TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 75
Previous part

Chapter: 25 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Εἰπὸν τοῖς υἱοῖς Ισραηλ, καὶ λάβετέ μοι ἀπαρχὰς παρὰ πάντων, οἷς ἂν δόξῃ τῇ καρδίᾳ, καὶ λήμψεσϑε τὰς ἀπαρχάς μου.
Verse: 3    
καὶ αὕτη ἐστὶν ἀπαρχή, ἣν λήμψεσϑε παρ' αὐτῶν· χρυσίον καὶ ἀργύριον καὶ χαλκὸν
Verse: 4    
καὶ ὑάκινϑον καὶ πορϕύραν καὶ κόκκινον διπλοῦν καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας
Verse: 5    
καὶ δέρματα κριῶν ἠρυϑροδανωμένα καὶ δέρματα ὑακίνϑινα καὶ ξύλα ἄσηπτα
Verse: 7    
καὶ λίϑους σαρδίου καὶ λίϑους εἰς τὴν γλυϕὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.
Verse: 8    
καὶ ποιήσεις μοι ἁγίασμα, καὶ ὀϕϑήσομαι ἐν ὑμῖν·
Verse: 9    
καὶ ποιήσεις μοι κατὰ πάντα, ὅσα ἐγώ σοι δεικνύω ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς σκηνῆς καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς· οὕτω ποιήσεις.
Verse: 10    
Καὶ ποιήσεις κιβωτὸν μαρτυρίου ἐκ ξύλων ἀσήπτων, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος καὶ πήχεος καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεος καὶ ἡμίσους τὸ ὕψος.
Verse: 11    
καὶ καταχρυσώσεις αὐτὴν χρυσίῳ καϑαρῷ, ἔξωϑεν καὶ ἔσωϑεν χρυσώσεις αὐτήν· καὶ ποιήσεις αὐτῇ κυμάτια στρεπτὰ χρυσᾶ κύκλῳ.
Verse: 12    
καὶ ἐλάσεις αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς καὶ ἐπιϑήσεις ἐπὶ τὰ τέσσαρα κλίτη, δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ δεύτερον.
Verse: 13    
ποιήσεις δὲ ἀναϕορεῖς ξύλα ἄσηπτα καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ·
Verse: 14    
καὶ εἰσάξεις τοὺς ἀναϕορεῖς εἰς τοὺς δακτυλίους τοὺς ἐν τοῖς κλίτεσι τῆς κιβωτοῦ αἴρειν τὴν κιβωτὸν ἐν αὐτοῖς·
Verse: 15    
ἐν τοῖς δακτυλίοις τῆς κιβωτοῦ ἔσονται οἱ ἀναϕορεῖς ἀκίνητοι.
Verse: 16    
καὶ ἐμβαλεῖς εἰς τὴν κιβωτὸν τὰ μαρτύρια, ἂν δῶ σοι.
Verse: 17    
καὶ ποιήσεις ἱλαστήριον ἐπίϑεμα χρυσίου καϑαροῦ, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος καὶ πήχεος καὶ ἡμίσους τὸ πλάτος.
Verse: 18    
καὶ ποιήσεις δύο χερουβιμ χρυσᾶ τορευτὰ καὶ ἐπιϑήσεις αὐτὰ ἐξ ἀμϕοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου·
Verse: 19    
ποιηϑήσονται χερουβ εἷς ἐκ τοῦ κλίτους τούτου καὶ χερουβ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου· καὶ ποιήσεις τοὺς δύο χερουβιμ ἐπὶ τὰ δύο κλίτη.
Verse: 20    
ἔσονται οἱ χερουβιμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωϑεν, συσκιάζοντες ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου, καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄλληλα· εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν χερουβιμ.
Verse: 21    
καὶ ἐπιϑήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωϑεν· καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια, ἂν δῶ σοι.
Verse: 22    
καὶ γνωσϑήσομαί σοι ἐκεῖϑεν καὶ λαλήσω σοι ἄνωϑεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο χερουβιμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου καὶ κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ισραηλ.
Verse: 23    
Καὶ ποιήσεις τράπεζαν χρυσίου καϑαροῦ, δύο πήχεων τὸ μῆκος καὶ πήχεος τὸ εὖρος καὶ πήχεος καὶ ἡμίσους τὸ ὕψος.
Verse: 24    
καὶ ποιήσεις αὐτῇ στρεπτὰ κυμάτια χρυσᾶ κύκλῳ.
Verse: 25    
καὶ ποιήσεις αὐτῇ στεϕάνην παλαιστοῦ κύκλῳ· καὶ ποιήσεις στρεπτὸν κυμάτιον τῇ στεϕάνῃ κύκλῳ.
Verse: 26    
καὶ ποιήσεις τέσσαρας δακτυλίους χρυσοῦς καὶ ἐπιϑήσεις τοὺς δακτυλίους ἐπὶ τὰ τέσσαρα μέρη τῶν ποδῶν αὐτῆς
Verse: 27    
ὑπὸ τὴν στεϕάνην, καὶ ἔσονται οἱ δακτύλιοι εἰς ϑήκας τοῖς ἀναϕορεῦσιν ὥστε αἴρειν ἐν αὐτοῖς τὴν τράπεζαν.
Verse: 28    
καὶ ποιήσεις τοὺς ἀναϕορεῖς ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτοὺς χρυσίῳ καϑαρῷ, καὶ ἀρϑήσεται ἐν αὐτοῖς τράπεζα.
Verse: 29    
καὶ ποιήσεις τὰ τρυβλία αὐτῆς καὶ τὰς ϑυίσκας καὶ τὰ σπονδεῖα καὶ τοὺς κυάϑους, ἐν οἷς σπείσεις ἐν αὐτοῖς· χρυσίου καϑαροῦ ποιήσεις αὐτά.
Verse: 30    
καὶ ἐπιϑήσεις ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον μου διὰ παντός.
Verse: 31    
Καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καϑαροῦ, τορευτὴν ποιήσεις τὴν λυχνίαν· καυλὸς αὐτῆς καὶ οἱ καλαμίσκοι καὶ οἱ κρατῆρες καὶ οἱ σϕαιρωτῆρες καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται.
Verse: 32    
ἓξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων, τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους αὐτῆς τοῦ ἑνὸς καὶ τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ δευτέρου.
Verse: 33    
καὶ τρεῖς κρατῆρες ἐκτετυπωμένοι καρυίσκους ἐν τῷ ἑνὶ καλαμίσκῳ, σϕαιρωτὴρ καὶ κρίνον· οὕτως τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας.
Verse: 34    
καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυίσκους· ἐν τῷ ἑνὶ καλαμίσκῳ οἱ σϕαιρωτῆρες καὶ τὰ κρίνα αὐτῆς.
Verse: 35    
σϕαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτῆς, καὶ σϕαιρωτὴρ ὑπὸ τοὺς τέσσαρας καλαμίσκους ἐξ αὐτῆς· οὕτως τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας.
Verse: 36    
οἱ σϕαιρωτῆρες καὶ οἱ καλαμίσκοι ἐξ αὐτῆς ἔστωσαν· ὅλη τορευτὴ ἐξ ἑνὸς χρυσίου καϑαροῦ.
Verse: 37    
καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτά· καὶ ἐπιϑήσεις τοὺς λύχνους, καὶ ϕανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου.
Verse: 38    
καὶ τὸν ἐπαρυστῆρα αὐτῆς καὶ τὰ ὑποϑέματα αὐτῆς ἐκ χρυσίου καϑαροῦ ποιήσεις.
Verse: 39    
πάντα τὰ σκεύη ταῦτα τάλαντον χρυσίου καϑαροῦ.
Verse: 40    
ὅρα ποιήσεις κατὰ τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τῷ ὄρει.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.