TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 462
Previous part

Chapter: 3 
Verse: 1    Μετὰ δὲ ταῦτα ἐδόξασεν βασιλεὺς ᾽Αρταξέρξης Αμαν Αμαδαϑου Βουγαῖον καὶ ὕψωσεν αὐτόν, καὶ ἐπρωτοβάϑρει πάντων τῶν ϕίλων αὐτοῦ.
Verse: 2    
καὶ πάντες οἱ ἐν τῇ αὐλῇ προσεκύνουν αὐτῷ, οὕτως γὰρ προσέταξεν βασιλεὺς ποιῆσαι· δὲ Μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ.
Verse: 3    
καὶ ἐλάλησαν οἱ ἐν τῇ αὐλῇ τοῦ βασιλέως τῷ Μαρδοχαίῳ Μαρδοχαῖε, τί παρακούεις τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα;
Verse: 4    
καϑ' ἑκάστην ἡμέραν ἐλάλουν αὐτῷ, καὶ οὐχ ὑπήκουεν αὐτῶν· καὶ ὑπέδειξαν τῷ Αμαν Μαρδοχαῖον τοῖς τοῦ βασιλέως λόγοις ἀντιτασσόμενον· καὶ ὑπέδειξεν αὐτοῖς Μαρδοχαῖος ὅτι Ιουδαῖός ἐστιν.
Verse: 5    
καὶ ἐπιγνοὺς Αμαν ὅτι οὐ προσκυνεῖ αὐτῷ Μαρδοχαῖος, ἐϑυμώϑη σϕόδρα
Verse: 6    
καὶ ἐβουλεύσατο ἀϕανίσαι πάντας τοὺς ὑπὸ τὴν ᾽Αρταξέρξου βασιλείαν Ιουδαίους.
Verse: 7    
καὶ ἐποίησεν ψήϕισμα ἐν ἔτει δωδεκάτῳ τῆς βασιλείας ᾽Αρταξέρξου καὶ ἔβαλεν κλήρους ἡμέραν ἐξ ἡμέρας καὶ μῆνα ἐκ μηνὸς ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος Μαρδοχαίου, καὶ ἔπεσεν κλῆρος εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνός, ὅς ἐστιν Αδαρ.
Verse: 8    
καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα ᾽Αρταξέρξην λέγων ῾Υπάρχει ἔϑνος διεσπαρμένον ἐν τοῖς ἔϑνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου, οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔϑνη, τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσιν, καὶ οὐ συμϕέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς·
Verse: 9    
εἰ δοκεῖ τῷ βασιλεῖ, δογματισάτω ἀπολέσαι αὐτούς, κἀγὼ διαγράψω εἰς τὸ γαζοϕυλάκιον τοῦ βασιλέως ἀργυρίου τάλαντα μύρια.
Verse: 10    
καὶ περιελόμενος βασιλεὺς τὸν δακτύλιον ἔδωκεν εἰς χεῖρα τῷ Αμαν σϕραγίσαι κατὰ τῶν γεγραμμένων κατὰ τῶν Ιουδαίων.
Verse: 11    
καὶ εἶπεν βασιλεὺς τῷ Αμαν Τὸ μὲν ἀργύριον ἔχε, τῷ δὲ ἔϑνει χρῶ ὡς βούλει.
Verse: 12    
καὶ ἐκλήϑησαν οἱ γραμματεῖς τοῦ βασιλέως μηνὶ πρώτῳ τῇ τρισκαιδεκάτῃ καὶ ἔγραψαν, ὡς ἐπέταξεν Αμαν, τοῖς στρατηγοῖς καὶ τοῖς ἄρχουσιν κατὰ πᾶσαν χώραν ἀπὸ ᾽Ινδικῆς ἕως τῆς Αἰϑιοπίας, ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ χώραις, τοῖς τε ἄρχουσι τῶν ἐϑνῶν κατὰ τὴν αὐτῶν λέξιν δι' ᾽Αρταξέρξου τοῦ βασιλέως.
Verse: 13    
καὶ ἀπεστάλη διὰ βιβλιαϕόρων εἰς τὴν ᾽Αρταξέρξου βασιλείαν ἀϕανίσαι τὸ γένος τῶν Ιουδαίων ἐν ἡμέρᾳ μιᾷ μηνὸς δωδεκάτου, ὅς ἐστιν Αδαρ, καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτῶν.
Verse: 13a    
τῆς δὲ ἐπιστολῆς ἐστιν τὸ ἀντίγραϕον τόδε Βασιλεὺς μέγας ᾽Αρταξέρξης τοῖς ἀπὸ τῆς ᾽Ινδικῆς ἕως τῆς Αἰϑιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράϕει
Verse: 13b    
Πολλῶν ἐπάρξας ἐϑνῶν καὶ πάσης ἐπικρατήσας οἰκουμένης ἐβουλήϑην, μὴ τῷ ϑράσει τῆς ἐξουσίας ἐπαιρόμενος, ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων, τοὺς τῶν ὑποτεταγμένων ἀκυμάτους διὰ παντὸς καταστῆσαι βίους, τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασϑαί τε τὴν ποϑουμένην τοῖς πᾶσιν ἀνϑρώποις εἰρήνην.
Verse: 13c    
πυϑομένου δέ μου τῶν συμβούλων πῶς ἂν ἀχϑείη τοῦτο ἐπὶ πέρας, σωϕροσύνῃ παρ' ἡμῖν διενέγκας καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδειγμένος καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος Αμαν
Verse: 13d    
ἐπέδειξεν ἡμῖν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ϕυλαῖς ἀναμεμεῖχϑαι δυσμενῆ λαόν τινα τοῖς νόμοις ἀντίϑετον πρὸς πᾶν ἔϑνος τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς διατάγματα πρὸς τὸ μὴ κατατίϑεσϑαι τὴν ὑϕ' ἡμῶν κατευϑυνομένην ἀμέμπτως συναρχίαν.
Verse: 13e    
διειληϕότες οὖν τόδε τὸ ἔϑνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διὰ παντὸς ἀνϑρώπῳ κείμενον διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασιν τὰ χείριστα συντελοῦν κακὰ καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταϑείας τυγχάνειν·
Verse: 13f    
προστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ Αμαν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων καὶ δευτέρου πατρὸς ἡμῶν πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλορριζεὶ ταῖς τῶν ἐχϑρῶν μαχαίραις ἄνευ παντὸς οἴκτου καὶ ϕειδοῦς τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Αδαρ τοῦ ἐνεστῶτος ἔτους,
Verse: 13g    
ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελϑόντες εἰς τὸν μετέπειτα χρόνον εὐσταϑῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα.
Verse: 14    
τὰ δὲ ἀντίγραϕα τῶν ἐπιστολῶν ἐξετίϑετο κατὰ χώραν, καὶ προσετάγη πᾶσι τοῖς ἔϑνεσιν ἑτοίμους εἶναι εἰς τὴν ἡμέραν ταύτην.
Verse: 15    
ἐσπεύδετο δὲ τὸ πρᾶγμα καὶ εἰς Σουσαν· δὲ βασιλεὺς καὶ Αμαν ἐκωϑωνίζοντο, ἐταράσσετο δὲ πόλις.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.