TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 68
Previous part

Chapter: 18 
Verse: 1    ῎Ηκουσεν δὲ Ιοϑορ ἱερεὺς Μαδιαμ γαμβρὸς Μωυσῆ πάντα, ὅσα ἐποίησεν κύριος Ισραηλ τῷ ἑαυτοῦ λαῷ· ἐξήγαγεν γὰρ κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου.
Verse: 2    
ἔλαβεν δὲ Ιοϑορ γαμβρὸς Μωυσῆ Σεπϕωραν τὴν γυναῖκα Μωυσῆ μετὰ τὴν ἄϕεσιν αὐτῆς
Verse: 3    
καὶ τοὺς δύο υἱοὺς αὐτοῦ· ὄνομα τῷ ἑνὶ αὐτῶν Γηρσαμ λέγων Πάροικος ἤμην ἐν γῇ ἀλλοτρίᾳ·
Verse: 4    
καὶ τὸ ὄνομα τοῦ δευτέρου Ελιεζερ λέγων ῾Ο γὰρ ϑεὸς τοῦ πατρός μου βοηϑός μου καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραω.
Verse: 5    
καὶ ἐξῆλϑεν Ιοϑορ γαμβρὸς Μωυσῆ καὶ οἱ υἱοὶ καὶ γυνὴ πρὸς Μωυσῆν εἰς τὴν ἔρημον, οὗ παρενέβαλεν ἐπ' ὄρους τοῦ ϑεοῦ.
Verse: 6    
ἀνηγγέλη δὲ Μωυσεῖ λέγοντες ᾽Ιδοὺ γαμβρός σου Ιοϑορ παραγίνεται πρὸς σέ, καὶ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ' αὐτοῦ.
Verse: 7    
ἐξῆλϑεν δὲ Μωυσῆς εἰς συνάντησιν τῷ γαμβρῷ αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ ἐϕίλησεν αὐτόν, καὶ ἠσπάσαντο ἀλλήλους· καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν σκηνήν.
Verse: 8    
καὶ διηγήσατο Μωυσῆς τῷ γαμβρῷ πάντα, ὅσα ἐποίησεν κύριος τῷ Φαραω καὶ τοῖς Αἰγυπτίοις ἕνεκεν τοῦ Ισραηλ, καὶ πάντα τὸν μόχϑον τὸν γενόμενον αὐτοῖς ἐν τῇ ὁδῷ καὶ ὅτι ἐξείλατο αὐτοὺς κύριος ἐκ χειρὸς Φαραω καὶ ἐκ χειρὸς τῶν Αἰγυπτίων.
Verse: 9    
ἐξέστη δὲ Ιοϑορ ἐπὶ πᾶσι τοῖς ἀγαϑοῖς, οἷς ἐποίησεν αὐτοῖς κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραω.
Verse: 10    
καὶ εἶπεν Ιοϑορ Εὐλογητὸς κύριος, ὅτι ἐξείλατο τὸν λαὸν αὐτοῦ ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραω·
Verse: 11    
νῦν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς ϑεούς, ἕνεκεν τούτου ὅτι ἐπέϑεντο αὐτοῖς.
Verse: 12    
καὶ ἔλαβεν Ιοϑορ γαμβρὸς Μωυσῆ ὁλοκαυτώματα καὶ ϑυσίας τῷ ϑεῷ· παρεγένετο δὲ Ααρων καὶ πάντες οἱ πρεσβύτεροι Ισραηλ συμϕαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωυσῆ ἐναντίον τοῦ ϑεοῦ.
Verse: 13    
Καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάϑισεν Μωυσῆς κρίνειν τὸν λαόν· παρειστήκει δὲ πᾶς λαὸς Μωυσεῖ ἀπὸ πρωίϑεν ἕως ἑσπέρας.
Verse: 14    
καὶ ἰδὼν Ιοϑορ πάντα, ὅσα ἐποίει τῷ λαῷ, λέγει Τί τοῦτο, σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάϑησαι μόνος, πᾶς δὲ λαὸς παρέστηκέν σοι ἀπὸ πρωίϑεν ἕως δείλης;
Verse: 15    
καὶ λέγει Μωυσῆς τῷ γαμβρῷ ὅτι Παραγίνεται πρός με λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ ϑεοῦ·
Verse: 16    
ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλϑωσι πρός με, διακρίνω ἕκαστον καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα τοῦ ϑεοῦ καὶ τὸν νόμον αὐτοῦ.
Verse: 17    
εἶπεν δὲ γαμβρὸς Μωυσῆ πρὸς αὐτόν Οὐκ ὀρϑῶς σὺ ποιεῖς τὸ ῥῆμα τοῦτο·
Verse: 18    
ϕϑορᾷ καταϕϑαρήσῃ ἀνυπομονήτῳ καὶ σὺ καὶ πᾶς λαὸς οὗτος, ὅς ἐστιν μετὰ σοῦ· βαρύ σοι τὸ ῥῆμα τοῦτο, οὐ δυνήσῃ ποιεῖν μόνος.
Verse: 19    
νῦν οὖν ἄκουσόν μου, καὶ συμβουλεύσω σοι, καὶ ἔσται ϑεὸς μετὰ σοῦ. γίνου σὺ τῷ λαῷ τὰ πρὸς τὸν ϑεὸν καὶ ἀνοίσεις τοὺς λόγους αὐτῶν πρὸς τὸν ϑεὸν
Verse: 20    
καὶ διαμαρτυρῇ αὐτοῖς τὰ προστάγματα τοῦ ϑεοῦ καὶ τὸν νόμον αὐτοῦ καὶ σημανεῖς αὐτοῖς τὰς ὁδούς, ἐν αἷς πορεύσονται ἐν αὐταῖς, καὶ τὰ ἔργα, ποιήσουσιν.
Verse: 21    
καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατοὺς ϑεοσεβεῖς, ἄνδρας δικαίους μισοῦντας ὑπερηϕανίαν, καὶ καταστήσεις αὐτοὺς ἐπ' αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους,
Verse: 22    
καὶ κρινοῦσιν τὸν λαὸν πᾶσαν ὥραν· τὸ δὲ ῥῆμα τὸ ὑπέρογκον ἀνοίσουσιν ἐπὶ σέ, τὰ δὲ βραχέα τῶν κριμάτων κρινοῦσιν αὐτοὶ καὶ κουϕιοῦσιν ἀπὸ σοῦ καὶ συναντιλήμψονταί σοι.
Verse: 23    
ἐὰν τὸ ῥῆμα τοῦτο ποιήσῃς, κατισχύσει σε ϑεός, καὶ δυνήσῃ παραστῆναι, καὶ πᾶς λαὸς οὗτος εἰς τὸν ἑαυτοῦ τόπον μετ' εἰρήνης ἥξει.
Verse: 24    
ἤκουσεν δὲ Μωυσῆς τῆς ϕωνῆς τοῦ γαμβροῦ καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν.
Verse: 25    
καὶ ἐπέλεξεν Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς Ισραηλ καὶ ἐποίησεν αὐτοὺς ἐπ' αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους,
Verse: 26    
καὶ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν· πᾶν δὲ ῥῆμα ὑπέρογκον ἀνεϕέροσαν ἐπὶ Μωυσῆν, πᾶν δὲ ῥῆμα ἐλαϕρὸν ἐκρίνοσαν αὐτοί.
Verse: 27    
ἐξαπέστειλεν δὲ Μωυσῆς τὸν ἑαυτοῦ γαμβρόν, καὶ ἀπῆλϑεν εἰς τὴν γῆν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.