουσαλημ καὶ ἐκαϑίσαμεν ἐκεῖ ἡμέρας τρεῖς.
Verse: 33    
καὶ ἐγενήϑη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ ϑεοῦ ἡμῶν ἐπὶ χεῖρα Μεριμωϑ υἱοῦ Ουρια τοῦ ἱερέως καὶ μετ' αὐτοῦ Ελεαζαρ υἱὸς Φινεες καὶ μετ' αὐτῶν Ιωζαβαδ υἱὸς ᾽Ιησοῦ καὶ Νωαδια υἱὸς Βαναια οἱ Λευῖται
Verse: 34    
ἐν ἀριϑμῷ καὶ ἐν σταϑμῷ τὰ πάντα, καὶ ἐγράϕη πᾶς σταϑμός. ἐν τῷ καιρῷ ἐκείνῳ
Verse: 35    
οἱ ἐλϑόντες ἀπὸ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ ϑεῷ Ισραηλ μόσχους δώδεκα περὶ παντὸς Ισραηλ, κριοὺς ἐνενήκοντα ἕξ, ἀμνοὺς ἑβδομήκοντα καὶ ἑπτά, χιμάρους περὶ ἁμαρτίας δώδεκα, τὰ πάντα ὁλοκαυτώματα τῷ κυρίῳ.
Verse: 36    
καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ ἐπάρχοις πέραν τοῦ ποταμοῦ, καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ ϑεοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.