TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 460
Previous part

Book: Esth. 
ΕΣΘΗΡ


Chapter: 1 
Verse: 1a    ῎Ετους δευτέρου βασιλεύοντος ᾽Αρταξέρξου τοῦ μεγάλου τῇ μιᾷ τοῦ Νισα ἐνύπνιον εἶδεν Μαρδοχαῖος τοῦ Ιαϊρου τοῦ Σεμεϊου τοῦ Κισαιου ἐκ ϕυλῆς Βενιαμιν,
Verse: 1b    
ἄνϑρωπος Ιουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει, ἄνϑρωπος μέγας ϑεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως·
Verse: 1c    
ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας, ἧς ᾐχμαλώτευσεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος ἐξ Ιερουσαλημ μετὰ Ιεχονιου τοῦ βασιλέως τῆς Ιουδαίας.
Verse: 1d    
καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον· καὶ ἰδοὺ ϕωναὶ καὶ ϑόρυβος, βρονταὶ καὶ σεισμός, τάραχος ἐπὶ τῆς γῆς·
Verse: 1e    
καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι ἕτοιμοι προῆλϑον ἀμϕότεροι παλαίειν, καὶ ἐγένετο αὐτῶν ϕωνὴ μεγάλη·
Verse: 1f    
καὶ τῇ ϕωνῇ αὐτῶν ἡτοιμάσϑη πᾶν ἔϑνος εἰς πόλεμον ὥστε πολεμῆσαι δικαίων ἔϑνος.
Verse: 1g    
καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόϕου, ϑλῖψις καὶ στενοχωρία, κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς·
Verse: 1h    
καὶ ἐταράχϑη δίκαιον πᾶν ἔϑνος ϕοβούμενοι τὰ ἑαυτῶν κακὰ καὶ ἡτοιμάσϑησαν ἀπολέσϑαι καὶ ἐβόησαν πρὸς τὸν ϑεόν.
Verse: 1i    
ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας, ὕδωρ πολύ·
Verse: 1k    
ϕῶς καὶ ἥλιος ἀνέτειλεν, καὶ οἱ ταπεινοὶ ὑψώϑησαν καὶ κατέϕαγον τοὺς ἐνδόξους.
Verse: 1l    
καὶ διεγερϑεὶς Μαρδοχαῖος ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο καὶ τί ϑεὸς βεβούλευται ποιῆσαι, εἶχεν αὐτὸ ἐν τῇ καρδίᾳ καὶ ἐν παντὶ λόγῳ ἤϑελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός.
Verse: 1m    
καὶ ἡσύχασεν Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβαϑα καὶ Θαρρα τῶν δύο εὐνούχων τοῦ βασιλέως τῶν ϕυλασσόντων τὴν αὐλὴν
Verse: 1n    
ἤκουσέν τε αὐτῶν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτῶν ἐξηρεύνησεν καὶ ἔμαϑεν ὅτι ἑτοιμάζουσιν τὰς χεῖρας ἐπιβαλεῖν ᾽Αρταξέρξῃ τῷ βασιλεῖ, καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ αὐτῶν·
Verse: 1o    
καὶ ἐξήτασεν βασιλεὺς τοὺς δύο εὐνούχους, καὶ ὁμολογήσαντες ἀπήχϑησαν.
Verse: 1p    
καὶ ἔγραψεν βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον, καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων·
Verse: 1q    
καὶ ἐπέταξεν βασιλεὺς Μαρδοχαίῳ ϑεραπεύειν ἐν τῇ αὐλῇ καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων.
Verse: 1r    
καὶ ἦν Αμαν Αμαδαϑου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως· καὶ ἐζήτησεν κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ ὑπὲρ τῶν δύο εὐνούχων τοῦ βασιλέως.
Verse: 1s    
Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις ᾽Αρταξέρξου οὗτος ᾽Αρταξέρξης ἀπὸ τῆς ᾽Ινδικῆς ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἐκράτησεν
Verse: 2    
ἐν αὐταῖς ταῖς ἡμέραις, ὅτε ἐϑρονίσϑη βασιλεὺς ᾽Αρταξέρξης ἐν Σούσοις τῇ πόλει,
Verse: 3    
ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ δοχὴν ἐποίησεν τοῖς ϕίλοις καὶ τοῖς λοιποῖς ἔϑνεσιν καὶ τοῖς Περσῶν καὶ Μήδων ἐνδόξοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν.
Verse: 4    
καὶ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ καὶ τὴν δόξαν τῆς εὐϕροσύνης τοῦ πλούτου αὐτοῦ ἐπὶ ἡμέρας ἑκατὸν ὀγδοήκοντα,
Verse: 5    
ὅτε δὲ ἀνεπληρώϑησαν αἱ ἡμέραι τοῦ γάμου, ἐποίησεν βασιλεὺς πότον τοῖς ἔϑνεσιν τοῖς εὑρεϑεῖσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ ἐν αὐλῇ οἴκου τοῦ βασιλέως
Verse: 6    
κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορϕυροῖς ἐπὶ κύβοις χρυσοῖς καὶ ἀργυροῖς ἐπὶ στύλοις παρίνοις καὶ λιϑίνοις· κλῖναι χρυσαῖ καὶ ἀργυραῖ ἐπὶ λιϑοστρώτου σμαραγδίτου λίϑου καὶ πιννίνου καὶ παρίνου λίϑου καὶ στρωμναὶ διαϕανεῖς ποικίλως διηνϑισμέναι, κύκλῳ ῥόδα πεπασμένα·
Verse: 7    
ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἀνϑράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων· οἶνος πολὺς καὶ ἡδύς, ὃν αὐτὸς βασιλεὺς ἔπινεν.
Verse: 8    
δὲ πότος οὗτος οὐ κατὰ προκείμενον νόμον ἐγένετο, οὕτως δὲ ἠϑέλησεν βασιλεὺς καὶ ἐπέταξεν τοῖς οἰκονόμοις ποιῆσαι τὸ ϑέλημα αὐτοῦ καὶ τῶν ἀνϑρώπων.
Verse: 9    
καὶ Αστιν βασίλισσα ἐποίησε πότον ταῖς γυναιξὶν ἐν τοῖς βασιλείοις, ὅπου βασιλεὺς ᾽Αρταξέρξης.
Verse: 10    
ἐν δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἡδέως γενόμενος βασιλεὺς εἶπεν τῷ Αμαν καὶ Βαζαν καὶ Θαρρα καὶ Βωραζη καὶ Ζαϑολϑα καὶ Αβαταζα καὶ Θαραβα, τοῖς ἑπτὰ εὐνούχοις τοῖς διακόνοις τοῦ βασιλέως ᾽Αρταξέρξου,
Verse: 11    
εἰσαγαγεῖν τὴν βασίλισσαν πρὸς αὐτὸν βασιλεύειν αὐτὴν καὶ περιϑεῖναι αὐτῇ τὸ διάδημα καὶ δεῖξαι αὐτὴν πᾶσιν τοῖς ἄρχουσιν καὶ τοῖς ἔϑνεσιν τὸ κάλλος αὐτῆς, ὅτι καλὴ ἦν.
Verse: 12    
καὶ οὐκ εἰσήκουσεν αὐτοῦ Αστιν βασίλισσα ἐλϑεῖν μετὰ τῶν εὐνούχων. καὶ ἐλυπήϑη βασιλεὺς καὶ ὠργίσϑη
Verse: 13    
καὶ εἶπεν τοῖς ϕίλοις αὐτοῦ Κατὰ ταῦτα ἐλάλησεν Αστιν, ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν.
Verse: 14    
καὶ προσῆλϑεν αὐτῷ Αρκεσαιος καὶ Σαρσαϑαιος καὶ Μαλησεαρ οἱ ἄρχοντες Περσῶν καὶ Μήδων οἱ ἐγγὺς τοῦ βασιλέως οἱ πρῶτοι παρακαϑήμενοι τῷ βασιλεῖ
Verse: 15    
καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τοὺς νόμους ὡς δεῖ ποιῆσαι Αστιν τῇ βασιλίσσῃ, ὅτι οὐκ ἐποίησεν τὰ ὑπὸ τοῦ βασιλέως προσταχϑέντα διὰ τῶν εὐνούχων.
Verse: 16    
καὶ εἶπεν Μουχαιος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας Οὐ τὸν βασιλέα μόνον ἠδίκησεν Αστιν βασίλισσα, ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως
Verse: 17    
[καὶ γὰρ διηγήσατο αὐτοῖς τὰ ῥήματα τῆς βασιλίσσης καὶ ὡς ἀντεῖπεν τῷ βασιλεῖ]. ὡς οὖν ἀντεῖπεν τῷ βασιλεῖ ᾽Αρταξέρξῃ,
Verse: 18    
οὕτως σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχϑέντα ὑπ' αὐτῆς τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν.
Verse: 19    
εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, προσταξάτω βασιλικόν, καὶ γραϕήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν· καὶ μὴ ἄλλως χρησάσϑω, μηδὲ εἰσελϑάτω ἔτι βασίλισσα πρὸς αὐτόν, καὶ τὴν βασιλείαν αὐτῆς δότω βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς.
Verse: 20    
καὶ ἀκουσϑήτω νόμος ὑπὸ τοῦ βασιλέως, ὃν ἐὰν ποιῇ, ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ οὕτως πᾶσαι αἱ γυναῖκες περιϑήσουσιν τιμὴν τοῖς ἀνδράσιν ἑαυτῶν ἀπὸ πτωχοῦ ἕως πλουσίου.
Verse: 21    
καὶ ἤρεσεν λόγος τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσι, καὶ ἐποίησεν βασιλεὺς καϑὰ ἐλάλησεν Μουχαιος·
Verse: 22    
καὶ ἀπέστειλεν εἰς πᾶσαν τὴν βασιλείαν κατὰ χώραν κατὰ τὴν λέξιν αὐτῶν ὥστε εἶναι ϕόβον αὐτοῖς ἐν ταῖς οἰκίαις αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.