TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 430
Previous part

Chapter: 3 
Verse: 1    Καὶ βασιλεὺς Δαρεῖος ἐποίησεν δοχὴν μεγάλην πᾶσιν τοῖς ὑπ' αὐτὸν καὶ πᾶσιν τοῖς οἰκογενέσιν αὐτοῦ καὶ πᾶσιν τοῖς μεγιστᾶσιν τῆς Μηδίας καὶ τῆς Περσίδος
Verse: 2    
καὶ πᾶσιν τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπ' αὐτὸν ἀπὸ τῆς ᾽Ινδικῆς μέχρι τῆς Αἰϑιοπίας ἐν ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις.
Verse: 3    
καὶ ἐϕάγοσαν καὶ ἐπίοσαν καὶ ἐμπλησϑέντες ἀνέλυσαν, δὲ Δαρεῖος βασιλεὺς ἀνέλυσεν εἰς τὸν κοιτῶνα καὶ ἐκοιμήϑη καὶ ἔξυπνος ἐγένετο.
Verse: 4    
τότε οἱ τρεῖς νεανίσκοι οἱ σωματοϕύλακες οἱ ϕυλύσσοντες τὸ σῶμα τοῦ βασιλέως εἶπαν ἕτερος πρὸς τὸν ἕτερον
Verse: 5    
Εἴπωμεν ἕκαστος ἡμῶν ἕνα λόγον, ὃς ὑπερισχύσει· καὶ οὗ ἂν ϕανῇ τὸ ῥῆμα αὐτοῦ σοϕώτερον τοῦ ἑτέρου, δώσει αὐτῷ Δαρεῖος βασιλεὺς δωρεὰς μεγάλας καὶ ἐπινίκια μεγάλα
Verse: 6    
καὶ πορϕύραν περιβαλέσϑαι καὶ ἐν χρυσώμασιν πίνειν καὶ ἐπὶ χρυσῷ καϑεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βυσσίνην καὶ μανιάκην περὶ τὸν τράχηλον,
Verse: 7    
καὶ δεύτερος καϑιεῖται Δαρείου διὰ τὴν σοϕίαν αὐτοῦ καὶ συγγενὴς Δαρείου κληϑήσεται.
Verse: 8    
καὶ τότε γράψαντες ἕκαστος τὸν ἑαυτοῦ λόγον ἐσϕραγίσαντο καὶ ἔϑηκαν ὑπὸ τὸ προσκεϕάλαιον Δαρείου τοῦ βασιλέως καὶ εἶπαν
Verse: 9    
῞Οταν ἐγερϑῇ βασιλεύς, δώσουσιν αὐτῷ τὸ γράμμα, καὶ ὃν ἂν κρίνῃ βασιλεὺς καὶ οἱ τρεῖς μεγιστᾶνες τῆς Περσίδος ὅτι λόγος αὐτοῦ σοϕώτερος, αὐτῷ δοϑήσεται τὸ νῖκος καϑὼς γέγραπται.
Verse: 10    
εἷς ἔγραψεν ῾Υπερισχύει οἶνος.
Verse: 11    
ἕτερος ἔγραψεν ῾Υπερισχύει βασιλεύς.
Verse: 12    
τρίτος ἔγραψεν ῾Υπερισχύουσιν αἱ γυναῖκες, ὑπὲρ δὲ πάντα νικᾷ ἀλήϑεια.
Verse: 13    
καὶ ὅτε ἐξηγέρϑη βασιλεύς, λαβόντες τὸ γράμμα ἔδωκαν αὐτῷ, καὶ ἀνέγνω.
Verse: 14    
καὶ ἐξαποστείλας ἐκάλεσεν πάντας τοὺς μεγιστᾶνας τῆς Περσίδος καὶ τῆς Μηδίας καὶ σατράπας καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπάτους καὶ ἐκάϑισεν ἐν τῷ χρηματιστηρίῳ, καὶ ἀνεγνώσϑη τὸ γράμμα ἐνώπιον αὐτῶν.
Verse: 15    
καὶ εἶπεν Καλέσατε τοὺς νεανίσκους, καὶ αὐτοὶ δηλώσουσιν τοὺς λόγους αὐτῶν· καὶ ἐκλήϑησαν καὶ εἰσήλϑοσαν.
Verse: 16    
καὶ εἶπαν αὐτοῖς ᾽Απαγγείλατε ἡμῖν περὶ τῶν γεγραμμένων.
Verse: 17    
Καὶ ἤρξατο πρῶτος εἴπας περὶ τῆς ἰσχύος τοῦ οἴνου καὶ ἔϕη οὕτως
Verse: 18    
῎Ανδρες, πῶς ὑπερισχύει οἶνος; πάντας τοὺς ἀνϑρώπους τοὺς πίνοντας αὐτὸν πλανᾷ τὴν διάνοιαν.
Verse: 19    
τοῦ τε βασιλέως καὶ τοῦ ὀρϕανοῦ ποιεῖ τὴν διάνοιαν μίαν, τήν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευϑέρου, τήν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου.
Verse: 20    
καὶ πᾶσαν διάνοιαν μεταστρέϕει εἰς εὐωχίαν καὶ εὐϕροσύνην καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀϕείλημα.
Verse: 21    
καὶ πάσας καρδίας ποιεῖ πλουσίας καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν.
Verse: 22    
καὶ οὐ μέμνηται, ὅταν πίνωσιν, ϕιλιάζειν ϕίλοις καὶ ἀδελϕοῖς, καὶ μετ' οὐ πολὺ σπῶνται μαχαίρας·
Verse: 23    
καὶ ὅταν ἀπὸ τοῦ οἴνου γενηϑῶσιν, οὐ μέμνηται ἔπραξαν.
Verse: 24    
ἄνδρες, οὐχ ὑπερισχύει οἶνος, ὅτι οὕτως ἀναγκάζει ποιεῖν; καὶ ἐσίγησεν οὕτως εἴπας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.