TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 434
Previous part

Chapter: 7 
Verse: 1    Τότε Σισίννης ἔπαρχος Κοίλης Συρίας καὶ Φοινίκης καὶ Σαϑραβουζάνης καὶ οἱ συνέταιροι κατακολουϑήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν
Verse: 2    
ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ιουδαίων καὶ ἱεροστάταις.
Verse: 3    
καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προϕητευόντων Αγγαιου καὶ Ζαχαριου τῶν προϕητῶν,
Verse: 4    
καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος τοῦ κυρίου ϑεοῦ Ισραηλ,
Verse: 5    
καὶ μετὰ τῆς γνώμης Κύρου καὶ Δαρείου καὶ ᾽Αρταξέρξου βασιλέως Περσῶν συνετελέσϑη οἶκος ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Αδαρ τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου.
Verse: 6    
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεϑέντες ἀκολούϑως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ·
Verse: 7    
καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ κυρίου ταύρους ἑκατόν, κριοὺς διακοσίους, ἄρνας τετρακοσίους,
Verse: 8    
χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ Ισραηλ δώδεκα πρὸς ἀριϑμὸν ἐκ τῶν ϕυλάρχων τοῦ Ισραηλ δώδεκα·
Verse: 9    
καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐστολισμένοι κατὰ ϕυλὰς ἐπὶ τῶν ἔργων τοῦ κυρίου ϑεοῦ Ισραηλ ἀκολούϑως τῇ Μωυσέως βίβλῳ καὶ οἱ ϑυρωροὶ ἐϕ' ἑκάστου πυλῶνος.
Verse: 10    
Καὶ ἠγάγοσαν οἱ υἱοὶ Ισραηλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πασχα ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνός· ὅτι ἡγνίσϑησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἅμα,
Verse: 11    
καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας οὐχ ἡγνίσϑησαν, ὅτι οἱ Λευῖται ἅμα πάντες ἡγνίσϑησαν
Verse: 12    
καὶ ἔϑυσαν τὸ πασχα πᾶσιν τοῖς υἱοῖς τῆς αἰχμαλωσίας καὶ τοῖς ἀδελϕοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς.
Verse: 13    
καὶ ἐϕάγοσαν οἱ υἱοὶ Ισραηλ οἱ ἐκ τῆς αἰχμαλωσίας, πάντες οἱ χωρισϑέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐϑνῶν τῆς γῆς, ζητοῦντες τὸν κύριον.
Verse: 14    
καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐϕραινόμενοι ἔναντι τοῦ κυρίου,
Verse: 15    
ὅτι μετέστρεψεν τὴν βουλὴν τοῦ βασιλέως ᾽Ασσυρίων ἐπ' αὐτοὺς κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα κυρίου ϑεοῦ Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.