TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 468
Previous part

Chapter: 9 
Verse: 1    ᾽Εν γὰρ τῷ δωδεκάτῳ μηνὶ τρισκαιδεκάτῃ τοῦ μηνός, ὅς ἐστιν Αδαρ, παρῆν τὰ γράμματα τὰ γραϕέντα ὑπὸ τοῦ βασιλέως.
Verse: 2    
ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς Ιουδαίοις· οὐδεὶς γὰρ ἀντέστη ϕοβούμενος αὐτούς.
Verse: 3    
οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς Ιουδαίους· γὰρ ϕόβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς.
Verse: 4    
προσέπεσεν γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασϑῆναι ἐν πάσῃ τῇ βασιλείᾳ.
Verse: 6    
καὶ ἐν Σούσοις τῇ πόλει ἀπέκτειναν οἱ Ιουδαῖοι ἄνδρας πεντακοσίους
Verse: 7    
τόν τε Φαρσαννεσταιν καὶ Δελϕων καὶ Φασγα
Verse: 8    
καὶ Φαρδαϑα καὶ Βαρεα καὶ Σαρβαχα
Verse: 9    
καὶ Μαρμασιμα καὶ Αρουϕαιον καὶ Αρσαιον καὶ Ζαβουϑαιϑαν,
Verse: 10    
τοὺς δέκα υἱοὺς Αμαν Αμαδαϑου Βουγαίου τοῦ ἐχϑροῦ τῶν Ιουδαίων, καὶ διήρπασαν.
Verse: 11    
ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐπεδόϑη ἀριϑμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν Σούσοις.
Verse: 12    
εἶπεν δὲ βασιλεὺς πρὸς Εσϑηρ ᾽Απώλεσαν οἱ Ιουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους· ἐν δὲ τῇ περιχώρῳ πῶς οἴει ἐχρήσαντο; τί οὖν ἀξιοῖς ἔτι καὶ ἔσται σοι;
Verse: 13    
καὶ εἶπεν Εσϑηρ τῷ βασιλεῖ Δοϑήτω τοῖς Ιουδαίοις χρῆσϑαι ὡσαύτως τὴν αὔριον ὥστε τοὺς δέκα υἱοὺς κρεμάσαι Αμαν.
Verse: 14    
καὶ ἐπέτρεψεν οὕτως γενέσϑαι καὶ ἐξέϑηκε τοῖς Ιουδαίοις τῆς πόλεως τὰ σώματα τῶν υἱῶν Αμαν κρεμάσαι.
Verse: 15    
καὶ συνήχϑησαν οἱ Ιουδαῖοι ἐν Σούσοις τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Αδαρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους καὶ οὐδὲν διήρπασαν.
Verse: 16    
οἱ δὲ λοιποὶ τῶν Ιουδαίων οἱ ἐν τῇ βασιλείᾳ συνήχϑησαν καὶ ἑαυτοῖς ἐβοήϑουν καὶ ἀνεπαύσαντο ἀπὸ τῶν πολεμίων· ἀπώλεσαν γὰρ αὐτῶν μυρίους πεντακισχιλίους τῇ τρισκαιδεκάτῃ τοῦ Αδαρ καὶ οὐδὲν διήρπασαν.
Verse: 17    
καὶ ἀνεπαύσαντο τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετὰ χαρᾶς καὶ εὐϕροσύνης.
Verse: 18    
οἱ δὲ Ιουδαῖοι οἱ ἐν Σούσοις τῇ πόλει συνήχϑησαν καὶ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ οὐκ ἀνεπαύσαντο· ἦγον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρᾶς καὶ εὐϕροσύνης.
Verse: 19    
διὰ τοῦτο οὖν οἱ Ιουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω ἄγουσιν τὴν τεσσαρεσκαιδεκάτην τοῦ Αδαρ ἡμέραν ἀγαϑὴν μετ' εὐϕροσύνης ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον, οἱ δὲ κατοικοῦντες ἐν ταῖς μητροπόλεσιν καὶ τὴν πεντεκαιδεκάτην τοῦ Αδαρ ἡμέραν εὐϕροσύνην ἀγαϑὴν ἄγουσιν ἐξαποστέλλοντες μερίδας τοῖς πλησίον.
Verse: 20    
῎Εγραψεν δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλεν τοῖς Ιουδαίοις, ὅσοι ἦσαν ἐν τῇ ᾽Αρταξέρξου βασιλείᾳ, τοῖς ἐγγὺς καὶ τοῖς μακράν,
Verse: 21    
στῆσαι τὰς ἡμέρας ταύτας ἀγαϑὰς ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην τοῦ Αδαρ
Verse: 22    
ἐν γὰρ ταύταις ταῖς ἡμέραις ἀνεπαύσαντο οἱ Ιουδαῖοι ἀπὸ τῶν ἐχϑρῶν αὐτῶν καὶ τὸν μῆνα, ἐν ἐστράϕη αὐτοῖς [ὃς ἦν Αδαρ] ἀπὸ πένϑους εἰς χαρὰν καὶ ἀπὸ ὀδύνης εἰς ἀγαϑὴν ἡμέραν, ἄγειν ὅλον ἀγαϑὰς ἡμέρας γάμων καὶ εὐϕροσύνης ἐξαποστέλλοντας μερίδας τοῖς ϕίλοις καὶ τοῖς πτωχοῖς.
Verse: 23    
καὶ προσεδέξαντο οἱ Ιουδαῖοι, καϑὼς ἔγραψεν αὐτοῖς Μαρδοχαῖος,
Verse: 24    
πῶς Αμαν Αμαδαϑου Μακεδὼν ἐπολέμει αὐτούς, καϑὼς ἔϑετο ψήϕισμα καὶ κλῆρον ἀϕανίσαι αὐτούς,
Verse: 25    
καὶ ὡς εἰσῆλϑεν πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαῖον· ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς Ιουδαίους κακά, ἐπ' αὐτὸν ἐγένοντο, καὶ ἐκρεμάσϑη αὐτὸς καὶ τὰ τέκνα αὐτοῦ.
Verse: 26    
διὰ τοῦτο ἐπεκλήϑησαν αἱ ἡμέραι αὗται Φρουραι διὰ τοὺς κλήρους, ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται Φρουραι, διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης καὶ ὅσα πεπόνϑασιν διὰ ταῦτα καὶ ὅσα αὐτοῖς ἐγένετο·
Verse: 27    
καὶ ἔστησεν καὶ προσεδέχοντο οἱ Ιουδαῖοι ἐϕ' ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεϑειμένοις ἐπ' αὐτῶν οὐδὲ μὴν ἄλλως χρήσονται· αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριὰν καὶ χώραν·
Verse: 28    
αἱ δὲ ἡμέραι αὗται τῶν Φρουραι ἀχϑήσονται εἰς τὸν ἅπαντα χρόνον, καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν.
Verse: 29    
καὶ ἔγραψεν Εσϑηρ βασίλισσα ϑυγάτηρ Αμιναδαβ καὶ Μαρδοχαῖος Ιουδαῖος ὅσα ἐποίησαν τό τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραι.
Verse: 31    
καὶ Μαρδοχαῖος καὶ Εσϑηρ βασίλισσα ἔστησαν ἑαυτοῖς καϑ' ἑαυτῶν καὶ τότε στήσαντες κατὰ τῆς ὑγιείας αὐτῶν καὶ τὴν βουλὴν αὐτῶν·
Verse: 32    
καὶ Εσϑηρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα, καὶ ἐγράϕη εἰς μνημόσυνον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.