TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 464
Previous part

Chapter: 5 
Verse: 1z    Καὶ ἐγενήϑη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐπαύσατο προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς ϑεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς
Verse: 1a    
καὶ γενηϑεῖσα ἐπιϕανὴς ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην ϑεὸν καὶ σωτῆρα παρέλαβεν τὰς δύο ἅβρας καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυϕερευομένη, δὲ ἑτέρα ἐπηκολούϑει κουϕίζουσα τὴν ἔνδυσιν αὐτῆς,
Verse: 1b    
καὶ αὐτὴ ἐρυϑριῶσα ἀκμῇ κάλλους αὐτῆς, καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν ὡς προσϕιλές, δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ ϕόβου.
Verse: 1c    
καὶ εἰσελϑοῦσα πάσας τὰς ϑύρας κατέστη ἐνώπιον τοῦ βασιλέως, καὶ αὐτὸς ἐκάϑητο ἐπὶ τοῦ ϑρόνου τῆς βασιλείας αὐτοῦ καὶ πᾶσαν στολὴν τῆς ἐπιϕανείας αὐτοῦ ἐνεδεδύκει, ὅλος διὰ χρυσοῦ καὶ λίϑων πολυτελῶν, καὶ ἦν ϕοβερὸς σϕόδρα.
Verse: 1d    
καὶ ἄρας τὸ πρόσωπον αὐτοῦ πεπυρωμένον δόξῃ ἐν ἀκμῇ ϑυμοῦ ἔβλεψεν, καὶ ἔπεσεν βασίλισσα καὶ μετέβαλεν τὸ χρῶμα αὐτῆς ἐν ἐκλύσει καὶ κατεπέκυψεν ἐπὶ τὴν κεϕαλὴν τῆς ἅβρας τῆς προπορευομένης.
Verse: 1e    
καὶ μετέβαλεν ϑεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραύτητα, καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ ϑρόνου αὐτοῦ καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ, μέχρις οὗ κατέστη, καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς καὶ εἶπεν αὐτῇ
Verse: 1f    
Τί ἐστιν, Εσϑηρ; ἐγὼ ἀδελϕός σου, ϑάρσει, οὐ μὴ ἀποϑάνῃς, ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐστιν· πρόσελϑε.
Verse: 2    
καὶ ἄρας τὴν χρυσῆν ῥάβδον ἐπέϑηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπεν Λάλησόν μοι.
Verse: 2a    
καὶ εἶπεν αὐτῷ Εἶδόν σε, κύριε, ὡς ἄγγελον ϑεοῦ, καὶ ἐταράχϑη καρδία μου ἀπὸ ϕόβου τῆς δόξης σου· ὅτι ϑαυμαστὸς εἶ, κύριε, καὶ τὸ πρόσωπόν σου χαρίτων μεστόν.
Verse: 2b    
ἐν δὲ τῷ διαλέγεσϑαι αὐτὴν ἔπεσεν ἀπὸ ἐκλύσεως αὐτῆς, καὶ βασιλεὺς ἐταράσσετο, καὶ πᾶσα ϑεραπεία αὐτοῦ παρεκάλει αὐτήν.
Verse: 3    
καὶ εἶπεν βασιλεύς Τί ϑέλεις, Εσϑηρ, καὶ τί σού ἐστιν τὸ ἀξίωμα; ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου καὶ ἔσται σοι.
Verse: 4    
εἶπεν δὲ Εσϑηρ ῾Ημέρα μου ἐπίσημος σήμερόν ἐστιν· εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, ἐλϑάτω καὶ αὐτὸς καὶ Αμαν εἰς τὴν δοχήν, ἣν ποιήσω σήμερον.
Verse: 5    
καὶ εἶπεν βασιλεύς Κατασπεύσατε Αμαν, ὅπως ποιήσωμεν τὸν λόγον Εσϑηρ· καὶ παραγίνονται ἀμϕότεροι εἰς τὴν δοχήν, ἣν εἶπεν Εσϑηρ.
Verse: 6    
ἐν δὲ τῷ πότῳ εἶπεν βασιλεὺς πρὸς Εσϑηρ Τί ἐστιν, βασίλισσα Εσϑηρ; καὶ ἔσται σοι ὅσα ἀξιοῖς.
Verse: 7    
καὶ εἶπεν Τὸ αἴτημά μου καὶ τὸ ἀξίωμά μου·
Verse: 8    
εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, ἐλϑάτω βασιλεὺς καὶ Αμαν ἐπὶ τὴν αὔριον εἰς τὴν δοχήν, ἣν ποιήσω αὐτοῖς, καὶ αὔριον ποιήσω τὰ αὐτά.
Verse: 9    
Καὶ ἐξῆλϑεν Αμαν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐϕραινόμενος· ἐν δὲ τῷ ἰδεῖν Αμαν Μαρδοχαῖον τὸν Ιουδαῖον ἐν τῇ αὐλῇ ἐϑυμώϑη σϕόδρα.
Verse: 10    
καὶ εἰσελϑὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς ϕίλους καὶ Ζωσαραν τὴν γυναῖκα αὐτοῦ
Verse: 11    
καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν, ἣν βασιλεὺς αὐτῷ περιέϑηκεν, καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσϑαι τῆς βασιλείας.
Verse: 12    
καὶ εἶπεν Αμαν Οὐ κέκληκεν βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ' ἐμέ, καὶ εἰς τὴν αὔριον κέκλημαι·
Verse: 13    
καὶ ταῦτά μοι οὐκ ἀρέσκει, ὅταν ἴδω Μαρδοχαῖον τὸν Ιουδαῖον ἐν τῇ αὐλῇ.
Verse: 14    
καὶ εἶπεν πρὸς αὐτὸν Ζωσαρα γυνὴ αὐτοῦ καὶ οἱ ϕίλοι Κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα, ὄρϑρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασϑήτω Μαρδοχαῖος ἐπὶ τοῦ ξύλου· σὺ δὲ εἴσελϑε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐϕραίνου. καὶ ἤρεσεν τὸ ῥῆμα τῷ Αμαν, καὶ ἡτοιμάσϑη τὸ ξύλον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.