TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 431
Previous part

Chapter: 4 
Verse: 1    Καὶ ἤρξατο δεύτερος λαλεῖν εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέως
Verse: 2    
῏Ω ἄνδρες, οὐχ ὑπερισχύουσιν οἱ ἄνϑρωποι τὴν γῆν καὶ τὴν ϑάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς;
Verse: 3    
δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν, καὶ πᾶν, ἐὰν εἴπῃ αὐτοῖς, ἐνακούουσιν.
Verse: 4    
ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον, ποιοῦσιν· ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους, βαδίζουσιν καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους.
Verse: 5    
ϕονεύουσιν καὶ ϕονεύονται καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν· ἐὰν δὲ νικήσωσιν, τῷ βασιλεῖ κομίζουσιν πάντα, καὶ ὅσα ἐὰν προνομεύσωσιν, καὶ τὰ ἄλλα πάντα.
Verse: 6    
καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν, ἀλλὰ γεωργοῦσιν τὴν γῆν, πάλιν ὅταν σπείρωσι, ϑερίσαντες ἀναϕέρουσιν τῷ βασιλεῖ· καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναϕέρουσι τοὺς ϕόρους τῷ βασιλεῖ.
Verse: 7    
καὶ αὐτὸς εἷς μόνος ἐστίν· ἐὰν εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· εἶπεν ἀϕεῖναι, ἀϕίουσιν·
Verse: 8    
εἶπε πατάξαι, τύπτουσιν· εἶπεν ἐρημῶσαι, ἐρημοῦσιν· εἶπεν οἰκοδομῆσαι, οἰκοδομοῦσιν·
Verse: 9    
εἶπεν ἐκκόψαι, ἐκκόπτουσιν· εἶπεν ϕυτεῦσαι, ϕυτεύουσιν.
Verse: 10    
καὶ πᾶς λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσιν.
Verse: 11    
πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται, ἐσϑίει καὶ πίνει καὶ καϑεύδει, αὐτοὶ δὲ τηροῦσιν κύκλῳ περὶ αὐτὸν καὶ οὐ δύνανται ἕκαστος ἀπελϑεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ οὐδὲ παρακούουσιν αὐτοῦ.
Verse: 12    
ἄνδρες, πῶς οὐχ ὑπερισχύει βασιλεύς, ὅτι οὕτως ἐπακουστός ἐστιν; καὶ ἐσίγησεν.
Verse: 13    
῾Ο δὲ τρίτος εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληϑείας οὗτός ἐστιν Ζοροβαβελ ἤρξατο λαλεῖν
Verse: 14    
῎Ανδρες, οὐ μέγας βασιλεὺς καὶ πολλοὶ οἱ ἄνϑρωποι καὶ οἶνος ἰσχύει; τίς οὖν δεσπόζων αὐτῶν τίς κυριεύων αὐτῶν; οὐχ αἱ γυναῖκες;
Verse: 15    
αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαόν, ὃς κυριεύει τῆς ϑαλάσσης καὶ τῆς γῆς·
Verse: 16    
καὶ ἐξ αὐτῶν ἐγένοντο, καὶ αὗται ἐξέϑρεψαν αὐτοὺς τοὺς ϕυτεύοντας τοὺς ἀμπελῶνας, ἐξ ὧν οἶνος γίνεται.
Verse: 17    
καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνϑρώπων, καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνϑρώποις, καὶ οὐ δύνανται οἱ ἄνϑρωποι εἶναι χωρὶς τῶν γυναικῶν.
Verse: 18    
ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον καὶ ἴδωσιν γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει,
Verse: 19    
καὶ ταῦτα πάντα ἀϕέντες εἰς αὐτὴν ἐγκέχηναν καὶ χάσκοντες τὸ στόμα ϑεωροῦσιν αὐτήν, καὶ πάντες αὐτὴν αἱρετίζουσιν μᾶλλον τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον.
Verse: 20    
ἄνϑρωπος τὸν ἑαυτοῦ πατέρα ἐγκαταλείπει, ὃς ἐξέϑρεψεν αὐτόν, καὶ τὴν ἰδίαν χώραν καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται·
Verse: 21    
καὶ μετὰ τῆς γυναικὸς ἀϕίησι τὴν ψυχὴν καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν.
Verse: 22    
καὶ ἐντεῦϑεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν· οὐχὶ πονεῖτε καὶ μοχϑεῖτε καὶ πάντα ταῖς γυναιξὶν δίδοτε καὶ ϕέρετε;
Verse: 23    
καὶ λαμβάνει ἄνϑρωπος τὴν ῥομϕαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν καὶ εἰς τὴν ϑάλασσαν πλεῖν καὶ ποταμούς·
Verse: 24    
καὶ τὸν λέοντα ϑεωρεῖ καὶ ἐν σκότει βαδίζει, καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ, τῇ ἐρωμένῃ ἀποϕέρει.
Verse: 25    
καὶ πλεῖον ἀγαπᾷ ἄνϑρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον τὸν πατέρα καὶ τὴν μητέρα·
Verse: 26    
καὶ πολλοὶ ἀπενοήϑησαν ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας καὶ δοῦλοι ἐγένοντο δι' αὐτάς,
Verse: 27    
καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσϕάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας.
Verse: 28    
καὶ νῦν οὐ πιστεύετέ μοι; οὐχὶ μέγας βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ; οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασϑαι αὐτοῦ;
Verse: 29    
ἐϑεώρουν αὐτὸν καὶ ᾽Απάμην τὴν ϑυγατέρα Βαρτάκου τοῦ ϑαυμαστοῦ τὴν παλλακὴν τοῦ βασιλέως καϑημένην ἐν δεξιᾷ τοῦ βασιλέως
Verse: 30    
καὶ ἀϕαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεϕαλῆς τοῦ βασιλέως καὶ ἐπιτιϑοῦσαν ἑαυτῇ καὶ ἐρράπιζεν τὸν βασιλέα τῇ ἀριστερᾷ.
Verse: 31    
καὶ πρὸς τούτοις βασιλεὺς χάσκων τὸ στόμα ἐϑεώρει αὐτήν· καὶ ἐὰν προσγελάσῃ αὐτῷ, γελᾷ· ἐὰν δὲ πικρανϑῇ ἐπ' αὐτόν, κολακεύει αὐτήν, ὅπως διαλλαγῇ αὐτῷ.
Verse: 32    
ἄνδρες, πῶς οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες, ὅτι οὕτως πράσσουσιν;
Verse: 33    
καὶ τότε βασιλεὺς καὶ οἱ μεγιστᾶνες ἐνέβλεπον ἕτερος πρὸς τὸν ἕτερον.
Verse: 34    
καὶ ἤρξατο λαλεῖν περὶ τῆς ἀληϑείας ῎Ανδρες, οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες; μεγάλη γῆ, καὶ ὑψηλὸς οὐρανός, καὶ ταχὺς τῷ δρόμῳ ἥλιος, ὅτι στρέϕεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν μιᾷ ἡμέρᾳ.
Verse: 35    
οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ; καὶ ἀλήϑεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα.
Verse: 36    
πᾶσα γῆ τὴν ἀλήϑειαν καλεῖ, καὶ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει, καὶ οὐκ ἔστιν μετ' αὐτοῦ ἄδικον οὐϑέν.
Verse: 37    
ἄδικος οἶνος, ἄδικος βασιλεύς, ἄδικοι αἱ γυναῖκες, ἄδικοι πάντες οἱ υἱοὶ τῶν ἀνϑρώπων, καὶ ἄδικα πάντα τὰ ἔργα αὐτῶν, πάντα τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήϑεια, καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται.
Verse: 38    
δὲ ἀλήϑεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Verse: 39    
καὶ οὐκ ἔστιν παρ' αὐτῇ λαμβάνειν πρόσωπα οὐδὲ διάϕορα, ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν· καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς, καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐϑὲν ἄδικον.
Verse: 40    
καὶ αὐτῇ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἐξουσία καὶ μεγαλειότης τῶν πάντων αἰώνων. εὐλογητὸς ϑεὸς τῆς ἀληϑείας.
Verse: 41    
καὶ ἐσιώπησεν τοῦ λαλεῖν· καὶ πᾶς λαὸς τότε ἐϕώνησεν, καὶ τότε εἶπον Μεγάλη ἀλήϑεια καὶ ὑπερισχύει.
Verse: 42    
Τότε βασιλεὺς εἶπεν αὐτῷ Αἴτησαι ϑέλεις πλείω τῶν γεγραμμένων, καὶ δώσομέν σοι, ὃν τρόπον εὑρέϑης σοϕώτερος· καὶ ἐχόμενός μου καϑήσῃ καὶ συγγενής μου κληϑήσῃ.
Verse: 43    
τότε εἶπεν τῷ βασιλεῖ Μνήσϑητι τὴν εὐχήν, ἣν ηὔξω οἰκοδομῆσαι τὴν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ, τὸ βασίλειόν σου παρέλαβες,
Verse: 44    
καὶ πάντα τὰ σκεύη τὰ λημϕϑέντα ἐξ Ιερουσαλημ ἐκπέμψαι, ἐξεχώρισεν Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα, καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ.
Verse: 45    
καὶ σὺ εὔξω οἰκοδομῆσαι τὸν ναόν, ὃν ἐνεπύρισαν οἱ Ιδουμαῖοι, ὅτε ἠρημώϑη Ιουδαία ὑπὸ τῶν Χαλδαίων.
Verse: 46    
καὶ νῦν τοῦτό ἐστιν, σε ἀξιῶ, κύριε βασιλεῦ, καὶ αἰτοῦμαί σε, καὶ αὕτη ἐστὶν μεγαλωσύνη παρὰ σοῦ· δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχήν, ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου.
Verse: 47    
τότε ἀναστὰς Δαρεῖος βασιλεὺς κατεϕίλησεν αὐτὸν καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν Ιερουσαλημ.
Verse: 48    
καὶ πᾶσι τοῖς τοπάρχαις ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταϕέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ιερουσαλημ καὶ ὅπως οἰκοδομήσωσιν μετ' αὐτοῦ τὴν πόλιν.
Verse: 49    
καὶ ἔγραψεν πᾶσι τοῖς Ιουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ιουδαίαν ὑπὲρ τῆς ἐλευϑερίας, πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσϑαι ἐπὶ τὰς ϑύρας αὐτῶν,
Verse: 50    
καὶ πᾶσαν τὴν χώραν, ἣν κρατήσουσιν, ἀϕορολόγητον αὐτοῖς ὑπάρχειν, καὶ ἵνα οἱ Ιδουμαῖοι ἀϕιῶσι τὰς κώμας ἃς διακρατοῦσιν τῶν Ιουδαίων,
Verse: 51    
καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοϑῆναι κατ' ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηϑῆναι,
Verse: 52    
καὶ ἐπὶ τὸ ϑυσιαστήριον ὁλοκαυτώματα καρποῦσϑαι καϑ' ἡμέραν, καϑὰ ἔχουσιν ἐντολὴν ἑπτακαίδεκα προσϕέρειν, ἄλλα τάλαντα δέκα κατ' ἐνιαυτόν,
Verse: 53    
καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν ὑπάρχειν τὴν ἐλευϑερίαν, αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν.
Verse: 54    
ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν, ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ.
Verse: 55    
καὶ τοῖς Λευίταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως ἧς ἡμέρας ἐπιτελεσϑῇ οἶκος καὶ Ιερουσαλημ οἰκοδομηϑῆναι,
Verse: 56    
καὶ πᾶσι τοῖς ϕρουροῦσι τὴν πόλιν, ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια.
Verse: 57    
καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη, ἐξεχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος· καὶ πάντα, ὅσα εἶπεν Κῦρος ποιῆσαι, καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ιερουσαλημ.
Verse: 58    
Καὶ ὅτε ἐξῆλϑεν νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ιερουσαλημ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων
Verse: 59    
Παρὰ σοῦ νίκη, καὶ παρὰ σοῦ σοϕία, καὶ σὴ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης.
Verse: 60    
εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοϕίαν· καὶ σοὶ ὁμολογῶ, δέσποτα τῶν πατέρων.
Verse: 61    
καὶ ἔλαβεν τὰς ἐπιστολὰς καὶ ἐξῆλϑεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλεν τοῖς ἀδελϕοῖς αὐτοῦ πᾶσιν.
Verse: 62    
καὶ εὐλόγησαν τὸν ϑεὸν τῶν πατέρων αὐτῶν, ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄϕεσιν
Verse: 63    
ἀναβῆναι καὶ οἰκοδομῆσαι Ιερουσαλημ καὶ τὸ ἱερόν, οὗ ὠνομάσϑη τὸ ὄνομα αὐτοῦ ἐπ' αὐτῷ, καὶ ἐκωϑωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.