TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 465
Previous part

Chapter: 6 
Verse: 1    ῾Ο δὲ κύριος ἀπέστησεν τὸν ὕπνον ἀπὸ τοῦ βασιλέως τὴν νύκτα ἐκείνην, καὶ εἶπεν τῷ διδασκάλῳ αὐτοῦ εἰσϕέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ.
Verse: 2    
εὗρεν δὲ τὰ γράμματα τὰ γραϕέντα περὶ Μαρδοχαίου, ὡς ἀπήγγειλεν τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ ϕυλάσσειν αὐτοὺς καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας ᾽Αρταξέρξῃ.
Verse: 3    
εἶπεν δὲ βασιλεύς Τίνα δόξαν χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ; καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως Οὐκ ἐποίησας αὐτῷ οὐδέν.
Verse: 4    
ἐν δὲ τῷ πυνϑάνεσϑαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου ἰδοὺ Αμαν ἐν τῇ αὐλῇ· εἶπεν δὲ βασιλεύς Τίς ἐν τῇ αὐλῇ; δὲ Αμαν εἰσῆλϑεν εἰπεῖν τῷ βασιλεῖ κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ, ἡτοίμασεν.
Verse: 5    
καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως ᾽Ιδοὺ Αμαν ἕστηκεν ἐν τῇ αὐλῇ· καὶ εἶπεν βασιλεύς Καλέσατε αὐτόν.
Verse: 6    
εἶπεν δὲ βασιλεὺς τῷ Αμαν Τί ποιήσω τῷ ἀνϑρώπῳ, ὃν ἐγὼ ϑέλω δοξάσαι; εἶπεν δὲ ἐν ἑαυτῷ Αμαν Τίνα ϑέλει βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ;
Verse: 7    
εἶπεν δὲ πρὸς τὸν βασιλέα ῎Ανϑρωπον, ὃν βασιλεὺς ϑέλει δοξάσαι,
Verse: 8    
ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην, ἣν βασιλεὺς περιβάλλεται, καὶ ἵππον, ἐϕ' ὃν βασιλεὺς ἐπιβαίνει,
Verse: 9    
καὶ δότω ἑνὶ τῶν ϕίλων τοῦ βασιλέως τῶν ἐνδόξων καὶ στολισάτω τὸν ἄνϑρωπον, ὃν βασιλεὺς ἀγαπᾷ, καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως λέγων Οὕτως ἔσται παντὶ ἀνϑρώπῳ, ὃν βασιλεὺς δοξάζει.
Verse: 10    
εἶπεν δὲ βασιλεὺς τῷ Αμαν Καϑὼς ἐλάλησας, οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ Ιουδαίῳ τῷ ϑεραπεύοντι ἐν τῇ αὐλῇ, καὶ μὴ παραπεσάτω σου λόγος ὧν ἐλάλησας.
Verse: 11    
ἔλαβεν δὲ Αμαν τὴν στολὴν καὶ τὸν ἵππον καὶ ἐστόλισεν τὸν Μαρδοχαῖον καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον καὶ διῆλϑεν διὰ τῆς πλατείας τῆς πόλεως καὶ ἐκήρυσσεν λέγων Οὕτως ἔσται παντὶ ἀνϑρώπῳ, ὃν βασιλεὺς ϑέλει δοξάσαι.
Verse: 12    
ἐπέστρεψεν δὲ Μαρδοχαῖος εἰς τὴν αὐλήν, Αμαν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεϕαλῆς.
Verse: 13    
καὶ διηγήσατο Αμαν τὰ συμβεβηκότα αὐτῷ Ζωσαρα τῇ γυναικὶ αὐτοῦ καὶ τοῖς ϕίλοις, καὶ εἶπαν πρὸς αὐτὸν οἱ ϕίλοι καὶ γυνή Εἰ ἐκ γένους Ιουδαίων Μαρδοχαῖος, ἦρξαι ταπεινοῦσϑαι ἐνώπιον αὐτοῦ, πεσὼν πεσῇ· οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασϑαι, ὅτι ϑεὸς ζῶν μετ' αὐτοῦ.
Verse: 14    
ἔτι αὐτῶν λαλούντων παραγίνονται οἱ εὐνοῦχοι ἐπισπεύδοντες τὸν Αμαν ἐπὶ τὸν πότον, ὃν ἡτοίμασεν Εσϑηρ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.