TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 428
Previous part

Book: Esr.I_(Esr.III) 
ΕΣΔΡΑΣ Α'


Chapter: 1 
Verse: 1    Καὶ ἤγαγεν Ιωσιας τὸ πασχα ἐν Ιερουσαλημ τῷ κυρίῳ αὐτοῦ καὶ ἔϑυσεν τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου
Verse: 2    
στήσας τοὺς ἱερεῖς κατ' ἐϕημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου.
Verse: 3    
καὶ εἶπεν τοῖς Λευίταις, ἱεροδούλοις τοῦ Ισραηλ, ἁγιάσαι ἑαυτοὺς τῷ κυρίῳ ἐν τῇ ϑέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ, ᾠκοδόμησεν Σαλωμων τοῦ Δαυιδ βασιλεύς Οὐκ ἔσται ὑμῖν ἆραι ἐπ' ὤμων αὐτήν·
Verse: 4    
καὶ νῦν λατρεύετε τῷ κυρίῳ ϑεῷ ὑμῶν καὶ ϑεραπεύετε τὸ ἔϑνος αὐτοῦ Ισραηλ καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς ϕυλὰς ὑμῶν κατὰ τὴν γραϕὴν Δαυιδ βασιλέως Ισραηλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμων τοῦ υἱοῦ αὐτοῦ
Verse: 5    
καὶ στάντες ἐν τῷ ἱερῷ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν τῶν ἔμπροσϑεν τῶν ἀδελϕῶν ὑμῶν υἱῶν Ισραηλ ἐν τάξει
Verse: 6    
ϑύσατε τὸ πασχα καὶ τὰς ϑυσίας ἑτοιμάσατε τοῖς ἀδελϕοῖς ὑμῶν καὶ ποιήσατε τὸ πασχα κατὰ τὸ πρόσταγμα τοῦ κυρίου τὸ δοϑὲν τῷ Μωυσῇ.
Verse: 7    
καὶ ἐδωρήσατο Ιωσιας τῷ λαῷ τῷ εὑρεϑέντι ἀρνῶν καὶ ἐρίϕων τριάκοντα χιλιάδας, μόσχους τρισχιλίους· ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόϑη κατ' ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευίταις.
Verse: 8    
καὶ ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ησυηλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πασχα πρόβατα δισχίλια ἑξακόσια, μόσχους τριακοσίους.
Verse: 9    
καὶ Ιεχονιας καὶ Σαμαιας καὶ Ναϑαναηλ ἀδελϕὸς καὶ Ασαβιας καὶ Οχιηλος καὶ Ιωραμ χιλίαρχοι ἔδωκαν τοῖς Λευίταις εἰς πασχα πρόβατα πεντακισχίλια, μόσχους ἑπτακοσίους.
Verse: 10    
καὶ ταῦτα τὰ γενόμενα· εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται
Verse: 11    
ἔχοντες τὰ ἄζυμα κατὰ τὰς ϕυλὰς
Verse: 12    
καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσϑεν τοῦ λαοῦ προσενεγκεῖν τῷ κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ, καὶ οὕτω τὸ πρωινόν.
Verse: 13    
καὶ ὤπτησαν τὸ πασχα πυρὶ ὡς καϑήκει καὶ τὰς ϑυσίας ἥψησαν ἐν τοῖς χαλκείοις καὶ λέβησιν μετ' εὐωδίας καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ.
Verse: 14    
μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελϕοῖς αὐτῶν υἱοῖς Ααρων· οἱ γὰρ ἱερεῖς ἀνέϕερον τὰ στέατα ἕως ἀωρίας, καὶ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελϕοῖς αὐτῶν υἱοῖς Ααρων.
Verse: 15    
καὶ οἱ ἱεροψάλται υἱοὶ Ασαϕ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν κατὰ τὰ ὑπὸ Δαυιδ τεταγμένα καὶ Ασαϕ καὶ Ζαχαριας καὶ Εδδινους οἱ παρὰ τοῦ βασιλέως, καὶ οἱ ϑυρωροὶ ἐϕ' ἑκάστου πυλῶνος· οὐκ ἔστιν παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐϕημερίαν, οἱ γὰρ ἀδελϕοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς.
Verse: 16    
καὶ συνετελέσϑη τὰ τῆς ϑυσίας τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἀχϑῆναι τὸ πασχα καὶ προσενεχϑῆναι τὰς ϑυσίας ἐπὶ τὸ τοῦ κυρίου ϑυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασιλέως Ιωσιου.
Verse: 17    
καὶ ἠγάγοσαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεϑέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πασχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά.
Verse: 18    
καὶ οὐκ ἤχϑη τὸ πασχα τοιοῦτο ἐν τῷ Ισραηλ ἀπὸ τῶν χρόνων Σαμουηλ τοῦ προϕήτου,
Verse: 19    
καὶ πάντες οἱ βασιλεῖς τοῦ Ισραηλ οὐκ ἠγάγοσαν πασχα τοιοῦτον, οἷον ἤγαγεν Ιωσιας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ Ιουδαῖοι καὶ πᾶς Ισραηλ οἱ εὑρεϑέντες ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ιερουσαλημ·
Verse: 20    
ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ιωσιου ἤχϑη τὸ πασχα τοῦτο.
Verse: 21    
καὶ ὠρϑώϑη τὰ ἔργα Ιωσιου ἐνώπιον τοῦ κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας.
Verse: 22    
καὶ τὰ κατ' αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσϑεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρὰ πᾶν ἔϑνος καὶ βασιλείαν, καὶ ἐλύπησαν αὐτὸν ἐν αἰσϑήσει, καὶ οἱ λόγοι τοῦ κυρίου ἀνέστησαν ἐπὶ Ισραηλ.
Verse: 23    
Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ιωσιου συνέβη Φαραω βασιλέα Αἰγύπτου ἐλϑόντα πόλεμον ἐγεῖραι ἐν Χαρκαμυς ἐπὶ τοῦ Εὐϕράτου, καὶ ἐξῆλϑεν εἰς ἀπάντησιν αὐτῷ Ιωσιας.
Verse: 24    
καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου πρὸς αὐτὸν λέγων Τί ἐμοὶ καὶ σοί ἐστιν, βασιλεῦ τῆς Ιουδαίας;
Verse: 25    
οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ κυρίου τοῦ ϑεοῦ, ἐπὶ γὰρ τοῦ Εὐϕράτου πόλεμός μού ἐστιν. καὶ νῦν κύριος μετ' ἐμοῦ ἐστιν, καὶ κύριος μετ' ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηϑι καὶ μὴ ἐναντιοῦ τῷ κυρίῳ.
Verse: 26    
καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ιωσιας ἐπὶ τὸ ἅρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπιχειρεῖ οὐ προσέχων ῥήμασιν Ιερεμιου προϕήτου ἐκ στόματος κυρίου·
Verse: 27    
ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μαγεδδαους, καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς τὸν βασιλέα Ιωσιαν.
Verse: 28    
καὶ εἶπεν βασιλεὺς τοῖς παισὶν αὐτοῦ ᾽Αποστήσατέ με ἀπὸ τῆς μάχης, ἠσϑένησα γὰρ λίαν. καὶ εὐϑέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως,
Verse: 29    
καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ· καὶ ἀποκατασταϑεὶς εἰς Ιερουσαλημ μετήλλαξεν τὸν βίον αὐτοῦ καὶ ἐτάϕη ἐν τῷ πατρικῷ τάϕῳ.
Verse: 30    
καὶ ἐν ὅλῃ τῇ Ιουδαίᾳ ἐπένϑησαν τὸν Ιωσιαν, καὶ ἐϑρήνησεν Ιερεμιας προϕήτης ὑπὲρ Ιωσιου, καὶ οἱ προκαϑήμενοι σὺν γυναιξὶν ἐϑρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐξεδόϑη τοῦτο γίνεσϑαι αἰεὶ εἰς ἅπαν τὸ γένος Ισραηλ.
Verse: 31    
ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βύβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς Ιουδαίας· καὶ τὸ καϑ' ἓν πραχϑὲν τῆς πράξεως Ιωσιου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ κυρίου, τά τε προπραχϑέντα ὑπ' αὐτοῦ καὶ τὰ νῦν, ἱστόρηται ἐν τῷ βυβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα.
Verse: 32    
Καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔϑνους τὸν Ιεχονιαν υἱὸν Ιωσιου ἀνέδειξαν βασιλέα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ ὄντα ἐτῶν εἴκοσι τριῶν.
Verse: 33    
καὶ ἐβασίλευσεν ἐν Ιουδα καὶ Ιερουσαλημ μῆνας τρεῖς. καὶ ἀπεκατέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου βασιλεύειν ἐν Ιερουσαλημ
Verse: 34    
καὶ ἐζημίωσεν τὸ ἔϑνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί.
Verse: 35    
καὶ ἀνέδειξεν βασιλεὺς Αἰγύπτου βασιλέα Ιωακιμ τὸν ἀδελϕὸν αὐτοῦ, βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ.
Verse: 36    
καὶ ἔδησεν Ιωακιμ τοὺς μεγιστᾶνας, Ζαριον δὲ τὸν ἀδελϕὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου.
Verse: 37    
᾽Ετῶν δὲ ἦν εἴκοσι πέντε Ιωακιμ, ὅτε ἐβασίλευσεν τῆς Ιουδαίας καὶ Ιερουσαλημ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου.
Verse: 38    
ἐπ' αὐτὸν δὲ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ δήσας αὐτὸν ἐν χαλκείῳ δεσμῷ ἀπήγαγεν εἰς Βαβυλῶνα.
Verse: 39    
καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ κυρίου λαβὼν Ναβουχοδονοσορ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι.
Verse: 40    
τὰ δὲ ἱστορηϑέντα περὶ αὐτοῦ καὶ τῆς αὐτοῦ ἀκαϑαρσίας καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων.
Verse: 41    
Καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ιωακιμ υἱὸς αὐτοῦ· ὅτε γὰρ ἀνεδείχϑη, ἦν ἐτῶν δέκα ὀκτώ,
Verse: 42    
βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἔναντι κυρίου.
Verse: 43    
Καὶ μετ' ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονοσορ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἅμα τοῖς ἱεροῖς σκεύεσιν τοῦ κυρίου
Verse: 44    
καὶ ἀνέδειξε Σεδεκιαν βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ, Σεδεκιαν ὄντα ἐτῶν εἴκοσι ἑνός, βασιλεύει δὲ ἔτη ἕνδεκα.
Verse: 45    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ῥηϑέντων λόγων ὑπὸ Ιερεμιου τοῦ προϕήτου ἐκ στόματος τοῦ κυρίου.
Verse: 46    
καὶ ὁρκισϑεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονοσορ τῷ ὀνόματι τοῦ κυρίου ἐπιορκήσας ἀπέστη καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα κυρίου ϑεοῦ Ισραηλ.
Verse: 47    
καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπὲρ πάσας τὰς ἀκαϑαρσίας πάντων τῶν ἐϑνῶν καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ κυρίου τὸ ἁγιαζόμενον ἐν Ιεροσολύμοις.
Verse: 48    
καὶ ἀπέστειλεν ϑεὸς τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς, καϑὸ ἐϕείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτοῦ.
Verse: 49    
αὐτοὶ δὲ ἐξεμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ἡμέρᾳ ἐλάλησεν κύριος, ἦσαν ἐκπαίζοντες τοὺς προϕήτας αὐτοῦ ἕως τοῦ ϑυμωϑέντα αὐτὸν ἐπὶ τῷ ἔϑνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ' αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων.
Verse: 50    
οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομϕαίᾳ περικύκλῳ τοῦ ἁγίου αὐτῶν ἱεροῦ καὶ οὐκ ἐϕείσαντο νεανίσκου καὶ παρϑένου καὶ πρεσβύτου καὶ νεωτέρου, ἀλλὰ πάντας παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν.
Verse: 51    
καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποϑήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλῶνα.
Verse: 52    
καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου καὶ ἔλυσαν τὰ τείχα Ιεροσολύμων καὶ τοὺς πύργους αὐτῶν ἐνεπύρισαν ἐν πυρὶ
Verse: 53    
καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι· καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ ῥομϕαίας εἰς Βαβυλῶνα.
Verse: 54    
καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ιερεμιου
Verse: 55    
῞Εως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς, σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.