TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 469
Previous part

Chapter: 10 
Verse: 1    ῎Εγραψεν δὲ βασιλεὺς τέλη ἐπὶ τὴν βασιλείαν τῆς τε γῆς καὶ τῆς ϑαλάσσης.
Verse: 2    
καὶ τὴν ἰσχὺν αὐτοῦ καὶ ἀνδραγαϑίαν πλοῦτόν τε καὶ δόξαν τῆς βασιλείας αὐτοῦ, ἰδοὺ γέγραπται ἐν βιβλίῳ βασιλέων Περσῶν καὶ Μήδων εἰς μνημόσυνον.
Verse: 3    
δὲ Μαρδοχαῖος διεδέχετο τὸν βασιλέα ᾽Αρταξέρξην καὶ μέγας ἦν ἐν τῇ βασιλείᾳ καὶ δεδοξασμένος ὑπὸ τῶν Ιουδαίων· καὶ ϕιλούμενος διηγεῖτο τὴν ἀγωγὴν παντὶ τῷ ἔϑνει αὐτοῦ.
Verse: 3a    
Καὶ εἶπεν Μαρδοχαῖος Παρὰ τοῦ ϑεοῦ ἐγένετο ταῦτα·
Verse: 3b    
ἐμνήσϑην γὰρ περὶ τοῦ ἐνυπνίου, οὗ εἶδον περὶ τῶν λόγων τούτων· οὐδὲ γὰρ παρῆλϑεν ἀπ' αὐτῶν λόγος.
Verse: 3c    
μικρὰ πηγή, ἐγένετο ποταμὸς καὶ ἦν ϕῶς καὶ ἥλιος καὶ ὕδωρ πολύ· Εσϑηρ ἐστὶν ποταμός, ἣν ἐγάμησεν βασιλεὺς καὶ ἐποίησεν βασίλισσαν.
Verse: 3d    
οἱ δὲ δύο δράκοντες ἐγώ εἰμι καὶ Αμαν.
Verse: 3e    
τὰ δὲ ἔϑνη τὰ ἐπισυναχϑέντα ἀπολέσαι τὸ ὄνομα τῶν Ιουδαίων.
Verse: 3f    
τὸ δὲ ἔϑνος τὸ ἐμόν, οὗτός ἐστιν Ισραηλ οἱ βοήσαντες πρὸς τὸν ϑεὸν καὶ σωϑέντες· καὶ ἔσωσεν κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐρρύσατο κύριος ἡμᾶς ἐκ πάντων τῶν κακῶν τούτων, καὶ ἐποίησεν ϑεὸς τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα, οὐ γέγονεν ἐν τοῖς ἔϑνεσιν.
Verse: 3g    
διὰ τοῦτο ἐποίησεν κλήρους δύο, ἕνα τῷ λαῷ τοῦ ϑεοῦ καὶ ἕνα πᾶσι τοῖς ἔϑνεσιν·
Verse: 3h    
καὶ ἦλϑον οἱ δύο κλῆροι οὗτοι εἰς ὥραν καὶ καιρὸν καὶ εἰς ἡμέραν κρίσεως ἐνώπιον τοῦ ϑεοῦ καὶ ἐν πᾶσι τοῖς ἔϑνεσιν,
Verse: 3i    
καὶ ἐμνήσϑη ϑεὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἐδικαίωσεν τὴν κληρονομίαν αὐτοῦ.
Verse: 3k    
καὶ ἔσονται αὐτοῖς αἱ ἡμέραι αὗται ἐν μηνὶ Αδαρ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς μετὰ συναγωγῆς καὶ χαρᾶς καὶ εὐϕροσύνης ἐνώπιον τοῦ ϑεοῦ κατὰ γενεὰς εἰς τὸν αἰῶνα ἐν τῷ λαῷ αὐτοῦ Ισραηλ.
Verse: 3l    
῎Ετους τετάρτου βασιλεύοντος Πτολεμαίου καὶ Κλεοπάτρας εἰσήνεγκεν Δωσίϑεος, ὃς ἔϕη εἶναι ἱερεὺς καὶ Λευίτης, καὶ Πτολεμαῖος υἱὸς αὐτοῦ τὴν προκειμένην ἐπιστολὴν τῶν Φρουραι, ἣν ἔϕασαν εἶναι καὶ ἑρμηνευκέναι Λυσίμαχον Πτολεμαίου τῶν ἐν Ιερουσαλημ. //





Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.