TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 467
Previous part

Chapter: 8 
Verse: 1    Καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ βασιλεὺς ᾽Αρταξέρξης ἐδωρήσατο Εσϑηρ ὅσα ὑπῆρχεν Αμαν τῷ διαβόλῳ, καὶ Μαρδοχαῖος προσεκλήϑη ὑπὸ τοῦ βασιλέως, ὑπέδειξεν γὰρ Εσϑηρ ὅτι ἐνοικείωται αὐτῇ.
Verse: 2    
ἔλαβεν δὲ βασιλεὺς τὸν δακτύλιον, ὃν ἀϕείλατο Αμαν, καὶ ἔδωκεν αὐτὸν Μαρδοχαίῳ, καὶ κατέστησεν Εσϑηρ Μαρδοχαῖον ἐπὶ πάντων τῶν Αμαν.
Verse: 3    
καὶ προσϑεῖσα ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἠξίου ἀϕελεῖν τὴν Αμαν κακίαν καὶ ὅσα ἐποίησεν τοῖς Ιουδαίοις.
Verse: 4    
ἐξέτεινεν δὲ βασιλεὺς Εσϑηρ τὴν ῥάβδον τὴν χρυσῆν, ἐξηγέρϑη δὲ Εσϑηρ παρεστηκέναι τῷ βασιλεῖ.
Verse: 5    
καὶ εἶπεν Εσϑηρ Εἰ δοκεῖ σοι καὶ εὗρον χάριν, πεμϕϑήτω ἀποστραϕῆναι τὰ γράμματα τὰ ἀπεσταλμένα ὑπὸ Αμαν τὰ γραϕέντα ἀπολέσϑαι τοὺς Ιουδαίους, οἵ εἰσιν ἐν τῇ βασιλείᾳ σου·
Verse: 6    
πῶς γὰρ δυνήσομαι ἰδεῖν τὴν κάκωσιν τοῦ λαοῦ μου καὶ πῶς δυνήσομαι σωϑῆναι ἐν τῇ ἀπωλείᾳ τῆς πατρίδος μου;
Verse: 7    
καὶ εἶπεν βασιλεὺς πρὸς Εσϑηρ Εἰ πάντα τὰ ὑπάρχοντα Αμαν ἔδωκα καὶ ἐχαρισάμην σοι καὶ αὐτὸν ἐκρέμασα ἐπὶ ξύλου, ὅτι τὰς χεῖρας ἐπήνεγκε τοῖς Ιουδαίοις, τί ἔτι ἐπιζητεῖς;
Verse: 8    
γράψατε καὶ ὑμεῖς ἐκ τοῦ ὀνόματός μου ὡς δοκεῖ ὑμῖν καὶ σϕραγίσατε τῷ δακτυλίῳ μου· ὅσα γὰρ γράϕεται τοῦ βασιλέως ἐπιτάξαντος καὶ σϕραγισϑῇ τῷ δακτυλίῳ μου, οὐκ ἔστιν αὐτοῖς ἀντειπεῖν.
Verse: 9    
ἐκλήϑησαν δὲ οἱ γραμματεῖς ἐν τῷ πρώτῳ μηνί, ὅς ἐστι Νισα, τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ ἔτους, καὶ ἐγράϕη τοῖς Ιουδαίοις ὅσα ἐνετείλατο τοῖς οἰκονόμοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν ἀπὸ τῆς ᾽Ινδικῆς ἕως τῆς Αἰϑιοπίας, ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις κατὰ χώραν καὶ χώραν, κατὰ τὴν ἑαυτῶν λέξιν.
Verse: 10    
ἐγράϕη δὲ διὰ τοῦ βασιλέως καὶ ἐσϕραγίσϑη τῷ δακτυλίῳ αὐτοῦ, καὶ ἐξαπέστειλαν τὰ γράμματα διὰ βιβλιαϕόρων,
Verse: 11    
ὡς ἐπέταξεν αὐτοῖς χρῆσϑαι τοῖς νόμοις αὐτῶν ἐν πάσῃ πόλει βοηϑῆσαί τε αὑτοῖς καὶ χρῆσϑαι τοῖς ἀντιδίκοις αὐτῶν καὶ τοῖς ἀντικειμένοις αὐτῶν ὡς βούλονται,
Verse: 12    
ἐν ἡμέρᾳ μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ ᾽Αρταξέρξου, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν Αδαρ.
Verse: 12a    
῟Ων ἐστιν ἀντίγραϕον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα
Verse: 12b    
Βασιλεὺς μέγας ᾽Αρταξέρξης τοῖς ἀπὸ τῆς ᾽Ινδικῆς ἕως τῆς Αἰϑιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις χωρῶν ἄρχουσι καὶ τοῖς τὰ ἡμέτερα ϕρονοῦσι χαίρειν.
Verse: 12c    
πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι μεῖζον ἐϕρόνησαν καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν, τόν τε κόρον οὐ δυνάμενοι ϕέρειν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσι μηχανᾶσϑαι·
Verse: 12d    
καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνϑρώπων ἀνταναιροῦντες, ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάϑων κόμποις ἐπαρϑέντες τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ ϑεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκϕεύξεσϑαι δίκην.
Verse: 12e    
πολλάκις δὲ καὶ πολλοὺς τῶν ἐπ' ἐξουσίαις τεταγμένων τῶν πιστευϑέντων χειρίζειν ϕίλων τὰ πράγματα παραμυϑία μεταιτίους αἱμάτων ἀϑῴων καταστήσασα περιέβαλε συμϕοραῖς ἀνηκέστοις
Verse: 12f    
τῷ τῆς κακοηϑείας ψευδεῖ παραλογισμῷ παραλογισαμένων τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην.
Verse: 12g    
σκοπεῖν δὲ ἔξεστιν, οὐ τοσοῦτον ἐκ τῶν παλαιοτέρων ὧν παρεδώκαμεν ἱστοριῶν, ὅσα ἐστὶν παρὰ πόδας ὑμᾶς ἐκζητοῦντας ἀνοσίως συντετελεσμένα τῇ τῶν ἀνάξια δυναστευόντων λοιμότητι,
Verse: 12h    
καὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνϑρώποις μετ' εἰρήνης παρεξόμεϑα
Verse: 12i    
χρώμενοι ταῖς μεταβολαῖς, τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετ' ἐπιεικεστέρας ἀπαντήσεως.
Verse: 12k    
ὡς γὰρ Αμαν Αμαδαϑου Μακεδών, ταῖς ἀληϑείαις ἀλλότριος τοῦ τῶν Περσῶν αἵματος καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος, ἐπιξενωϑεὶς ἡμῖν
Verse: 12l    
ἔτυχεν ἧς ἔχομεν πρὸς πᾶν ἔϑνος ϕιλανϑρωπίας ἐπὶ τοσοῦτον ὥστε ἀναγορεύεσϑαι ἡμῶν πατέρα καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ ϑρόνου πρόσωπον διατελεῖν,
Verse: 12m    
οὐκ ἐνέγκας δὲ τὴν ὑπερηϕανίαν ἐπετήδευσεν τῆς ἀρχῆς στερῆσαι ἡμᾶς καὶ τοῦ πνεύματος
Verse: 12n    
τόν τε ἡμέτερον σωτῆρα καὶ διὰ παντὸς εὐεργέτην Μαρδοχαῖον καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν Εσϑηρ σὺν παντὶ τῷ τούτων ἔϑνει πολυπλόκοις μεϑόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπώλειαν·
Verse: 12o    
διὰ γὰρ τῶν τρόπων τούτων ᾠήϑη λαβὼν ἡμᾶς ἐρήμους τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι.
Verse: 12p    
ἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀϕανισμὸν Ιουδαίους εὑρίσκομεν οὐ κακούργους ὄντας, δικαιοτάτοις δὲ πολιτευομένους νόμοις,
Verse: 12q    
ὄντας δὲ υἱοὺς τοῦ ὑψίστου μεγίστου ζῶντος ϑεοῦ τοῦ κατευϑύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῇ καλλίστῃ διαϑέσει.
Verse: 12r    
καλῶς οὖν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ Αμαν Αμαδαϑου ἀποσταλεῖσι γράμμασιν διὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσϑαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος ϑεοῦ διὰ τάχους ἀποδόντος αὐτῷ κρίσιν,
Verse: 12s    
τὸ δὲ ἀντίγραϕον τῆς ἐπιστολῆς ταύτης ἐκϑέντες ἐν παντὶ τόπῳ μετὰ παρρησίας ἐᾶν τοὺς Ιουδαίους χρῆσϑαι τοῖς ἑαυτῶν νομίμοις καὶ συνεπισχύειν αὐτοῖς ὅπως τοὺς ἐν καιρῷ ϑλίψεως ἐπιϑεμένους αὐτοῖς ἀμύνωνται τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Αδαρ τῇ αὐτῇ ἡμέρᾳ·
Verse: 12t    
ταύτην γὰρ πάντα δυναστεύων ϑεὸς ἀντ' ὀλεϑρίας τοῦ ἐκλεκτοῦ γένους ἐποίησεν αὐτοῖς εὐϕροσύνην.
Verse: 12u    
καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε, ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτηρία ἡμῖν καὶ τοῖς εὐνοοῦσιν Πέρσαις, τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσιν μνημόσυνον τῆς ἀπωλείας.
Verse: 12x    
πᾶσα δὲ πόλις χώρα τὸ σύνολον, ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ, δόρατι καὶ πυρὶ καταναλωϑήσεται μετ' ὀργῆς· οὐ μόνον ἀνϑρώποις ἄβατος, ἀλλὰ καὶ ϑηρίοις καὶ πετεινοῖς εἰς τὸν ἅπαντα χρόνον ἔχϑιστος κατασταϑήσεται.
Verse: 13    
τὰ δὲ ἀντίγραϕα ἐκτιϑέσϑωσαν ὀϕϑαλμοϕανῶς ἐν πάσῃ τῇ βασιλείᾳ, ἑτοίμους τε εἶναι πάντας τοὺς Ιουδαίους εἰς ταύτην τὴν ἡμέραν πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους.
Verse: 14    
Οἱ μὲν οὖν ἱππεῖς ἐξῆλϑον σπεύδοντες τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα ἐπιτελεῖν· ἐξετέϑη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις.
Verse: 15    
δὲ Μαρδοχαῖος ἐξῆλϑεν ἐστολισμένος τὴν βασιλικὴν στολὴν καὶ στέϕανον ἔχων χρυσοῦν καὶ διάδημα βύσσινον πορϕυροῦν· ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρησαν.
Verse: 16    
τοῖς δὲ Ιουδαίοις ἐγένετο ϕῶς καὶ εὐϕροσύνη·
Verse: 17    
κατὰ πόλιν καὶ χώραν, οὗ ἂν ἐξετέϑη τὸ πρόσταγμα, οὗ ἂν ἐξετέϑη τὸ ἔκϑεμα, χαρὰ καὶ εὐϕροσύνη τοῖς Ιουδαίοις, κώϑων καὶ εὐϕροσύνη, καὶ πολλοὶ τῶν ἐϑνῶν περιετέμοντο καὶ ιουδάιζον διὰ τὸν ϕόβον τῶν Ιουδαίων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.