TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 429
Previous part

Chapter: 2 
Verse: 1    Βασιλεύοντος Κύρου Περσῶν ἔτους πρώτου εἰς συντέλειαν ῥήματος κυρίου ἐν στόματι Ιερεμιου ἤγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἅμα διὰ γραπτῶν λέγων
Verse: 2    
Τάδε λέγει βασιλεὺς Περσῶν Κῦρος ᾽Εμὲ ἀνέδειξεν βασιλέα τῆς οἰκουμένης κύριος τοῦ Ισραηλ, κύριος ὕψιστος, καὶ ἐσήμηνέν μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ τῇ ἐν τῇ Ιουδαίᾳ.
Verse: 3    
εἴ τίς ἐστιν οὖν ὑμῶν ἐκ τοῦ ἔϑνους αὐτοῦ, ἔστω κύριος αὐτοῦ μετ' αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ιερουσαλημ τὴν ἐν τῇ Ιουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ κυρίου τοῦ Ισραηλ [οὗτος κύριος κατασκηνώσας ἐν Ιερουσαλημ].
Verse: 4    
ὅσοι οὖν κατὰ τόπους οἰκοῦσιν, βοηϑείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ ἐν δόσεσιν μεϑ' ἵππων καὶ κτηνῶν σὺν τοῖς ἄλλοις τοῖς κατ' εὐχὰς προστεϑειμένοις εἰς τὸ ἱερὸν τοῦ κυρίου τὸ ἐν Ιερουσαλημ.
Verse: 5    
καὶ καταστάντες οἱ ἀρχίϕυλοι τῶν πατριῶν τῆς Ιουδα καὶ Βενιαμιν ϕυλῆς καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντων ὧν ἤγειρεν κύριος τὸ πνεῦμα ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ κυρίῳ τὸν ἐν Ιερουσαλημ,
Verse: 6    
καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήϑησαν ἐν πᾶσιν, ἀργυρίῳ καὶ χρυσίῳ, ἵπποις καὶ κτήνεσιν καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν, ὧν νοῦς ἠγέρϑη.
Verse: 7    
καὶ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ ἱερὰ σκεύη τοῦ κυρίου, μετήγαγεν Ναβουχοδονοσορ ἐξ Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ ἑαυτοῦ εἰδωλίῳ·
Verse: 8    
ἐξενέγκας δὲ αὐτὰ Κῦρος βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιϑριδάτῃ τῷ ἑαυτοῦ γαζοϕύλακι, διὰ δὲ τούτου παρεδόϑησαν Σαναβασσάρῳ προστάτῃ τῆς Ιουδαίας.
Verse: 9    
δὲ τούτων ἀριϑμὸς ἦν· σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, ϑυίσκαι ἀργυραῖ εἴκοσι ἐννέα,
Verse: 10    
ϕιάλαι χρυσαῖ τριάκοντα, ἀργυραῖ δισχίλιαι τετρακόσιαι δέκα καὶ ἄλλα σκεύη χίλια.
Verse: 11    
τὰ δὲ πάντα σκεύη διεκομίσϑη, χρυσᾶ καὶ ἀργυρᾶ, πεντακισχίλια τετρακόσια ἑξήκοντα ἐννέα, ἀνηνέχϑη δὲ ὑπὸ Σαναβασσάρου ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς Ιεροσόλυμα.
Verse: 12    
᾽Εν δὲ τοῖς ἐπὶ ᾽Αρταξέρξου τοῦ Περσῶν βασιλέως χρόνοις κατέγραψεν αὐτῷ κατὰ τῶν κατοικούντων ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ Βεσλεμος καὶ Μιϑραδάτης καὶ Ταβελλιος καὶ Ραουμος καὶ Βεελτέεμος καὶ Σαμσαῖος γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις, τὴν ὑπογεγραμμένην ἐπιστολήν
Verse: 13    
Βασιλεῖ ᾽Αρταξέρξῃ κυρίῳ οἱ παῖδές σου Ραουμος τὰ προσπίπτοντα καὶ Σαμσαῖος γραμματεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν κριταὶ οἱ ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ·
Verse: 14    
καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ διότι οἱ Ιουδαῖοι ἀναβάντες παρ' ὑμῶν πρὸς ἡμᾶς, ἐλϑόντες εἰς Ιερουσαλημ, τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν, τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη ϑεραπεύουσιν καὶ ναὸν ὑποβάλλονται.
Verse: 15    
ἐὰν οὖν πόλις αὕτη οἰκοδομηϑῇ καὶ τὰ τείχη συντελεσϑῇ, ϕορολογίαν οὐ μὴ ὑπομείνωσιν δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται.
Verse: 16    
καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο, ἀλλὰ προσϕωνῆσαι τῷ κυρίῳ βασιλεῖ, ὅπως, ἂν ϕαίνηταί σοι, ἐπισκεϕϑῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις·
Verse: 17    
καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς τὰ γεγραμμένα περὶ τούτων καὶ γνώσῃ ὅτι πόλις ἦν ἐκείνη ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα καὶ οἱ Ιουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, δι' ἣν αἰτίαν καὶ πόλις αὕτη ἠρημώϑη.
Verse: 18    
νῦν οὖν ὑποδείκνυμέν σοι, κύριε βασιλεῦ, διότι, ἐὰν πόλις αὕτη οἰκοδομηϑῇ καὶ τὰ ταύτης τείχη ἀνασταϑῇ, κάϑοδός σοι οὐκέτι ἔσται εἰς Κοίλην Συρίαν καὶ Φοινίκην.
Verse: 19    
τότε ἀντέγραψεν βασιλεὺς Ραούμῳ τῷ γράϕοντι τὰ προσπίπτοντα καὶ Βεελτεέμῳ καὶ Σαμσαίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν τῇ Σαμαρείᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ τὰ ὑπογεγραμμένα
Verse: 20    
᾽Ανέγνων τὴν ἐπιστολήν, ἣν πεπόμϕατε πρός με.
Verse: 21    
ἐπέταξα οὖν ἐπισκέψασϑαι, καὶ εὑρέϑη ὅτι ἐστὶν πόλις ἐκείνη ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα καὶ οἱ ἄνϑρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες
Verse: 22    
καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν Ιερουσαλημ κυριεύοντες καὶ ϕορολογοῦντες Κοίλην Συρίαν καὶ Φοινίκην.
Verse: 23    
νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνϑρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν
Verse: 24    
καὶ προνοηϑῆναι ὅπως μηϑὲν παρὰ ταῦτα γένηται καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι.
Verse: 25    
τότε ἀναγνωσϑέντων τῶν παρὰ τοῦ βασιλέως ᾽Αρταξέρξου γραϕέντων Ραουμος καὶ Σαμσαῖος γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ιερουσαλημ μεϑ' ἵππου καὶ ὄχλου παρατάξεως ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας.
Verse: 26    
καὶ ἤργει οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν Ιερουσαλημ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.