TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 431
Chapter: 4
Verse: 1
Καὶ
ἤρξατο
ὁ
δεύτερος
λαλεῖν
ὁ
εἴπας
περὶ
τῆς
ἰσχύος
τοῦ
βασιλέως
Verse: 2
῏Ω
ἄνδρες
,
οὐχ
ὑπερισχύουσιν
οἱ
ἄνϑρωποι
τὴν
γῆν
καὶ
τὴν
ϑάλασσαν
κατακρατοῦντες
καὶ
πάντα
τὰ
ἐν
αὐτοῖς
;
Verse: 3
ὁ
δὲ
βασιλεὺς
ὑπερισχύει
καὶ
κυριεύει
αὐτῶν
καὶ
δεσπόζει
αὐτῶν
,
καὶ
πᾶν
,
ὃ
ἐὰν
εἴπῃ
αὐτοῖς
,
ἐνακούουσιν
.
Verse: 4
ἐὰν
εἴπῃ
αὐτοῖς
ποιῆσαι
πόλεμον
ἕτερος
πρὸς
τὸν
ἕτερον
,
ποιοῦσιν
·
ἐὰν
δὲ
ἐξαποστείλῃ
αὐτοὺς
πρὸς
τοὺς
πολεμίους
,
βαδίζουσιν
καὶ
κατεργάζονται
τὰ
ὄρη
καὶ
τὰ
τείχη
καὶ
τοὺς
πύργους
.
Verse: 5
ϕονεύουσιν
καὶ
ϕονεύονται
καὶ
τὸν
λόγον
τοῦ
βασιλέως
οὐ
παραβαίνουσιν
·
ἐὰν
δὲ
νικήσωσιν
,
τῷ
βασιλεῖ
κομίζουσιν
πάντα
,
καὶ
ὅσα
ἐὰν
προνομεύσωσιν
,
καὶ
τὰ
ἄλλα
πάντα
.
Verse: 6
καὶ
ὅσοι
οὐ
στρατεύονται
οὐδὲ
πολεμοῦσιν
,
ἀλλὰ
γεωργοῦσιν
τὴν
γῆν
,
πάλιν
ὅταν
σπείρωσι
,
ϑερίσαντες
ἀναϕέρουσιν
τῷ
βασιλεῖ
·
καὶ
ἕτερος
τὸν
ἕτερον
ἀναγκάζοντες
ἀναϕέρουσι
τοὺς
ϕόρους
τῷ
βασιλεῖ
.
Verse: 7
καὶ
αὐτὸς
εἷς
μόνος
ἐστίν
·
ἐὰν
εἴπῃ
ἀποκτεῖναι
,
ἀποκτέννουσιν
·
εἶπεν
ἀϕεῖναι
,
ἀϕίουσιν
·
Verse: 8
εἶπε
πατάξαι
,
τύπτουσιν
·
εἶπεν
ἐρημῶσαι
,
ἐρημοῦσιν
·
εἶπεν
οἰκοδομῆσαι
,
οἰκοδομοῦσιν
·
Verse: 9
εἶπεν
ἐκκόψαι
,
ἐκκόπτουσιν
·
εἶπεν
ϕυτεῦσαι
,
ϕυτεύουσιν
.
Verse: 10
καὶ
πᾶς
ὁ
λαὸς
αὐτοῦ
καὶ
αἱ
δυνάμεις
αὐτοῦ
ἐνακούουσιν
.
Verse: 11
πρὸς
δὲ
τούτοις
αὐτὸς
ἀνάκειται
,
ἐσϑίει
καὶ
πίνει
καὶ
καϑεύδει
,
αὐτοὶ
δὲ
τηροῦσιν
κύκλῳ
περὶ
αὐτὸν
καὶ
οὐ
δύνανται
ἕκαστος
ἀπελϑεῖν
καὶ
ποιεῖν
τὰ
ἔργα
αὐτοῦ
οὐδὲ
παρακούουσιν
αὐτοῦ
.
Verse: 12
ὦ
ἄνδρες
,
πῶς
οὐχ
ὑπερισχύει
ὁ
βασιλεύς
,
ὅτι
οὕτως
ἐπακουστός
ἐστιν
;
καὶ
ἐσίγησεν
.
Verse: 13
῾Ο
δὲ
τρίτος
ὁ
εἴπας
περὶ
τῶν
γυναικῶν
καὶ
τῆς
ἀληϑείας
οὗτός
ἐστιν
Ζοροβαβελ
ἤρξατο
λαλεῖν
Verse: 14
῎Ανδρες
,
οὐ
μέγας
ὁ
βασιλεὺς
καὶ
πολλοὶ
οἱ
ἄνϑρωποι
καὶ
ὁ
οἶνος
ἰσχύει
;
τίς
οὖν
ὁ
δεσπόζων
αὐτῶν
ἢ
τίς
ὁ
κυριεύων
αὐτῶν
;
οὐχ
αἱ
γυναῖκες
;
Verse: 15
αἱ
γυναῖκες
ἐγέννησαν
τὸν
βασιλέα
καὶ
πάντα
τὸν
λαόν
,
ὃς
κυριεύει
τῆς
ϑαλάσσης
καὶ
τῆς
γῆς
·
Verse: 16
καὶ
ἐξ
αὐτῶν
ἐγένοντο
,
καὶ
αὗται
ἐξέϑρεψαν
αὐτοὺς
τοὺς
ϕυτεύοντας
τοὺς
ἀμπελῶνας
,
ἐξ
ὧν
ὁ
οἶνος
γίνεται
.
Verse: 17
καὶ
αὗται
ποιοῦσιν
τὰς
στολὰς
τῶν
ἀνϑρώπων
,
καὶ
αὗται
ποιοῦσιν
δόξαν
τοῖς
ἀνϑρώποις
,
καὶ
οὐ
δύνανται
οἱ
ἄνϑρωποι
εἶναι
χωρὶς
τῶν
γυναικῶν
.
Verse: 18
ἐὰν
δὲ
συναγάγωσιν
χρυσίον
καὶ
ἀργύριον
καὶ
πᾶν
πρᾶγμα
ὡραῖον
καὶ
ἴδωσιν
γυναῖκα
μίαν
καλὴν
τῷ
εἴδει
καὶ
τῷ
κάλλει
,
Verse: 19
καὶ
ταῦτα
πάντα
ἀϕέντες
εἰς
αὐτὴν
ἐγκέχηναν
καὶ
χάσκοντες
τὸ
στόμα
ϑεωροῦσιν
αὐτήν
,
καὶ
πάντες
αὐτὴν
αἱρετίζουσιν
μᾶλλον
ἢ
τὸ
χρυσίον
καὶ
τὸ
ἀργύριον
καὶ
πᾶν
πρᾶγμα
ὡραῖον
.
Verse: 20
ἄνϑρωπος
τὸν
ἑαυτοῦ
πατέρα
ἐγκαταλείπει
,
ὃς
ἐξέϑρεψεν
αὐτόν
,
καὶ
τὴν
ἰδίαν
χώραν
καὶ
πρὸς
τὴν
ἰδίαν
γυναῖκα
κολλᾶται
·
Verse: 21
καὶ
μετὰ
τῆς
γυναικὸς
ἀϕίησι
τὴν
ψυχὴν
καὶ
οὔτε
τὸν
πατέρα
μέμνηται
οὔτε
τὴν
μητέρα
οὔτε
τὴν
χώραν
.
Verse: 22
καὶ
ἐντεῦϑεν
δεῖ
ὑμᾶς
γνῶναι
ὅτι
αἱ
γυναῖκες
κυριεύουσιν
ὑμῶν
·
οὐχὶ
πονεῖτε
καὶ
μοχϑεῖτε
καὶ
πάντα
ταῖς
γυναιξὶν
δίδοτε
καὶ
ϕέρετε
;
Verse: 23
καὶ
λαμβάνει
ἄνϑρωπος
τὴν
ῥομϕαίαν
αὐτοῦ
καὶ
ἐκπορεύεται
ἐξοδεύειν
καὶ
λῃστεύειν
καὶ
κλέπτειν
καὶ
εἰς
τὴν
ϑάλασσαν
πλεῖν
καὶ
ποταμούς
·
Verse: 24
καὶ
τὸν
λέοντα
ϑεωρεῖ
καὶ
ἐν
σκότει
βαδίζει
,
καὶ
ὅταν
κλέψῃ
καὶ
ἁρπάσῃ
καὶ
λωποδυτήσῃ
,
τῇ
ἐρωμένῃ
ἀποϕέρει
.
Verse: 25
καὶ
πλεῖον
ἀγαπᾷ
ἄνϑρωπος
τὴν
ἰδίαν
γυναῖκα
μᾶλλον
ἢ
τὸν
πατέρα
καὶ
τὴν
μητέρα
·
Verse: 26
καὶ
πολλοὶ
ἀπενοήϑησαν
ταῖς
ἰδίαις
διανοίαις
διὰ
τὰς
γυναῖκας
καὶ
δοῦλοι
ἐγένοντο
δι
'
αὐτάς
,
Verse: 27
καὶ
πολλοὶ
ἀπώλοντο
καὶ
ἐσϕάλησαν
καὶ
ἡμάρτοσαν
διὰ
τὰς
γυναῖκας
.
Verse: 28
καὶ
νῦν
οὐ
πιστεύετέ
μοι
;
οὐχὶ
μέγας
ὁ
βασιλεὺς
τῇ
ἐξουσίᾳ
αὐτοῦ
;
οὐχὶ
πᾶσαι
αἱ
χῶραι
εὐλαβοῦνται
ἅψασϑαι
αὐτοῦ
;
Verse: 29
ἐϑεώρουν
αὐτὸν
καὶ
᾽Απάμην
τὴν
ϑυγατέρα
Βαρτάκου
τοῦ
ϑαυμαστοῦ
τὴν
παλλακὴν
τοῦ
βασιλέως
καϑημένην
ἐν
δεξιᾷ
τοῦ
βασιλέως
Verse: 30
καὶ
ἀϕαιροῦσαν
τὸ
διάδημα
ἀπὸ
τῆς
κεϕαλῆς
τοῦ
βασιλέως
καὶ
ἐπιτιϑοῦσαν
ἑαυτῇ
καὶ
ἐρράπιζεν
τὸν
βασιλέα
τῇ
ἀριστερᾷ
.
Verse: 31
καὶ
πρὸς
τούτοις
ὁ
βασιλεὺς
χάσκων
τὸ
στόμα
ἐϑεώρει
αὐτήν
·
καὶ
ἐὰν
προσγελάσῃ
αὐτῷ
,
γελᾷ
·
ἐὰν
δὲ
πικρανϑῇ
ἐπ
'
αὐτόν
,
κολακεύει
αὐτήν
,
ὅπως
διαλλαγῇ
αὐτῷ
.
Verse: 32
ὦ
ἄνδρες
,
πῶς
οὐχὶ
ἰσχυραὶ
αἱ
γυναῖκες
,
ὅτι
οὕτως
πράσσουσιν
;
Verse: 33
καὶ
τότε
ὁ
βασιλεὺς
καὶ
οἱ
μεγιστᾶνες
ἐνέβλεπον
ἕτερος
πρὸς
τὸν
ἕτερον
.
Verse: 34
καὶ
ἤρξατο
λαλεῖν
περὶ
τῆς
ἀληϑείας
῎Ανδρες
,
οὐχὶ
ἰσχυραὶ
αἱ
γυναῖκες
;
μεγάλη
ἡ
γῆ
,
καὶ
ὑψηλὸς
ὁ
οὐρανός
,
καὶ
ταχὺς
τῷ
δρόμῳ
ὁ
ἥλιος
,
ὅτι
στρέϕεται
ἐν
τῷ
κύκλῳ
τοῦ
οὐρανοῦ
καὶ
πάλιν
ἀποτρέχει
εἰς
τὸν
ἑαυτοῦ
τόπον
ἐν
μιᾷ
ἡμέρᾳ
.
Verse: 35
οὐχὶ
μέγας
ὃς
ταῦτα
ποιεῖ
;
καὶ
ἡ
ἀλήϑεια
μεγάλη
καὶ
ἰσχυροτέρα
παρὰ
πάντα
.
Verse: 36
πᾶσα
ἡ
γῆ
τὴν
ἀλήϑειαν
καλεῖ
,
καὶ
ὁ
οὐρανὸς
αὐτὴν
εὐλογεῖ
,
καὶ
πάντα
τὰ
ἔργα
σείεται
καὶ
τρέμει
,
καὶ
οὐκ
ἔστιν
μετ
'
αὐτοῦ
ἄδικον
οὐϑέν
.
Verse: 37
ἄδικος
ὁ
οἶνος
,
ἄδικος
ὁ
βασιλεύς
,
ἄδικοι
αἱ
γυναῖκες
,
ἄδικοι
πάντες
οἱ
υἱοὶ
τῶν
ἀνϑρώπων
,
καὶ
ἄδικα
πάντα
τὰ
ἔργα
αὐτῶν
,
πάντα
τὰ
τοιαῦτα
·
καὶ
οὐκ
ἔστιν
ἐν
αὐτοῖς
ἀλήϑεια
,
καὶ
ἐν
τῇ
ἀδικίᾳ
αὐτῶν
ἀπολοῦνται
.
Verse: 38
ἡ
δὲ
ἀλήϑεια
μένει
καὶ
ἰσχύει
εἰς
τὸν
αἰῶνα
καὶ
ζῇ
καὶ
κρατεῖ
εἰς
τὸν
αἰῶνα
τοῦ
αἰῶνος
.
Verse: 39
καὶ
οὐκ
ἔστιν
παρ
'
αὐτῇ
λαμβάνειν
πρόσωπα
οὐδὲ
διάϕορα
,
ἀλλὰ
τὰ
δίκαια
ποιεῖ
ἀπὸ
πάντων
τῶν
ἀδίκων
καὶ
πονηρῶν
·
καὶ
πάντες
εὐδοκοῦσι
τοῖς
ἔργοις
αὐτῆς
,
καὶ
οὐκ
ἔστιν
ἐν
τῇ
κρίσει
αὐτῆς
οὐϑὲν
ἄδικον
.
Verse: 40
καὶ
αὐτῇ
ἡ
ἰσχὺς
καὶ
τὸ
βασίλειον
καὶ
ἡ
ἐξουσία
καὶ
ἡ
μεγαλειότης
τῶν
πάντων
αἰώνων
.
εὐλογητὸς
ὁ
ϑεὸς
τῆς
ἀληϑείας
.
Verse: 41
καὶ
ἐσιώπησεν
τοῦ
λαλεῖν
·
καὶ
πᾶς
ὁ
λαὸς
τότε
ἐϕώνησεν
,
καὶ
τότε
εἶπον
Μεγάλη
ἡ
ἀλήϑεια
καὶ
ὑπερισχύει
.
Verse: 42
Τότε
ὁ
βασιλεὺς
εἶπεν
αὐτῷ
Αἴτησαι
ὃ
ϑέλεις
πλείω
τῶν
γεγραμμένων
,
καὶ
δώσομέν
σοι
,
ὃν
τρόπον
εὑρέϑης
σοϕώτερος
·
καὶ
ἐχόμενός
μου
καϑήσῃ
καὶ
συγγενής
μου
κληϑήσῃ
.
Verse: 43
τότε
εἶπεν
τῷ
βασιλεῖ
Μνήσϑητι
τὴν
εὐχήν
,
ἣν
ηὔξω
οἰκοδομῆσαι
τὴν
Ιερουσαλημ
ἐν
τῇ
ἡμέρᾳ
,
ᾗ
τὸ
βασίλειόν
σου
παρέλαβες
,
Verse: 44
καὶ
πάντα
τὰ
σκεύη
τὰ
λημϕϑέντα
ἐξ
Ιερουσαλημ
ἐκπέμψαι
,
ἃ
ἐξεχώρισεν
Κῦρος
,
ὅτε
ηὔξατο
ἐκκόψαι
Βαβυλῶνα
,
καὶ
ηὔξατο
ἐξαποστεῖλαι
ἐκεῖ
.
Verse: 45
καὶ
σὺ
εὔξω
οἰκοδομῆσαι
τὸν
ναόν
,
ὃν
ἐνεπύρισαν
οἱ
Ιδουμαῖοι
,
ὅτε
ἠρημώϑη
ἡ
Ιουδαία
ὑπὸ
τῶν
Χαλδαίων
.
Verse: 46
καὶ
νῦν
τοῦτό
ἐστιν
,
ὅ
σε
ἀξιῶ
,
κύριε
βασιλεῦ
,
καὶ
ὃ
αἰτοῦμαί
σε
,
καὶ
αὕτη
ἐστὶν
ἡ
μεγαλωσύνη
ἡ
παρὰ
σοῦ
·
δέομαι
οὖν
ἵνα
ποιήσῃς
τὴν
εὐχήν
,
ἣν
ηὔξω
τῷ
βασιλεῖ
τοῦ
οὐρανοῦ
ποιῆσαι
ἐκ
στόματός
σου
.
Verse: 47
τότε
ἀναστὰς
Δαρεῖος
ὁ
βασιλεὺς
κατεϕίλησεν
αὐτὸν
καὶ
ἔγραψεν
αὐτῷ
τὰς
ἐπιστολὰς
πρὸς
πάντας
τοὺς
οἰκονόμους
καὶ
τοπάρχας
καὶ
στρατηγοὺς
καὶ
σατράπας
,
ἵνα
προπέμψωσιν
αὐτὸν
καὶ
τοὺς
μετ
'
αὐτοῦ
πάντας
ἀναβαίνοντας
οἰκοδομῆσαι
τὴν
Ιερουσαλημ
.
Verse: 48
καὶ
πᾶσι
τοῖς
τοπάρχαις
ἐν
Κοίλῃ
Συρίᾳ
καὶ
Φοινίκῃ
καὶ
τοῖς
ἐν
τῷ
Λιβάνῳ
ἔγραψεν
ἐπιστολὰς
μεταϕέρειν
ξύλα
κέδρινα
ἀπὸ
τοῦ
Λιβάνου
εἰς
Ιερουσαλημ
καὶ
ὅπως
οἰκοδομήσωσιν
μετ
'
αὐτοῦ
τὴν
πόλιν
.
Verse: 49
καὶ
ἔγραψεν
πᾶσι
τοῖς
Ιουδαίοις
τοῖς
ἀναβαίνουσιν
ἀπὸ
τῆς
βασιλείας
εἰς
τὴν
Ιουδαίαν
ὑπὲρ
τῆς
ἐλευϑερίας
,
πάντα
δυνατὸν
καὶ
σατράπην
καὶ
τοπάρχην
καὶ
οἰκονόμον
μὴ
ἐπελεύσεσϑαι
ἐπὶ
τὰς
ϑύρας
αὐτῶν
,
Verse: 50
καὶ
πᾶσαν
τὴν
χώραν
,
ἣν
κρατήσουσιν
,
ἀϕορολόγητον
αὐτοῖς
ὑπάρχειν
,
καὶ
ἵνα
οἱ
Ιδουμαῖοι
ἀϕιῶσι
τὰς
κώμας
ἃς
διακρατοῦσιν
τῶν
Ιουδαίων
,
Verse: 51
καὶ
εἰς
τὴν
οἰκοδομὴν
τοῦ
ἱεροῦ
δοϑῆναι
κατ
'
ἐνιαυτὸν
τάλαντα
εἴκοσι
μέχρι
τοῦ
οἰκοδομηϑῆναι
,
Verse: 52
καὶ
ἐπὶ
τὸ
ϑυσιαστήριον
ὁλοκαυτώματα
καρποῦσϑαι
καϑ
'
ἡμέραν
,
καϑὰ
ἔχουσιν
ἐντολὴν
ἑπτακαίδεκα
προσϕέρειν
,
ἄλλα
τάλαντα
δέκα
κατ
'
ἐνιαυτόν
,
Verse: 53
καὶ
πᾶσιν
τοῖς
προσβαίνουσιν
ἀπὸ
τῆς
Βαβυλωνίας
κτίσαι
τὴν
πόλιν
ὑπάρχειν
τὴν
ἐλευϑερίαν
,
αὐτοῖς
τε
καὶ
τοῖς
τέκνοις
αὐτῶν
καὶ
πᾶσι
τοῖς
ἱερεῦσι
τοῖς
προσβαίνουσιν
.
Verse: 54
ἔγραψεν
δὲ
καὶ
τὴν
χορηγίαν
καὶ
τὴν
ἱερατικὴν
στολήν
,
ἐν
τίνι
λατρεύουσιν
ἐν
αὐτῇ
.
Verse: 55
καὶ
τοῖς
Λευίταις
ἔγραψεν
δοῦναι
τὴν
χορηγίαν
ἕως
ἧς
ἡμέρας
ἐπιτελεσϑῇ
ὁ
οἶκος
καὶ
Ιερουσαλημ
οἰκοδομηϑῆναι
,
Verse: 56
καὶ
πᾶσι
τοῖς
ϕρουροῦσι
τὴν
πόλιν
,
ἔγραψε
δοῦναι
αὐτοῖς
κλήρους
καὶ
ὀψώνια
.
Verse: 57
καὶ
ἐξαπέστειλεν
πάντα
τὰ
σκεύη
,
ἃ
ἐξεχώρισεν
Κῦρος
ἀπὸ
Βαβυλῶνος
·
καὶ
πάντα
,
ὅσα
εἶπεν
Κῦρος
ποιῆσαι
,
καὶ
αὐτὸς
ἐπέταξεν
ποιῆσαι
καὶ
ἐξαποστεῖλαι
εἰς
Ιερουσαλημ
.
Verse: 58
Καὶ
ὅτε
ἐξῆλϑεν
ὁ
νεανίσκος
,
ἄρας
τὸ
πρόσωπον
εἰς
τὸν
οὐρανὸν
ἐναντίον
Ιερουσαλημ
εὐλόγησεν
τῷ
βασιλεῖ
τοῦ
οὐρανοῦ
λέγων
Verse: 59
Παρὰ
σοῦ
ἡ
νίκη
,
καὶ
παρὰ
σοῦ
ἡ
σοϕία
,
καὶ
σὴ
ἡ
δόξα
,
καὶ
ἐγὼ
σὸς
οἰκέτης
.
Verse: 60
εὐλογητὸς
εἶ
,
ὃς
ἔδωκάς
μοι
σοϕίαν
·
καὶ
σοὶ
ὁμολογῶ
,
δέσποτα
τῶν
πατέρων
.
Verse: 61
καὶ
ἔλαβεν
τὰς
ἐπιστολὰς
καὶ
ἐξῆλϑεν
εἰς
Βαβυλῶνα
καὶ
ἀπήγγειλεν
τοῖς
ἀδελϕοῖς
αὐτοῦ
πᾶσιν
.
Verse: 62
καὶ
εὐλόγησαν
τὸν
ϑεὸν
τῶν
πατέρων
αὐτῶν
,
ὅτι
ἔδωκεν
αὐτοῖς
ἄνεσιν
καὶ
ἄϕεσιν
Verse: 63
ἀναβῆναι
καὶ
οἰκοδομῆσαι
Ιερουσαλημ
καὶ
τὸ
ἱερόν
,
οὗ
ὠνομάσϑη
τὸ
ὄνομα
αὐτοῦ
ἐπ
'
αὐτῷ
,
καὶ
ἐκωϑωνίζοντο
μετὰ
μουσικῶν
καὶ
χαρᾶς
ἡμέρας
ἑπτά
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.