TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 69
Previous part

Chapter: 19 
Verse: 1    Τοῦ δὲ μηνὸς τοῦ τρίτου τῆς ἐξόδου τῶν υἱῶν Ισραηλ ἐκ γῆς Αἰγύπτου τῇ ἡμέρᾳ ταύτῃ ἤλϑοσαν εἰς τὴν ἔρημον τοῦ Σινα.
Verse: 2    
καὶ ἐξῆραν ἐκ Ραϕιδιν καὶ ἤλϑοσαν εἰς τὴν ἔρημον τοῦ Σινα, καὶ παρενέβαλεν ἐκεῖ Ισραηλ κατέναντι τοῦ ὄρους.
Verse: 3    
καὶ Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τοῦ ϑεοῦ· καὶ ἐκάλεσεν αὐτὸν ϑεὸς ἐκ τοῦ ὄρους λέγων Τάδε ἐρεῖς τῷ οἴκῳ Ιακωβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ισραηλ
Verse: 4    
Αὐτοὶ ἑωράκατε ὅσα πεποίηκα τοῖς Αἰγυπτίοις, καὶ ἀνέλαβον ὑμᾶς ὡσεὶ ἐπὶ πτερύγων ἀετῶν καὶ προσηγαγόμην ὑμᾶς πρὸς ἐμαυτόν.
Verse: 5    
καὶ νῦν ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς ϕωνῆς καὶ ϕυλάξητε τὴν διαϑήκην μου, ἔσεσϑέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐϑνῶν· ἐμὴ γάρ ἐστιν πᾶσα γῆ·
Verse: 6    
ὑμεῖς δὲ ἔσεσϑέ μοι βασίλειον ἱεράτευμα καὶ ἔϑνος ἅγιον. ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ισραηλ.
Verse: 7    
ἦλϑεν δὲ Μωυσῆς καὶ ἐκάλεσεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ παρέϑηκεν αὐτοῖς πάντας τοὺς λόγους τούτους, οὓς συνέταξεν αὐτῷ ϑεός.
Verse: 8    
ἀπεκρίϑη δὲ πᾶς λαὸς ὁμοϑυμαδὸν καὶ εἶπαν Πάντα, ὅσα εἶπεν ϑεός, ποιήσομεν καὶ ἀκουσόμεϑα. ἀνήνεγκεν δὲ Μωυσῆς τοὺς λόγους τοῦ λαοῦ πρὸς τὸν ϑεόν.
Verse: 9    
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ᾽Ιδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεϕέλης, ἵνα ἀκούσῃ λαὸς λαλοῦντός μου πρὸς σὲ καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰῶνα. ἀνήγγειλεν δὲ Μωυσῆς τὰ ῥήματα τοῦ λαοῦ πρὸς κύριον.
Verse: 10    
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Καταβὰς διαμάρτυραι τῷ λαῷ καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια·
Verse: 11    
καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ Σινα ἐναντίον παντὸς τοῦ λαοῦ.
Verse: 12    
καὶ ἀϕοριεῖς τὸν λαὸν κύκλῳ λέγων Προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος καὶ ϑιγεῖν τι αὐτοῦ· πᾶς ἁψάμενος τοῦ ὄρους ϑανάτῳ τελευτήσει.
Verse: 13    
οὐχ ἅψεται αὐτοῦ χείρ· ἐν γὰρ λίϑοις λιϑοβοληϑήσεται βολίδι κατατοξευϑήσεται· ἐάν τε κτῆνος ἐάν τε ἄνϑρωπος, οὐ ζήσεται. ὅταν αἱ ϕωναὶ καὶ αἱ σάλπιγγες καὶ νεϕέλη ἀπέλϑῃ ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος.
Verse: 14    
κατέβη δὲ Μωυσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαὸν καὶ ἡγίασεν αὐτούς, καὶ ἔπλυναν τὰ ἱμάτια.
Verse: 15    
καὶ εἶπεν τῷ λαῷ Γίνεσϑε ἕτοιμοι τρεῖς ἡμέρας, μὴ προσέλϑητε γυναικί.
Verse: 16    
ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηϑέντος πρὸς ὄρϑρον καὶ ἐγίνοντο ϕωναὶ καὶ ἀστραπαὶ καὶ νεϕέλη γνοϕώδης ἐπ' ὄρους Σινα, ϕωνὴ τῆς σάλπιγγος ἤχει μέγα· καὶ ἐπτοήϑη πᾶς λαὸς ἐν τῇ παρεμβολῇ.
Verse: 17    
καὶ ἐξήγαγεν Μωυσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ ϑεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος.
Verse: 18    
τὸ δὲ ὄρος τὸ Σινα ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ' αὐτὸ τὸν ϑεὸν ἐν πυρί, καὶ ἀνέβαινεν καπνὸς ὡς καπνὸς καμίνου, καὶ ἐξέστη πᾶς λαὸς σϕόδρα.
Verse: 19    
ἐγίνοντο δὲ αἱ ϕωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σϕόδρα· Μωυσῆς ἐλάλει, δὲ ϑεὸς ἀπεκρίνατο αὐτῷ ϕωνῇ.
Verse: 20    
κατέβη δὲ κύριος ἐπὶ τὸ ὄρος τὸ Σινα ἐπὶ τὴν κορυϕὴν τοῦ ὄρους· καὶ ἐκάλεσεν κύριος Μωυσῆν ἐπὶ τὴν κορυϕὴν τοῦ ὄρους, καὶ ἀνέβη Μωυσῆς.
Verse: 21    
καὶ εἶπεν ϑεὸς πρὸς Μωυσῆν λέγων Καταβὰς διαμάρτυραι τῷ λαῷ, μήποτε ἐγγίσωσιν πρὸς τὸν ϑεὸν κατανοῆσαι καὶ πέσωσιν ἐξ αὐτῶν πλῆϑος·
Verse: 22    
καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες κυρίῳ τῷ ϑεῷ ἁγιασϑήτωσαν, μήποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν κύριος.
Verse: 23    
καὶ εἶπεν Μωυσῆς πρὸς τὸν ϑεόν Οὐ δυνήσεται λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ Σινα· σὺ γὰρ διαμεμαρτύρησαι ἡμῖν λέγων ᾽Αϕόρισαι τὸ ὄρος καὶ ἁγίασαι αὐτό.
Verse: 24    
εἶπεν δὲ αὐτῷ κύριος Βάδιζε κατάβηϑι καὶ ἀνάβηϑι σὺ καὶ Ααρων μετὰ σοῦ· οἱ δὲ ἱερεῖς καὶ λαὸς μὴ βιαζέσϑωσαν ἀναβῆναι πρὸς τὸν ϑεόν, μήποτε ἀπολέσῃ ἀπ' αὐτῶν κύριος.
Verse: 25    
κατέβη δὲ Μωυσῆς πρὸς τὸν λαὸν καὶ εἶπεν αὐτοῖς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.