TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 432
Previous part

Chapter: 5 
Verse: 1    Μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ ϕυλὰς αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ ϑυγατέρες καὶ οἱ παῖδες αὐτῶν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν.
Verse: 2    
καὶ Δαρεῖος συναπέστειλεν μετ' αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ιερουσαλημ μετ' εἰρήνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ αὐλῶν·
Verse: 3    
καὶ πάντες οἱ ἀδελϕοὶ αὐτῶν παίζοντες, καὶ ἐποίησεν αὐτοὺς συναναβῆναι μετ' ἐκείνων.
Verse: 4    
Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς ϕυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν.
Verse: 5    
οἱ ἱερεῖς υἱοὶ Φινεες υἱοῦ Ααρων· ᾽Ιησοῦς τοῦ Ιωσεδεκ τοῦ Σαραιου καὶ Ιωακιμ τοῦ Ζοροβαβελ τοῦ Σαλαϑιηλ ἐκ τοῦ οἴκου τοῦ Δαυιδ ἐκ τῆς γενεᾶς Φαρες, ϕυλῆς δὲ Ιουδα,
Verse: 6    
ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοϕοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισαν τοῦ πρώτου μηνός.
Verse: 7    
εἰσὶν δὲ οὗτοι ἐκ τῆς Ιουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα
Verse: 8    
καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ τὴν λοιπὴν Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλϑόντες μετὰ Ζοροβαβελ καὶ ᾽Ιησοῦ, Νεεμιου, Ζαραιου, Ρησαιου, Ενηνιος, Μαρδοχαιου, Βεελσαρου, Ασϕαρασου, Βορολιου, Ροϊμου, Βαανα τῶν προηγουμένων αὐτῶν.
Verse: 9    
ἀριϑμὸς τῶν ἀπὸ τοῦ ἔϑνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φορος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομήκοντα δύο.
Verse: 10    
υἱοὶ Σαϕατ τετρακόσιοι ἑβδομήκοντα δύο. υἱοὶ Αρεε ἑπτακόσιοι πεντήκοντα ἕξ.
Verse: 11    
υἱοὶ Φααϑμωαβ εἰς τοὺς υἱοὺς ᾽Ιησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο.
Verse: 12    
υἱοὶ Ωλαμου χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. υἱοὶ Ζατου ἐννακόσιοι τεσσαράκοντα πέντε. υἱοὶ Χορβε ἑπτακόσιοι πέντε. υἱοὶ Βανι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ.
Verse: 13    
υἱοὶ Βηβαι ἑξακόσιοι εἴκοσι τρεῖς. υἱοὶ Ασγαδ χίλιοι τριακόσιοι εἴκοσι δύο.
Verse: 14    
υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά. υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἕξ. υἱοὶ Αδινου τετρακόσιοι πεντήκοντα τέσσαρες.
Verse: 15    
υἱοὶ Ατηρ Εζεκιου ἐνενήκοντα δύο. υἱοὶ Κιλαν καὶ Αζητας ἑξήκοντα ἑπτά. υἱοὶ Αζουρου τετρακόσιοι τριάκοντα δύο.
Verse: 16    
υἱοὶ Αννιας ἑκατὸν εἷς. υἱοὶ Αρομ υἱοὶ Βασσαι τριακόσιοι εἴκοσι τρεῖς. υἱοὶ Αριϕου ἑκατὸν δέκα δύο.
Verse: 17    
υἱοὶ Βαιτηρους τρισχίλιοι πέντε. υἱοὶ ἐκ Βαιϑλωμων ἑκατὸν εἴκοσι τρεῖς.
Verse: 18    
οἱ ἐκ Νετεβας πεντήκοντα πέντε. οἱ ἐξ Ενατου ἑκατὸν πεντήκοντα ὀκτώ. οἱ ἐκ Βαιτασμων τεσσαράκοντα δύο.
Verse: 19    
οἱ ἐκ Καριαϑιαριος εἴκοσι πέντε. οἱ ἐκ Καπιρας καὶ Βηροτ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς.
Verse: 20    
οἱ Χαδιασαι καὶ Αμμιδιοι τετρακόσιοι εἴκοσι δύο. οἱ ἐκ Κιραμας καὶ Γαββης ἑξακόσιοι εἴκοσι εἷς.
Verse: 21    
οἱ ἐκ Μακαλων ἑκατὸν εἴκοσι δύο. οἱ ἐκ Βαιτολιω πεντήκοντα δύο. υἱοὶ Νιϕις ἑκατὸν πεντήκοντα ἕξ.
Verse: 22    
υἱοὶ Καλαμω ἄλλου καὶ Ωνους ἑπτακόσιοι εἴκοσι πέντε. υἱοὶ Ιερεχου τριακόσιοι τεσσαράκοντα πέντε.
Verse: 23    
υἱοὶ Σαναας τρισχίλιοι τριακόσιοι τριάκοντα.
Verse: 24    
οἱ ἱερεῖς· υἱοὶ Ιεδδου τοῦ υἱοῦ ᾽Ιησοῦ εἰς τοὺς υἱοὺς Ανασιβ ἐννακόσιοι ἑβδομήκοντα δύο. υἱοὶ Εμμηρου χίλιοι πεντήκοντα δύο.
Verse: 25    
υἱοὶ Φασσουρου χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά. υἱοὶ Χαρμη χίλιοι δέκα ἑπτά.
Verse: 26    
οἱ δὲ Λευῖται· υἱοὶ ᾽Ιησοῦ καὶ Καδμιηλου καὶ Βαννου καὶ Σουδιου ἑβδομήκοντα τέσσαρες.
Verse: 27    
οἱ ἱεροψάλται· υἱοὶ Ασαϕ ἑκατὸν εἴκοσι ὀκτώ.
Verse: 28    
οἱ ϑυρωροί· υἱοὶ Σαλουμ, υἱοὶ Αταρ, υἱοὶ Τολμαν, υἱοὶ Ακουβ, υἱοὶ Ατητα, υἱοὶ Σωβαι, οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα.
Verse: 29    
οἱ ἱερόδουλοι· υἱοὶ Ησαυ, υἱοὶ Ασιϕα, υἱοὶ Ταβαωϑ, υἱοὶ Κηρας, υἱοὶ Σουα, υἱοὶ Φαδαιου, υἱοὶ Λαβανα, υἱοὶ Αγγαβα,
Verse: 30    
υἱοὶ Ακουδ, υἱοὶ Ουτα, υἱοὶ Κηταβ, υἱοὶ Αγαβα, υἱοὶ Συβαϊ, υἱοὶ Αναν, υἱοὶ Καϑουα, υἱοὶ Γεδδουρ,
Verse: 31    
υἱοὶ Ιαϊρου, υἱοὶ Δαισαν, υἱοὶ Νοεβα, υἱοὶ Χασεβα, υἱοὶ Γαζηρα, υἱοὶ Οζιου, υἱοὶ Φινοε, υἱοὶ Ασαρα, υἱοὶ Βασϑαι, υἱοὶ Ασανα, υἱοὶ Μαανι, υἱοὶ Ναϕισι, υἱοὶ Ακουϕ, υἱοὶ Αχιβα, υἱοὶ Ασουρ, υἱοὶ Φαρακιμ, υἱοὶ Βασαλωϑ,
Verse: 32    
υἱοὶ Μεεδδα, υἱοὶ Κουϑα, υἱοὶ Χαρεα, υἱοὶ Βαρχους, υἱοὶ Σεραρ, υἱοὶ Θομοι, υἱοὶ Νασι, υἱοὶ Ατιϕα.
Verse: 33    
υἱοὶ παίδων Σαλωμων· υἱοὶ Ασσαϕιωϑ, υἱοὶ Φαριδα, υἱοὶ Ιεηλι, υἱοὶ Λοζων, υἱοὶ Ισδαηλ, υἱοὶ Σαϕυϑι,
Verse: 34    
υἱοὶ Αγια, υἱοὶ Φακαρεϑ σαβιη, υἱοὶ Σαρωϑιε, υἱοὶ Μασιας, υἱοὶ Γας, υἱοὶ Αδδους, υἱοὶ Σουβας, υἱοὶ Αϕερρα, υἱοὶ Βαρωδις, υἱοὶ Σαϕατ, υἱοὶ Αμων.
Verse: 35    
πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμων τριακόσιοι ἑβδομήκοντα δύο.
Verse: 36    
οὗτοι ἀναβάντες ἀπὸ Θερμελεϑ καὶ Θελερσας, ἡγούμενος αὐτῶν Χαρααϑ, Αδαν καὶ Αμαρ,
Verse: 37    
καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεὰς ὡς ἐκ τοῦ Ισραηλ εἰσίν· υἱοὶ Δαλαν τοῦ υἱοῦ Τουβαν, υἱοὶ Νεκωδαν, ἑξακόσιοι πεντήκοντα δύο.
Verse: 38    
καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέϑησαν· υἱοὶ Οββια, υἱοὶ Ακκως, υἱοὶ Ιοδδους τοῦ λαβόντος Αυγιαν γυναῖκα τῶν ϑυγατέρων Φαρζελλαιου καὶ ἐκλήϑη ἐπὶ τῷ ὀνόματι αὐτοῦ·
Verse: 39    
καὶ τούτων ζητηϑείσης τῆς γενικῆς γραϕῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεϑείσης ἐχωρίσϑησαν τοῦ ἱερατεύειν,
Verse: 40    
καὶ εἶπεν αὐτοῖς Νεεμιας καὶ Ατϑαριας μὴ μετέχειν τῶν ἁγίων αὐτούς, ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήϑειαν.
Verse: 41    
οἱ δὲ πάντες ἦσαν· Ισραηλ ἀπὸ δωδεκαετοῦς χωρὶς παίδων καὶ παιδισκῶν μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· ψάλται καὶ ψαλτῳδοὶ διακόσιοι τεσσαράκοντα πέντε·
Verse: 42    
κάμηλοι τετρακόσιοι τριάκοντα πέντε, καὶ ἵπποι ἑπτακισχίλιοι τριάκοντα ἕξ, ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἴκοσι πέντε.
Verse: 43    
καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίνεσϑαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ ϑεοῦ τὸ ἐν Ιερουσαλημ εὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν
Verse: 44    
καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοϕυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν.
Verse: 45    
καὶ κατῳκίσϑησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ λαοῦ ἐν Ιερουσαλημ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται καὶ οἱ ϑυρωροὶ καὶ πᾶς Ισραηλ ἐν ταῖς κώμαις αὐτῶν.
Verse: 46    
᾽Ενστάντος δὲ τοῦ ἑβδόμου μηνὸς καὶ ὄντων τῶν υἱῶν Ισραηλ ἑκάστου ἐν τοῖς ἰδίοις συνήχϑησαν ὁμοϑυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ.
Verse: 47    
καὶ καταστὰς ᾽Ιησοῦς τοῦ Ιωσεδεκ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβαβελ τοῦ Σαλαϑιηλ καὶ οἱ τούτου ἀδελϕοὶ ἡτοίμασαν τὸ ϑυσιαστήριον τοῦ ϑεοῦ τοῦ Ισραηλ
Verse: 48    
προσενέγκαι ἐπ' αὐτοῦ ὁλοκαυτώσεις ἀκολούϑως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ διηγορευμένοις.
Verse: 49    
καὶ ἐπισυνήχϑησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐϑνῶν τῆς γῆς. καὶ κατώρϑωσαν τὸ ϑυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτοῦ, ὅτι ἐν ἔχϑρᾳ ἦσαν αὐτοῖς καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔϑνη τὰ ἐπὶ τῆς γῆς, καὶ ἀνέϕερον ϑυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα τῷ κυρίῳ τὸ πρωινὸν καὶ τὸ δειλινὸν
Verse: 50    
καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτήν, ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ ϑυσίας καϑ' ἡμέραν, ὡς προσῆκον ἦν,
Verse: 51    
καὶ μετὰ ταῦτα προσϕορὰς ἐνδελεχισμοῦ καὶ ϑυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων.
Verse: 52    
καὶ ὅσοι εὔξαντο εὐχὴν τῷ ϑεῷ, ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς ἤρξαντο προσϕέρειν ϑυσίας τῷ ϑεῷ, καὶ ναὸς τοῦ ϑεοῦ οὔπω ᾠκοδόμητο.
Verse: 53    
καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι καὶ βρωτὰ καὶ ποτὰ καὶ χαρα τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα διαϕέρειν σχεδίας εἰς τὸν Ιοππης λιμένα κατὰ τὸ πρόσταγμα τὸ γραϕὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως.
Verse: 54    
καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ ϑεοῦ εἰς Ιερουσαλημ μηνὸς δευτέρου ἤρξατο Ζοροβαβελ τοῦ Σαλαϑιηλ καὶ ᾽Ιησοῦς τοῦ Ιωσεδεκ καὶ οἱ ἀδελϕοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευῖται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς Ιερουσαλημ
Verse: 55    
καὶ ἐϑεμελίωσαν τὸν ναὸν τοῦ ϑεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐν τῷ ἐλϑεῖν εἰς τὴν Ιουδαίαν καὶ Ιερουσαλημ.
Verse: 56    
καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ κυρίου, καὶ ἔστη ᾽Ιησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελϕοὶ καὶ Καδμιηλ ἀδελϕὸς καὶ οἱ υἱοὶ ᾽Ιησοῦ Ημαδαβουν καὶ οἱ υἱοὶ Ιωδα τοῦ Ιλιαδουν σὺν τοῖς υἱοῖς καὶ ἀδελϕοῖς, πάντες οἱ Λευῖται, ὁμοϑυμαδὸν ἐργοδιῶκται ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ ϑεοῦ.
Verse: 57    
καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ κυρίου, καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων καὶ οἱ Λευῖται υἱοὶ Ασαϕ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῷ κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυιδ βασιλέα τοῦ Ισραηλ
Verse: 58    
καὶ ἐϕώνησαν δι' ὕμνων ὁμολογοῦντες τῷ κυρίῳ, ὅτι χρηστότης αὐτοῦ καὶ δόξα εἰς τοὺς αἰῶνας παντὶ Ισραηλ.
Verse: 59    
καὶ πᾶς λαὸς ἐσάλπισαν καὶ ἐβόησαν ϕωνῇ μεγάλῃ ὑμνοῦντες τῷ κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου τοῦ κυρίου.
Verse: 60    
καὶ ἤλϑοσαν ἐκ τῶν ἱερέων τῶν Λευιτῶν καὶ τῶν προκαϑημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κραυγῆς καὶ κλαυϑμοῦ μεγάλου
Verse: 61    
καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρᾶς μεγάλῃ τῇ ϕωνῇ
Verse: 62    
ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυϑμὸν τοῦ λαοῦ, γὰρ ὄχλος ἦν σαλπίζων μεγαλωστὶ ὥστε μακρόϑεν ἀκούεσϑαι.
Verse: 63    
Καὶ ἀκούσαντες οἱ ἐχϑροὶ τῆς ϕυλῆς Ιουδα καὶ Βενιαμιν ἤλϑοσαν ἐπιγνῶναι τίς ϕωνὴ τῶν σαλπίγγων.
Verse: 64    
καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσιν τὸν ναὸν τῷ κυρίῳ ϑεῷ Ισραηλ,
Verse: 65    
καὶ προσελϑόντες τῷ Ζοροβαβελ καὶ ᾽Ιησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς Συνοικοδομήσομεν ὑμῖν·
Verse: 66    
ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιϑύομεν ἀπὸ ἡμερῶν Ασβασαρεϑ βασιλέως ᾽Ασσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦϑα.
Verse: 67    
καὶ εἶπεν αὐτοῖς Ζοροβαβελ καὶ ᾽Ιησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ισραηλ Οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίῳ τῷ ϑεῷ ἡμῶν·
Verse: 68    
ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ κυρίῳ τοῦ Ισραηλ ἀκολούϑως οἷς προσέταξεν ἡμῖν Κῦρος βασιλεὺς Περσῶν.
Verse: 69    
τὰ δὲ ἔϑνη τῆς γῆς ἐπικείμενα τοῖς ἐν τῇ Ιουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν
Verse: 70    
καὶ ἐπιβουλὰς καὶ δημαγωγίας καὶ ἐπισυστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἐπιτελεσϑῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου.
Verse: 71    
καὶ εἴρχϑησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.