TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 461
Previous part

Chapter: 2 
Verse: 1    Καὶ μετὰ τοὺς λόγους τούτους ἐκόπασεν βασιλεὺς τοῦ ϑυμοῦ καὶ οὐκέτι ἐμνήσϑη τῆς Αστιν μνημονεύων οἷα ἐλάλησεν καὶ ὡς κατέκρινεν αὐτήν.
Verse: 2    
καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως Ζητηϑήτω τῷ βασιλεῖ κοράσια ἄϕϑορα καλὰ τῷ εἴδει·
Verse: 3    
καὶ καταστήσει βασιλεὺς κωμάρχας ἐν πάσαις ταῖς χώραις τῆς βασιλείας αὐτοῦ, καὶ ἐπιλεξάτωσαν κοράσια παρϑενικὰ καλὰ τῷ εἴδει εἰς Σουσαν τὴν πόλιν εἰς τὸν γυναικῶνα, καὶ παραδοϑήτωσαν τῷ εὐνούχῳ τοῦ βασιλέως τῷ ϕύλακι τῶν γυναικῶν, καὶ δοϑήτω σμῆγμα καὶ λοιπὴ ἐπιμέλεια·
Verse: 4    
καὶ γυνή, ἂν ἀρέσῃ τῷ βασιλεῖ, βασιλεύσει ἀντὶ Αστιν. καὶ ἤρεσεν τῷ βασιλεῖ τὸ πρᾶγμα, καὶ ἐποίησεν οὕτως.
Verse: 5    
Καὶ ἄνϑρωπος ἦν Ιουδαῖος ἐν Σούσοις τῇ πόλει, καὶ ὄνομα αὐτῷ Μαρδοχαῖος τοῦ Ιαϊρου τοῦ Σεμεϊου τοῦ Κισαιου ἐκ ϕυλῆς Βενιαμιν,
Verse: 6    
ὃς ἦν αἰχμάλωτος ἐξ Ιερουσαλημ, ἣν ᾐχμαλώτευσεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος.
Verse: 7    
καὶ ἦν τούτῳ παῖς ϑρεπτή, ϑυγάτηρ Αμιναδαβ ἀδελϕοῦ πατρὸς αὐτοῦ, καὶ ὄνομα αὐτῇ Εσϑηρ· ἐν δὲ τῷ μεταλλάξαι αὐτῆς τοὺς γονεῖς ἐπαίδευσεν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα· καὶ ἦν τὸ κοράσιον καλὸν τῷ εἴδει.
Verse: 8    
καὶ ὅτε ἠκούσϑη τὸ τοῦ βασιλέως πρόσταγμα, συνήχϑησαν κοράσια πολλὰ εἰς Σουσαν τὴν πόλιν ὑπὸ χεῖρα Γαι, καὶ ἤχϑη Εσϑηρ πρὸς Γαι τὸν ϕύλακα τῶν γυναικῶν.
Verse: 9    
καὶ ἤρεσεν αὐτῷ τὸ κοράσιον καὶ εὗρεν χάριν ἐνώπιον αὐτοῦ, καὶ ἔσπευσεν αὐτῇ δοῦναι τὸ σμῆγμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ἀποδεδειγμένα αὐτῇ ἐκ βασιλικοῦ καὶ ἐχρήσατο αὐτῇ καλῶς καὶ ταῖς ἅβραις αὐτῆς ἐν τῷ γυναικῶνι·
Verse: 10    
καὶ οὐχ ὑπέδειξεν Εσϑηρ τὸ γένος αὐτῆς οὐδὲ τὴν πατρίδα, γὰρ Μαρδοχαῖος ἐνετείλατο αὐτῇ μὴ ἀπαγγεῖλαι.
Verse: 11    
καϑ' ἑκάστην δὲ ἡμέραν Μαρδοχαῖος περιεπάτει κατὰ τὴν αὐλὴν τὴν γυναικείαν ἐπισκοπῶν τί Εσϑηρ συμβήσεται.
Verse: 12    
οὗτος δὲ ἦν καιρὸς κορασίου εἰσελϑεῖν πρὸς τὸν βασιλέα, ὅταν ἀναπληρώσῃ μῆνας δέκα δύο· οὕτως γὰρ ἀναπληροῦνται αἱ ἡμέραι τῆς ϑεραπείας, μῆνας ἓξ ἀλειϕόμεναι ἐν σμυρνίνῳ ἐλαίῳ καὶ μῆνας ἓξ ἐν τοῖς ἀρώμασιν καὶ ἐν τοῖς σμήγμασιν τῶν γυναικῶν,
Verse: 13    
καὶ τότε εἰσπορεύεται πρὸς τὸν βασιλέα· καὶ ἐὰν εἴπῃ, παραδώσει αὐτῇ συνεισέρχεσϑαι αὐτῇ ἀπὸ τοῦ γυναικῶνος ἕως τῶν βασιλείων.
Verse: 14    
δείλης εἰσπορεύεται καὶ πρὸς ἡμέραν ἀποτρέχει εἰς τὸν γυναικῶνα τὸν δεύτερον, οὗ Γαι εὐνοῦχος τοῦ βασιλέως ϕύλαξ τῶν γυναικῶν, καὶ οὐκέτι εἰσπορεύεται πρὸς τὸν βασιλέα, ἐὰν μὴ κληϑῇ ὀνόματι.
Verse: 15    
ἐν δὲ τῷ ἀναπληροῦσϑαι τὸν χρόνον Εσϑηρ τῆς ϑυγατρὸς Αμιναδαβ ἀδελϕοῦ πατρὸς Μαρδοχαίου εἰσελϑεῖν πρὸς τὸν βασιλέα οὐδὲν ἠϑέτησεν ὧν αὐτῇ ἐνετείλατο εὐνοῦχος ϕύλαξ τῶν γυναικῶν· ἦν γὰρ Εσϑηρ εὑρίσκουσα χάριν παρὰ πάντων τῶν βλεπόντων αὐτήν.
Verse: 16    
καὶ εἰσῆλϑεν Εσϑηρ πρὸς ᾽Αρταξέρξην τὸν βασιλέα τῷ δωδεκάτῳ μηνί, ὅς ἐστιν Αδαρ, τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ.
Verse: 17    
καὶ ἠράσϑη βασιλεὺς Εσϑηρ, καὶ εὗρεν χάριν παρὰ πάσας τὰς παρϑένους, καὶ ἐπέϑηκεν αὐτῇ τὸ διάδημα τὸ γυναικεῖον.
Verse: 18    
καὶ ἐποίησεν βασιλεὺς πότον πᾶσι τοῖς ϕίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν ἐπὶ ἡμέρας ἑπτὰ καὶ ὕψωσεν τοὺς γάμους Εσϑηρ καὶ ἄϕεσιν ἐποίησεν τοῖς ὑπὸ τὴν βασιλείαν αὐτοῦ.
Verse: 19    
δὲ Μαρδοχαῖος ἐϑεράπευεν ἐν τῇ αὐλῇ.
Verse: 20    
δὲ Εσϑηρ οὐχ ὑπέδειξεν τὴν πατρίδα αὐτῆς· οὕτως γὰρ ἐνετείλατο αὐτῇ Μαρδοχαῖος ϕοβεῖσϑαι τὸν ϑεὸν καὶ ποιεῖν τὰ προστάγματα αὐτοῦ, καϑὼς ἦν μετ' αὐτοῦ, καὶ Εσϑηρ οὐ μετήλλαξεν τὴν ἀγωγὴν αὐτῆς.
Verse: 21    
Καὶ ἐλυπήϑησαν οἱ δύο εὐνοῦχοι τοῦ βασιλέως οἱ ἀρχισωματοϕύλακες ὅτι προήχϑη Μαρδοχαῖος, καὶ ἐζήτουν ἀποκτεῖναι ᾽Αρταξέρξην τὸν βασιλέα.
Verse: 22    
καὶ ἐδηλώϑη Μαρδοχαίῳ λόγος, καὶ ἐσήμανεν Εσϑηρ, καὶ αὐτὴ ἐνεϕάνισεν τῷ βασιλεῖ τὰ τῆς ἐπιβουλῆς.
Verse: 23    
δὲ βασιλεὺς ἤτασεν τοὺς δύο εὐνούχους καὶ ἐκρέμασεν αὐτούς· καὶ προσέταξεν βασιλεὺς καταχωρίσαι εἰς μνημόσυνον ἐν τῇ βασιλικῇ βιβλιοϑήκῃ ὑπὲρ τῆς εὐνοίας Μαρδοχαίου ἐν ἐγκωμίῳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.