TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 435
Previous part

Chapter: 8 
Verse: 1    Καὶ μεταγενέστερος τούτων βασιλεύοντος ᾽Αρταξέρξου τοῦ Περσῶν βασιλέως προσέβη Εσδρας Σαραιου τοῦ Εζεριου τοῦ Χελκιου τοῦ Σαλημου
Verse: 2    
τοῦ Σαδδουκου τοῦ Αχιτωβ τοῦ Αμαριου τοῦ Οζιου τοῦ Βοκκα τοῦ Αβισουε τοῦ Φινεες τοῦ Ελεαζαρ τοῦ Ααρων τοῦ πρώτου ἱερέως·
Verse: 3    
οὗτος Εσδρας ἀνέβη ἐκ Βαβυλῶνος ὡς γραμματεὺς εὐϕυὴς ὢν ἐν τῷ Μωυσέως νόμῳ τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ ϑεοῦ τοῦ Ισραηλ,
Verse: 4    
καὶ ἔδωκεν αὐτῷ βασιλεὺς δόξαν, εὑρόντος χάριν ἐναντίον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ.
Verse: 5    
καὶ συνανέβησαν ἐκ τῶν υἱῶν Ισραηλ καὶ τῶν ἱερέων καὶ Λευιτῶν καὶ ἱεροψαλτῶν καὶ ϑυρωρῶν καὶ ἱεροδούλων εἰς Ιεροσόλυμα ἔτους ἑβδόμου βασιλεύοντος ᾽Αρταξέρξου ἐν τῷ πέμπτῳ μηνί [οὗτος ἐνιαυτὸς ἕβδομος τῷ βασιλεῖ]·
Verse: 6    
ἐξελϑόντες γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς ἐν τῇ νουμηνίᾳ τοῦ πέμπτου μηνὸς παρεγένοντο εἰς Ιεροσόλυμα κατὰ τὴν δοϑεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ κυρίου ἐπ' αὐτῷ.
Verse: 7    
γὰρ Εσδρας πολλὴν ἐπιστήμην περιεῖχεν εἰς τὸ μηδὲν παραλιπεῖν τῶν ἐκ τοῦ νόμου κυρίου καὶ ἐκ τῶν ἐντολῶν διδάξαι τὸν πάντα Ισραηλ πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα.
Verse: 8    
Προσπεσόντος δὲ τοῦ γραϕέντος προστάγματος παρὰ ᾽Αρταξέρξου τοῦ βασιλέως πρὸς Εσδραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου κυρίου, οὗ ἐστιν ἀντίγραϕον τὸ ὑποκείμενον
Verse: 9    
Βασιλεὺς ᾽Αρταξέρξης Εσδρα τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου κυρίου χαίρειν.
Verse: 10    
καὶ τὰ ϕιλάνϑρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔϑνους τῶν Ιουδαίων αἱρετίζοντας καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ τῶν δὲ ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ, συμπορεύεσϑαί σοι εἰς Ιερουσαλημ.
Verse: 11    
ὅσοι οὖν ἐνϑυμοῦνται, συνεξορμάτωσαν, καϑάπερ δέδοκται ἐμοί τε καὶ τοῖς ἑπτὰ ϕίλοις συμβουλευταῖς,
Verse: 12    
ὅπως ἐπισκέψωνται τὰ κατὰ τὴν Ιουδαίαν καὶ Ιερουσαλημ ἀκολούϑως ἔχει ἐν τῷ νόμῳ τοῦ κυρίου,
Verse: 13    
καὶ ἀπενεγκεῖν δῶρα τῷ κυρίῳ τοῦ Ισραηλ, ηὐξάμην ἐγώ τε καὶ οἱ ϕίλοι, εἰς Ιερουσαλημ καὶ πᾶν χρυσίον καὶ ἀργύριον, ἐὰν εὑρεϑῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας, τῷ κυρίῳ εἰς Ιερουσαλημ σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔϑνους εἰς τὸ ἱερὸν τοῦ κυρίου αὐτῶν τὸ ἐν Ιερουσαλημ
Verse: 14    
συναχϑῆναι τό τε χρυσίον καὶ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ τὰ τούτοις ἀκόλουϑα
Verse: 15    
ὥστε προσενεγκεῖν ϑυσίας ἐπὶ τὸ ϑυσιαστήριον τοῦ κυρίου αὐτῶν τὸ ἐν Ιερουσαλημ.
Verse: 16    
καὶ πάντα, ὅσα ἂν βούλῃ μετὰ τῶν ἀδελϕῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ, ἐπιτέλει κατὰ τὸ ϑέλημα τοῦ ϑεοῦ σου
Verse: 17    
καὶ τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ ϑεοῦ σου τοῦ ἐν Ιερουσαλημ.
Verse: 18    
καὶ τὰ λοιπά, ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ ϑεοῦ σου, δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοϕυλακίου·
Verse: 19    
κἀγὼ δὲ ᾽Αρταξέρξης βασιλεὺς προσέταξα τοῖς γαζοϕύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἂν ἀποστείλῃ Εσδρας ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ ϑεοῦ τοῦ ὑψίστου, ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατόν,
Verse: 20    
ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ οἴνου μετρητῶν ἑκατὸν καὶ ἅλα ἐκ πλήϑους·
Verse: 21    
πάντα τὰ κατὰ τὸν τοῦ ϑεοῦ νόμον ἐπιτελεσϑήτω ἐπιμελῶς τῷ ϑεῷ τῷ ὑψίστῳ ἕνεκα τοῦ μὴ γενέσϑαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν.
Verse: 22    
καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις καὶ ἱεροψάλταις καὶ ϑυρωροῖς καὶ ἱεροδούλοις καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου μηδεμία ϕορολογία μηδὲ ἄλλη ἐπιβολὴ γίγνηται, καὶ ἐξουσίαν μηδένα ἔχειν ἐπιβαλεῖν τι τούτοις.
Verse: 23    
καὶ σύ, Εσδρα, κατὰ τὴν σοϕίαν τοῦ ϑεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς, ὅπως δικάζωσιν ἐν ὅλῃ Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ ϑεοῦ σου· καὶ τοὺς μὴ ἐπισταμένους δὲ διδάξεις.
Verse: 24    
καὶ πάντες, ὅσοι ἐὰν παραβαίνωσι τὸν νόμον τοῦ ϑεοῦ σου καὶ τὸν βασιλικόν, ἐπιμελῶς κολασϑήσονται, ἐάν τε καὶ ϑανάτῳ ἐάν τε καὶ τιμωρίᾳ ἀργυρικῇ ζημίᾳ ἀπαγωγῇ.
Verse: 25    
Εὐλογητὸς μόνος κύριος δοὺς ταῦτα εἰς τὴν καρδίαν τοῦ βασιλέως, δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ιερουσαλημ,
Verse: 26    
καὶ ἐμὲ ἐτίμησεν ἔναντι τοῦ βασιλέως καὶ τῶν συμβουλευόντων καὶ πάντων τῶν ϕίλων καὶ μεγιστάνων αὐτοῦ.
Verse: 27    
καὶ ἐγὼ εὐϑαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλημψιν κυρίου τοῦ ϑεοῦ μου καὶ συνήγαγον ἐκ τοῦ Ισραηλ ἄνδρας ὥστε συναναβῆναί μοι.
Verse: 28    
Καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας οἱ ἀναβάντες μετ' ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ ᾽Αρταξέρξου τοῦ βασιλέως·
Verse: 29    
ἐκ τῶν υἱῶν Φινεες Γαρσομος· ἐκ τῶν υἱῶν Ιεταμαρου Γαμηλος· ἐκ τῶν υἱῶν Δαυιδ Αττους Σεχενιου·
Verse: 30    
ἐκ τῶν υἱῶν Φορος Ζαχαριας καὶ μετ' αὐτοῦ ἀπὸ γραϕῆς ἄνδρες ἑκατὸν πεντήκοντα·
Verse: 31    
ἐκ τῶν υἱῶν Φααϑμωαβ Ελιαωνιας Ζαραιου καὶ μετ' αὐτοῦ ἄνδρες διακόσιοι·
Verse: 32    
ἐκ τῶν υἱῶν Ζαϑοης Σεχενιας Ιεζηλου καὶ μετ' αὐτοῦ ἄνδρες τριακόσιοι· ἐκ τῶν υἱῶν Αδινου Βην Ιωναϑου καὶ μετ' αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα·
Verse: 33    
ἐκ τῶν υἱῶν Ηλαμ Ιεσιας Γοϑολιου καὶ μετ' αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
Verse: 34    
ἐκ τῶν υἱῶν Σαϕατιου Ζαραιας Μιχαηλου καὶ μετ' αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
Verse: 35    
ἐκ τῶν υἱῶν Ιωαβ Αβαδιας Ιεζηλου καὶ μετ' αὐτοῦ ἄνδρες διακόσιοι δέκα δύο·
Verse: 36    
ἐκ τῶν υἱῶν Βανι Ασσαλιμωϑ Ιωσαϕιου καὶ μετ' αὐτοῦ ἄνδρες ἑκατὸν ἑξήκοντα·
Verse: 37    
ἐκ τῶν υἱῶν Βαβι Ζαχαριας Βηβαι καὶ μετ' αὐτοῦ ἄνδρες εἴκοσι ὀκτώ·
Verse: 38    
ἐκ τῶν υἱῶν Ασγαϑ Ιωανης Ακαταν καὶ μετ' αὐτοῦ ἄνδρες ἑκατὸν δέκα·
Verse: 39    
ἐκ τῶν υἱῶν Αδωνικαμ οἱ ἔσχατοι, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ελιϕαλατος, Ιεουηλ καὶ Σαμαιας, καὶ μετ' αὐτῶν ἄνδρες ἑβδομήκοντα·
Verse: 40    
ἐκ τῶν υἱῶν Βαγο Ουϑι τοῦ Ισταλκουρου καὶ μετ' αὐτοῦ ἄνδρες ἑβδομήκοντα.
Verse: 41    
Καὶ συνήγαγον αὐτοὺς ἐπὶ τὸν λεγόμενον Θεραν ποταμόν, καὶ παρενεβάλομεν αὐτόϑι ἡμέρας τρεῖς, καὶ κατέμαϑον αὐτούς.
Verse: 42    
καὶ ἐκ τῶν υἱῶν τῶν ἱερέων καὶ ἐκ τῶν Λευιτῶν οὐχ εὑρὼν ἐκεῖ
Verse: 43    
ἀπέστειλα πρὸς Ελεαζαρον καὶ Ιδουηλον καὶ Μαασμαν καὶ Ελναταν καὶ Σαμαιαν καὶ Ιωριβον, Ναϑαν, Ενναταν, Ζαχαριαν καὶ Μεσολαμον τοὺς ἡγουμένους καὶ ἐπιστήμονας
Verse: 44    
καὶ εἶπα αὐτοῖς ἐλϑεῖν πρὸς Αδδαιον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ τοῦ γαζοϕυλακίου
Verse: 45    
ἐντειλάμενος αὐτοῖς διαλεγῆναι Αδδαιω καὶ τοῖς ἀδελϕοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοϕύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσοντας ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν.
Verse: 46    
καὶ ἤγαγον ἡμῖν κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν ἄνδρας ἐπιστήμονας τῶν υἱῶν Μοολι τοῦ Λευι τοῦ Ισραηλ· Ασεβηβιαν καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελϕούς, δέκα ὀκτώ·
Verse: 47    
καὶ Ασεβιαν καὶ Αννουνον καὶ Ωσαιαν ἀδελϕὸν ἐκ τῶν υἱῶν Χανουναιου καὶ οἱ υἱοὶ αὐτῶν, ἄνδρες εἴκοσι·
Verse: 48    
καὶ ἐκ τῶν ἱεροδούλων, ὧν ἔδωκεν Δαυιδ καὶ οἱ ἡγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευιτῶν, ἱερόδουλοι διακόσιοι εἴκοσι· πάντων ἐσημάνϑη ὀνοματογραϕία.
Verse: 49    
καὶ εὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι τοῦ κυρίου ἡμῶν
Verse: 50    
ζητῆσαι παρ' αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς συνοῦσιν ἡμῖν τέκνοις ἡμῶν καὶ κτήνεσιν.
Verse: 51    
ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα πεζούς τε καὶ ἱππεῖς καὶ προπομπὴν ἕνεκεν ἀσϕαλείας τῆς πρὸς τοὺς ἐναντιουμένους ἡμῖν·
Verse: 52    
εἴπαμεν γὰρ τῷ βασιλεῖ ὅτι ᾽Ισχὺς τοῦ κυρίου ἡμῶν ἔσται μετὰ τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρϑωσιν.
Verse: 53    
καὶ πάλιν ἐδεήϑημεν τοῦ κυρίου ἡμῶν κατὰ ταῦτα καὶ εὐιλάτου ἐτύχομεν.
Verse: 54    
καὶ ἐχώρισα τῶν ϕυλάρχων τῶν ἱερέων ἄνδρας δέκα δύο, καὶ Σερεβιαν καὶ Ασαβιαν καὶ μετ' αὐτῶν ἐκ τῶν ἀδελϕῶν αὐτῶν ἄνδρας δέκα,
Verse: 55    
καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ κυρίου ἡμῶν, αὐτὸς ἐδωρήσατο βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ μεγιστᾶνες καὶ πᾶς Ισραηλ.
Verse: 56    
καὶ στήσας παρέδωκα αὐτοῖς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατὸν καὶ χρυσίου τάλαντα ἑκατὸν καὶ χρυσώματα εἴκοσι καὶ σκεύη χαλκᾶ ἀπὸ χρηστοῦ χαλκοῦ στίλβοντα χρυσοειδῆ σκεύη δώδεκα.
Verse: 57    
καὶ εἶπα αὐτοῖς Καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ κυρίῳ, καὶ τὰ σκεύη ἅγια, καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον εὐχὴ τῷ κυρίῳ κυρίῳ τῶν πατέρων ἡμῶν·
Verse: 58    
ἀγρυπνεῖτε καὶ ϕυλάσσετε ἕως τοῦ παραδοῦναι αὐτὰ ὑμᾶς τοῖς ϕυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ Ισραηλ ἐν Ιερουσαλημ ἐν τοῖς παστοϕορίοις τοῦ οἴκου τοῦ κυρίου ἡμῶν.
Verse: 59    
καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν Ιερουσαλημ εἰσήνεγκαν εἰς τὸ ἱερὸν τοῦ κυρίου.
Verse: 60    
Καὶ ἀναζεύξαντες ἀπὸ τοῦ ποταμοῦ Θερα τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς εἰσήλϑομεν εἰς Ιερουσαλημ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν τὴν ἐϕ' ἡμῖν· καὶ ἐρρύσατο ἡμᾶς ἐπὶ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχϑροῦ, καὶ ἤλϑομεν εἰς Ιερουσαλημ.
Verse: 61    
καὶ γενομένης αὐτόϑι ἡμέρας τρίτης σταϑὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόϑη ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν Μαρμωϑι Ουρια ἱερεῖ
Verse: 62    
καὶ μετ' αὐτοῦ Ελεαζαρ τοῦ Φινεες, καὶ ἦσαν μετ' αὐτῶν Ιωσαβδος ᾽Ιησοῦ καὶ Μωεϑ Σαβαννου οἱ Λευῖται πρὸς ἀριϑμὸν καὶ ὁλκὴν ἅπαντα, καὶ ἐγράϕη πᾶσα ὁλκὴ αὐτῶν αὐτῇ τῇ ὥρᾳ.
Verse: 63    
οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν ϑυσίας τῷ ϑεῷ τοῦ Ισραηλ κυρίῳ ταύρους δώδεκα ὑπὲρ παντὸς Ισραηλ, κριοὺς ἐνενήκοντα ἕξ, ἄρνας ἑβδομήκοντα δύο, τράγους ὑπὲρ σωτηρίου δέκα δύο· ἅπαντα ϑυσίαν τῷ κυρίῳ.
Verse: 64    
καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις Κοίλης Συρίας καὶ Φοινίκης, καὶ ἐδόξασαν τὸ ἔϑνος καὶ τὸ ἱερὸν τοῦ κυρίου.
Verse: 65    
Καὶ τούτων τελεσϑέντων προσήλϑοσάν μοι οἱ ἡγούμενοι λέγοντες
Verse: 66    
Οὐκ ἐχώρισαν τὸ ἔϑνος τοῦ Ισραηλ καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὰ ἀλλογενῆ ἔϑνη τῆς γῆς καὶ τὰς ἀκαϑαρσίας αὐτῶν, Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων καὶ Μωαβιτῶν καὶ Αἰγυπτίων καὶ Ιδουμαίων·
Verse: 67    
συνῴκησαν γὰρ μετὰ τῶν ϑυγατέρων αὐτῶν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν, καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔϑνη τῆς γῆς, καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος.
Verse: 68    
καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα διέρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσϑῆτα καὶ κατέτιλα τοῦ τριχώματος τῆς κεϕαλῆς καὶ τοῦ πώγωνος καὶ ἐκάϑισα σύννους καὶ περίλυπος.
Verse: 69    
καὶ ἐπισυνήχϑησαν πρός με ὅσοι ποτὲ ἐπεκινοῦντο τῷ ῥήματι κυρίου τοῦ Ισραηλ, ἐμοῦ πενϑοῦντος ἐπὶ τῇ ἀνομίᾳ, καὶ ἐκαϑήμην περίλυπος ἕως τῆς δειλινῆς ϑυσίας.
Verse: 70    
καὶ ἐξεγερϑεὶς ἐκ τῆς νηστείας διερρηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσϑῆτα κάμψας τὰ γόνατα καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν κύριον ἔλεγον
Verse: 71    
Κύριε, ᾔσχυμμαι, ἐντέτραμμαι κατὰ πρόσωπόν σου·
Verse: 72    
αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπὲρ τὰς κεϕαλὰς ἡμῶν, αἱ δὲ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ
Verse: 73    
ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν, καί ἐσμεν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης·
Verse: 74    
καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόϑημεν σὺν τοῖς ἀδελϕοῖς ἡμῶν καὶ σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν τοῖς βασιλεῦσιν τῆς γῆς εἰς ῥομϕαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας.
Verse: 75    
καὶ νῦν κατὰ πόσον τι ἐγενήϑη ἡμῖν ἔλεος παρὰ σοῦ, κύριε, καταλειϕϑῆναι ἡμῖν ῥίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ τοῦ ἁγιάσματός σου
Verse: 76    
καὶ τοῦ ἀνακαλύψαι ϕωστῆρα ἡμῶν ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν δοῦναι ἡμῖν τροϕὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν·
Verse: 77    
καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐγκατελείϕϑημεν ὑπὸ τοῦ κυρίου ἡμῶν, ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν
Verse: 78    
δοῦναι ἡμῖν τροϕὴν καὶ δοξάσαι τὸ ἱερὸν τοῦ κυρίου ἡμῶν καὶ ἐγεῖραι τὴν ἔρημον Σιων δοῦναι ἡμῖν στερέωμα ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ.
Verse: 79    
καὶ νῦν τί ἐροῦμεν, κύριε, ἔχοντες ταῦτα; παρέβημεν γὰρ τὰ προστάγματά σου, ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προϕητῶν λέγων ὅτι
Verse: 80    
῾Η γῆ, εἰς ἣν εἰσέρχεσϑε κληρονομῆσαι, ἔστιν γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν τῆς γῆς, καὶ τῆς ἀκαϑαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν·
Verse: 81    
καὶ νῦν τὰς ϑυγατέρας ὑμῶν μὴ συνοικίσητε τοῖς υἱοῖς αὐτῶν καὶ τὰς ϑυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν·
Verse: 82    
καὶ οὐ ζητήσετε εἰρηνεῦσαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον, ἵνα ἰσχύσαντες ϕάγητε τὰ ἀγαϑὰ τῆς γῆς καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.
Verse: 83    
καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίγνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ καὶ τὰς μεγάλας ἁμαρτίας ἡμῶν.
Verse: 84    
σὺ γάρ, κύριε, ἐκούϕισας τὰς ἁμαρτίας ἡμῶν καὶ ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν· πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαϑαρσίᾳ τῶν ἐϑνῶν τῆς γῆς.
Verse: 85    
οὐχὶ ὠργίσϑης ἡμῖν ἀπολέσαι ἡμᾶς ἕως τοῦ μὴ καταλιπεῖν ῥίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν;
Verse: 86    
κύριε τοῦ Ισραηλ, ἀληϑινὸς εἶ· κατελείϕϑημεν γὰρ ῥίζα ἐν τῇ σήμερον.
Verse: 87    
ἰδοὺ νῦν ἐσμεν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν· οὐ γὰρ ἔστιν στῆναι ἔτι ἔμπροσϑέν σου ἐπὶ τούτοις.
Verse: 88    
Καὶ ὅτε προσευχόμενος Εσδρας ἀνϑωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσϑεν τοῦ ἱεροῦ, ἐπισυνήχϑησαν πρὸς αὐτὸν ἀπὸ Ιερουσαλημ ὄχλος πολὺς σϕόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίαι· κλαυϑμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήϑει.
Verse: 89    
καὶ ϕωνήσας Ιεχονιας Ιεηλου τῶν υἱῶν Ισραηλ εἶπεν Εσδρα ῾Ημεῖς ἡμάρτομεν εἰς τὸν κύριον καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς ἐκ τῶν ἐϑνῶν τῆς γῆς· καὶ νῦν ἐστιν ἐλπὶς τῷ Ισραηλ.
Verse: 90    
ἐν τούτῳ γενέσϑω ἡμῖν ὁρκωμοσία πρὸς τὸν κύριον, ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν, ὡς ἐκρίϑη σοι καὶ ὅσοι πειϑαρχοῦσιν τῷ νόμῳ τοῦ κυρίου.
Verse: 91    
ἀναστὰς ἐπιτέλει· πρὸς σὲ γὰρ τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν.
Verse: 92    
καὶ ἀναστὰς Εσδρας ὥρκισεν τοὺς ϕυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν παντὸς τοῦ Ισραηλ ποιῆσαι κατὰ ταῦτα· καὶ ὤμοσαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.