TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 433
Previous part

Chapter: 6 
Verse: 1    ᾽Εν δὲ τῷ δευτέρῳ ἔτει τῆς τοῦ Δαρείου βασιλείας ἐπροϕήτευσεν Αγγαιος καὶ Ζαχαριας τοῦ Εδδι οἱ προϕῆται ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ ἐπὶ τῷ ὀνόματι κυρίου ϑεοῦ Ισραηλ ἐπ' αὐτούς.
Verse: 2    
τότε στὰς Ζοροβαβελ τοῦ Σαλαϑιηλ καὶ ᾽Ιησοῦς τοῦ Ιωσεδεκ ἤρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ συνόντων τῶν προϕητῶν τοῦ κυρίου βοηϑούντων αὐτοῖς.
Verse: 3    
ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαϑραβουζάνης καὶ οἱ συνέταιροι καὶ εἶπαν αὐτοῖς
Verse: 4    
Τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε καὶ τὴν στέγην ταύτην καὶ τἄλλα πάντα ἐπιτελεῖτε; καὶ τίνες εἰσὶν οἱ οἰκοδόμοι οἱ ταῦτα ἐπιτελοῦντες;
Verse: 5    
καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ κυρίου οἱ πρεσβύτεροι τῶν Ιουδαίων
Verse: 6    
καὶ οὐκ ἐκωλύϑησαν τῆς οἰκοδομῆς μέχρι τοῦ ὑποσημανϑῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσϕωνηϑῆναι.
Verse: 7    
᾽Αντίγραϕον ἐπιστολῆς, ἧς ἔγραψεν Δαρείῳ καὶ ἀπέστειλεν Σισίννης ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαϑραβουζάνης καὶ οἱ συνέταιροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες
Verse: 8    
Βασιλεῖ Δαρείῳ χαίρειν. πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ, ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ιουδαίας καὶ ἐλϑόντες εἰς Ιερουσαλημ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ιουδαίων ἐν Ιερουσαλημ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ κυρίῳ μέγαν καινὸν διὰ λίϑων ξυστῶν πολυτελῶν ξύλων τιϑεμένων ἐν τοῖς τοίχοις
Verse: 9    
καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γιγνόμενα καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν καὶ ἐν πάσῃ δόξῃ καὶ ἐπιμελείᾳ συντελούμενα.
Verse: 10    
τότε ἐπυνϑανόμεϑα τῶν πρεσβυτέρων τούτων λέγοντες Τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον καὶ τὰ ἔργα ταῦτα ϑεμελιοῦτε;
Verse: 11    
ἐπηρωτήσαμεν οὖν αὐτοὺς εἵνεκεν τοῦ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνϑρώπους τοὺς ἀϕηγουμένους καὶ τὴν ὀνοματογραϕίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαϑηγουμένων.
Verse: 12    
οἱ δὲ ἀπεκρίϑησαν ἡμῖν λέγοντες ῾Ημεῖς ἐσμεν παῖδες τοῦ κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Verse: 13    
καὶ ᾠκοδόμητο οἶκος ἔμπροσϑεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ Ισραηλ μεγάλου καὶ ἰσχυροῦ καὶ ἐπετελέσϑη.
Verse: 14    
καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν κύριον τοῦ Ισραηλ τὸν οὐράνιον, παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος βασιλέως τῶν Χαλδαίων·
Verse: 15    
τόν τε οἶκον καϑελόντες ἐνεπύρισαν καὶ τὸν λαὸν ᾐχμαλώτευσαν εἰς Βαβυλῶνα.
Verse: 16    
ἐν δὲ τῷ πρώτῳ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας ἔγραψεν βασιλεὺς Κῦρος οἰκοδομῆσαι τὸν οἶκον τοῦτον·
Verse: 17    
καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ ἑαυτοῦ ναῷ, πάλιν ἐξήνεγκεν αὐτὰ Κῦρος βασιλεὺς ἐκ τοῦ ναοῦ τοῦ ἐν Βαβυλῶνι, καὶ παρεδόϑη Ζοροβαβελ καὶ Σαναβασσάρῳ τῷ ἐπάρχῳ,
Verse: 18    
καὶ ἐπετάγη αὐτῷ ἀπενέγκαντι πάντα τὰ σκεύη ταῦτα ἀποϑεῖναι ἐν τῷ ναῷ τῷ ἐν Ιερουσαλημ καὶ τὸν ναὸν τοῦ κυρίου τοῦτον οἰκοδομηϑῆναι ἐπὶ τοῦ τόπου.
Verse: 19    
τότε Σαναβάσσαρος ἐκεῖνος παραγενόμενος ἐνεβάλετο τοὺς ϑεμελίους τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ, καὶ ἀπ' ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβεν συντέλειαν.
Verse: 20    
νῦν οὖν, εἰ κρίνεται, βασιλεῦ, ἐπισκεπήτω ἐν τοῖς βασιλικοῖς βιβλιοϕυλακίοις τοῦ κυρίου βασιλέως τοῖς ἐν Βαβυλῶνι·
Verse: 21    
καὶ ἐὰν εὑρίσκηται μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν, προσϕωνησάτω ἡμῖν περὶ τούτων.
Verse: 22    
Τότε βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασϑαι ἐν τοῖς βασιλικοῖς βιβλιοϕυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι, καὶ εὑρέϑη ἐν ᾽Εκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ χώρᾳ τόμος εἷς, ἐν ὑπεμνημάτιστο τάδε
Verse: 23    
῎Ετους πρώτου βασιλεύοντος Κύρου· βασιλεὺς Κῦρος προσέταξεν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ οἰκοδομῆσαι, ὅπου ἐπιϑύουσιν διὰ πυρὸς ἐνδελεχοῦς,
Verse: 24    
οὗ τὸ ὕψος πήχεων ἑξήκοντα, πλάτος πήχεων ἑξήκοντα, διὰ δόμων λιϑίνων ξυστῶν τριῶν καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός, καὶ τὸ δαπάνημα δοϑῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως·
Verse: 25    
καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου κυρίου, τά τε χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν εἰς Βαβυλῶνα, ἀποκατασταϑῆναι εἰς τὸν οἶκον τὸν ἐν Ιερουσαλημ, οὗ ἦν κείμενα, ὅπως τεϑῇ ἐκεῖ.
Verse: 26    
προσέταξεν δὲ ἐπιμεληϑῆναι Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης καὶ Σαϑραβουζάνῃ καὶ τοῖς συνεταίροις καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν ἀπέχεσϑαι τοῦ τόπου, ἐᾶσαι δὲ τὸν παῖδα τοῦ κυρίου Ζοροβαβελ, ἔπαρχον δὲ τῆς Ιουδαίας, καὶ τοὺς πρεσβυτέρους τῶν Ιουδαίων τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου.
Verse: 27    
κἀγὼ δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι καὶ ἀτενίσαι ἵνα συμποιῶσιν τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς Ιουδαίας μέχρι τοῦ ἐπιτελεσϑῆναι τὸν οἶκον τοῦ κυρίου·
Verse: 28    
καὶ ἀπὸ τῆς ϕορολογίας Κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελῶς σύνταξιν δίδοσϑαι τούτοις τοῖς ἀνϑρώποις εἰς ϑυσίας τῷ κυρίῳ, Ζοροβαβελ ἐπάρχῳ, εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας,
Verse: 29    
ὁμοίως δὲ καὶ πυρὸν καὶ ἅλα καὶ οἶνον καὶ ἔλαιον ἐνδελεχῶς κατ' ἐνιαυτόν, καϑὼς ἂν οἱ ἱερεῖς οἱ ἐν Ιερουσαλημ ὑπαγορεύσωσιν ἀναλίσκεσϑαι καϑ' ἡμέραν ἀναμϕισβητήτως,
Verse: 30    
ὅπως προσϕέρωνται σπονδαὶ τῷ ϑεῷ τῷ ὑψίστῳ ὑπὲρ τοῦ βασιλέως καὶ τῶν παίδων καὶ προσεύχωνται περὶ τῆς αὐτῶν ζωῆς.
Verse: 31    
καὶ προσέταξεν ἵνα ὅσοι ἐὰν παραβῶσίν τι τῶν προειρημένων καὶ τῶν προσγεγραμμένων καὶ ἀκυρώσωσιν, λημϕϑῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ καὶ ἐπὶ τούτου κρεμασϑῆναι καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά.
Verse: 32    
διὰ ταῦτα καὶ κύριος, οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ, ἀϕανίσαι πάντα βασιλέα καὶ ἔϑνος, ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ κωλῦσαι κακοποιῆσαι τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον τὸν ἐν Ιερουσαλημ.
Verse: 33    
ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς κατὰ ταῦτα γίγνεσϑαι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.