TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 468
Chapter: 9
Verse: 1
᾽Εν
γὰρ
τῷ
δωδεκάτῳ
μηνὶ
τρισκαιδεκάτῃ
τοῦ
μηνός
,
ὅς
ἐστιν
Αδαρ
,
παρῆν
τὰ
γράμματα
τὰ
γραϕέντα
ὑπὸ
τοῦ
βασιλέως
.
Verse: 2
ἐν
αὐτῇ
τῇ
ἡμέρᾳ
ἀπώλοντο
οἱ
ἀντικείμενοι
τοῖς
Ιουδαίοις
·
οὐδεὶς
γὰρ
ἀντέστη
ϕοβούμενος
αὐτούς
.
Verse: 3
οἱ
γὰρ
ἄρχοντες
τῶν
σατραπῶν
καὶ
οἱ
τύραννοι
καὶ
οἱ
βασιλικοὶ
γραμματεῖς
ἐτίμων
τοὺς
Ιουδαίους
·
ὁ
γὰρ
ϕόβος
Μαρδοχαίου
ἐνέκειτο
αὐτοῖς
.
Verse: 4
προσέπεσεν
γὰρ
τὸ
πρόσταγμα
τοῦ
βασιλέως
ὀνομασϑῆναι
ἐν
πάσῃ
τῇ
βασιλείᾳ
.
Verse: 6
καὶ
ἐν
Σούσοις
τῇ
πόλει
ἀπέκτειναν
οἱ
Ιουδαῖοι
ἄνδρας
πεντακοσίους
Verse: 7
τόν
τε
Φαρσαννεσταιν
καὶ
Δελϕων
καὶ
Φασγα
Verse: 8
καὶ
Φαρδαϑα
καὶ
Βαρεα
καὶ
Σαρβαχα
Verse: 9
καὶ
Μαρμασιμα
καὶ
Αρουϕαιον
καὶ
Αρσαιον
καὶ
Ζαβουϑαιϑαν
,
Verse: 10
τοὺς
δέκα
υἱοὺς
Αμαν
Αμαδαϑου
Βουγαίου
τοῦ
ἐχϑροῦ
τῶν
Ιουδαίων
,
καὶ
διήρπασαν
.
Verse: 11
ἐν
αὐτῇ
τῇ
ἡμέρᾳ
ἐπεδόϑη
ὁ
ἀριϑμὸς
τῷ
βασιλεῖ
τῶν
ἀπολωλότων
ἐν
Σούσοις
.
Verse: 12
εἶπεν
δὲ
ὁ
βασιλεὺς
πρὸς
Εσϑηρ
᾽Απώλεσαν
οἱ
Ιουδαῖοι
ἐν
Σούσοις
τῇ
πόλει
ἄνδρας
πεντακοσίους
·
ἐν
δὲ
τῇ
περιχώρῳ
πῶς
οἴει
ἐχρήσαντο
;
τί
οὖν
ἀξιοῖς
ἔτι
καὶ
ἔσται
σοι
;
Verse: 13
καὶ
εἶπεν
Εσϑηρ
τῷ
βασιλεῖ
Δοϑήτω
τοῖς
Ιουδαίοις
χρῆσϑαι
ὡσαύτως
τὴν
αὔριον
ὥστε
τοὺς
δέκα
υἱοὺς
κρεμάσαι
Αμαν
.
Verse: 14
καὶ
ἐπέτρεψεν
οὕτως
γενέσϑαι
καὶ
ἐξέϑηκε
τοῖς
Ιουδαίοις
τῆς
πόλεως
τὰ
σώματα
τῶν
υἱῶν
Αμαν
κρεμάσαι
.
Verse: 15
καὶ
συνήχϑησαν
οἱ
Ιουδαῖοι
ἐν
Σούσοις
τῇ
τεσσαρεσκαιδεκάτῃ
τοῦ
Αδαρ
καὶ
ἀπέκτειναν
ἄνδρας
τριακοσίους
καὶ
οὐδὲν
διήρπασαν
.
Verse: 16
οἱ
δὲ
λοιποὶ
τῶν
Ιουδαίων
οἱ
ἐν
τῇ
βασιλείᾳ
συνήχϑησαν
καὶ
ἑαυτοῖς
ἐβοήϑουν
καὶ
ἀνεπαύσαντο
ἀπὸ
τῶν
πολεμίων
·
ἀπώλεσαν
γὰρ
αὐτῶν
μυρίους
πεντακισχιλίους
τῇ
τρισκαιδεκάτῃ
τοῦ
Αδαρ
καὶ
οὐδὲν
διήρπασαν
.
Verse: 17
καὶ
ἀνεπαύσαντο
τῇ
τεσσαρεσκαιδεκάτῃ
τοῦ
αὐτοῦ
μηνὸς
καὶ
ἦγον
αὐτὴν
ἡμέραν
ἀναπαύσεως
μετὰ
χαρᾶς
καὶ
εὐϕροσύνης
.
Verse: 18
οἱ
δὲ
Ιουδαῖοι
οἱ
ἐν
Σούσοις
τῇ
πόλει
συνήχϑησαν
καὶ
τῇ
τεσσαρεσκαιδεκάτῃ
καὶ
οὐκ
ἀνεπαύσαντο
·
ἦγον
δὲ
καὶ
τὴν
πεντεκαιδεκάτην
μετὰ
χαρᾶς
καὶ
εὐϕροσύνης
.
Verse: 19
διὰ
τοῦτο
οὖν
οἱ
Ιουδαῖοι
οἱ
διεσπαρμένοι
ἐν
πάσῃ
χώρᾳ
τῇ
ἔξω
ἄγουσιν
τὴν
τεσσαρεσκαιδεκάτην
τοῦ
Αδαρ
ἡμέραν
ἀγαϑὴν
μετ
'
εὐϕροσύνης
ἀποστέλλοντες
μερίδας
ἕκαστος
τῷ
πλησίον
,
οἱ
δὲ
κατοικοῦντες
ἐν
ταῖς
μητροπόλεσιν
καὶ
τὴν
πεντεκαιδεκάτην
τοῦ
Αδαρ
ἡμέραν
εὐϕροσύνην
ἀγαϑὴν
ἄγουσιν
ἐξαποστέλλοντες
μερίδας
τοῖς
πλησίον
.
Verse: 20
῎Εγραψεν
δὲ
Μαρδοχαῖος
τοὺς
λόγους
τούτους
εἰς
βιβλίον
καὶ
ἐξαπέστειλεν
τοῖς
Ιουδαίοις
,
ὅσοι
ἦσαν
ἐν
τῇ
᾽Αρταξέρξου
βασιλείᾳ
,
τοῖς
ἐγγὺς
καὶ
τοῖς
μακράν
,
Verse: 21
στῆσαι
τὰς
ἡμέρας
ταύτας
ἀγαϑὰς
ἄγειν
τε
τὴν
τεσσαρεσκαιδεκάτην
καὶ
τὴν
πεντεκαιδεκάτην
τοῦ
Αδαρ
Verse: 22
ἐν
γὰρ
ταύταις
ταῖς
ἡμέραις
ἀνεπαύσαντο
οἱ
Ιουδαῖοι
ἀπὸ
τῶν
ἐχϑρῶν
αὐτῶν
καὶ
τὸν
μῆνα
,
ἐν
ᾧ
ἐστράϕη
αὐτοῖς
[ὃς
ἦν
Αδαρ]
ἀπὸ
πένϑους
εἰς
χαρὰν
καὶ
ἀπὸ
ὀδύνης
εἰς
ἀγαϑὴν
ἡμέραν
,
ἄγειν
ὅλον
ἀγαϑὰς
ἡμέρας
γάμων
καὶ
εὐϕροσύνης
ἐξαποστέλλοντας
μερίδας
τοῖς
ϕίλοις
καὶ
τοῖς
πτωχοῖς
.
Verse: 23
καὶ
προσεδέξαντο
οἱ
Ιουδαῖοι
,
καϑὼς
ἔγραψεν
αὐτοῖς
ὁ
Μαρδοχαῖος
,
Verse: 24
πῶς
Αμαν
Αμαδαϑου
ὁ
Μακεδὼν
ἐπολέμει
αὐτούς
,
καϑὼς
ἔϑετο
ψήϕισμα
καὶ
κλῆρον
ἀϕανίσαι
αὐτούς
,
Verse: 25
καὶ
ὡς
εἰσῆλϑεν
πρὸς
τὸν
βασιλέα
λέγων
κρεμάσαι
τὸν
Μαρδοχαῖον
·
ὅσα
δὲ
ἐπεχείρησεν
ἐπάξαι
ἐπὶ
τοὺς
Ιουδαίους
κακά
,
ἐπ
'
αὐτὸν
ἐγένοντο
,
καὶ
ἐκρεμάσϑη
αὐτὸς
καὶ
τὰ
τέκνα
αὐτοῦ
.
Verse: 26
διὰ
τοῦτο
ἐπεκλήϑησαν
αἱ
ἡμέραι
αὗται
Φρουραι
διὰ
τοὺς
κλήρους
,
ὅτι
τῇ
διαλέκτῳ
αὐτῶν
καλοῦνται
Φρουραι
,
διὰ
τοὺς
λόγους
τῆς
ἐπιστολῆς
ταύτης
καὶ
ὅσα
πεπόνϑασιν
διὰ
ταῦτα
καὶ
ὅσα
αὐτοῖς
ἐγένετο
·
Verse: 27
καὶ
ἔστησεν
καὶ
προσεδέχοντο
οἱ
Ιουδαῖοι
ἐϕ
'
ἑαυτοῖς
καὶ
ἐπὶ
τῷ
σπέρματι
αὐτῶν
καὶ
ἐπὶ
τοῖς
προστεϑειμένοις
ἐπ
'
αὐτῶν
οὐδὲ
μὴν
ἄλλως
χρήσονται
·
αἱ
δὲ
ἡμέραι
αὗται
μνημόσυνον
ἐπιτελούμενον
κατὰ
γενεὰν
καὶ
γενεὰν
καὶ
πόλιν
καὶ
πατριὰν
καὶ
χώραν
·
Verse: 28
αἱ
δὲ
ἡμέραι
αὗται
τῶν
Φρουραι
ἀχϑήσονται
εἰς
τὸν
ἅπαντα
χρόνον
,
καὶ
τὸ
μνημόσυνον
αὐτῶν
οὐ
μὴ
ἐκλίπῃ
ἐκ
τῶν
γενεῶν
.
Verse: 29
καὶ
ἔγραψεν
Εσϑηρ
ἡ
βασίλισσα
ϑυγάτηρ
Αμιναδαβ
καὶ
Μαρδοχαῖος
ὁ
Ιουδαῖος
ὅσα
ἐποίησαν
τό
τε
στερέωμα
τῆς
ἐπιστολῆς
τῶν
Φρουραι
.
Verse: 31
καὶ
Μαρδοχαῖος
καὶ
Εσϑηρ
ἡ
βασίλισσα
ἔστησαν
ἑαυτοῖς
καϑ
'
ἑαυτῶν
καὶ
τότε
στήσαντες
κατὰ
τῆς
ὑγιείας
αὐτῶν
καὶ
τὴν
βουλὴν
αὐτῶν
·
Verse: 32
καὶ
Εσϑηρ
λόγῳ
ἔστησεν
εἰς
τὸν
αἰῶνα
,
καὶ
ἐγράϕη
εἰς
μνημόσυνον
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.