TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 466
Previous part

Chapter: 7 
Verse: 1    Εἰσῆλϑεν δὲ βασιλεὺς καὶ Αμαν συμπιεῖν τῇ βασιλίσσῃ.
Verse: 2    
εἶπεν δὲ βασιλεὺς Εσϑηρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ Τί ἐστιν, Εσϑηρ βασίλισσα, καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξίωμά σου; καὶ ἔστω σοι ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου.
Verse: 3    
καὶ ἀποκριϑεῖσα εἶπεν Εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, δοϑήτω ψυχή μου τῷ αἰτήματί μου καὶ λαός μου τῷ ἀξιώματί μου·
Verse: 4    
ἐπράϑημεν γὰρ ἐγώ τε καὶ λαός μου εἰς ἀπώλειαν καὶ διαρπαγὴν καὶ δουλείαν, ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ παρήκουσα· οὐ γὰρ ἄξιος διάβολος τῆς αὐλῆς τοῦ βασιλέως.
Verse: 5    
εἶπεν δὲ βασιλεύς Τίς οὗτος, ὅστις ἐτόλμησεν ποιῆσαι τὸ πρᾶγμα τοῦτο;
Verse: 6    
εἶπεν δὲ Εσϑηρ ῎Ανϑρωπος ἐχϑρὸς Αμαν πονηρὸς οὗτος. Αμαν δὲ ἐταράχϑη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης.
Verse: 7    
δὲ βασιλεὺς ἐξανέστη ἐκ τοῦ συμποσίου εἰς τὸν κῆπον· δὲ Αμαν παρῃτεῖτο τὴν βασίλισσαν, ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα.
Verse: 8    
ἐπέστρεψεν δὲ βασιλεὺς ἐκ τοῦ κήπου, Αμαν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλισσαν· εἶπεν δὲ βασιλεύς ῞Ωστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου; Αμαν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ.
Verse: 9    
εἶπεν δὲ Βουγαϑαν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα ᾽Ιδοὺ καὶ ξύλον ἡτοίμασεν Αμαν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρϑωται ἐν τοῖς Αμαν ξύλον πηχῶν πεντήκοντα. εἶπεν δὲ βασιλεύς Σταυρωϑήτω ἐπ' αὐτοῦ.
Verse: 10    
καὶ ἐκρεμάσϑη Αμαν ἐπὶ τοῦ ξύλου, ἡτοίμασεν Μαρδοχαίῳ. καὶ τότε βασιλεὺς ἐκόπασεν τοῦ ϑυμοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.