TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 79
Previous part

Chapter: 29 
Verse: 1    Καὶ ταῦτά ἐστιν, ποιήσεις αὐτοῖς ἁγιάσαι αὐτοὺς ὥστε ἱερατεύειν μοι αὐτούς. λήμψῃ μοσχάριον ἐκ βοῶν ἓν καὶ κριοὺς δύο ἀμώμους
Verse: 2    
καὶ ἄρτους ἀζύμους πεϕυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ· σεμίδαλιν ἐκ πυρῶν ποιήσεις αὐτά.
Verse: 3    
καὶ ἐπιϑήσεις αὐτὰ ἐπὶ κανοῦν ἓν καὶ προσοίσεις αὐτὰ ἐπὶ τῷ κανῷ καὶ τὸ μοσχάριον καὶ τοὺς δύο κριούς.
Verse: 4    
καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις ἐπὶ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λούσεις αὐτοὺς ἐν ὕδατι.
Verse: 5    
καὶ λαβὼν τὰς στολὰς ἐνδύσεις Ααρων τὸν ἀδελϕόν σου καὶ τὸν χιτῶνα τὸν ποδήρη καὶ τὴν ἐπωμίδα καὶ τὸ λογεῖον καὶ συνάψεις αὐτῷ τὸ λογεῖον πρὸς τὴν ἐπωμίδα.
Verse: 6    
καὶ ἐπιϑήσεις τὴν μίτραν ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ καὶ ἐπιϑήσεις τὸ πέταλον τὸ ῾Αγίασμα ἐπὶ τὴν μίτραν.
Verse: 7    
καὶ λήμψῃ τοῦ ἐλαίου τοῦ χρίσματος καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ καὶ χρίσεις αὐτόν.
Verse: 8    
καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας
Verse: 9    
καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις καὶ περιϑήσεις αὐτοῖς τὰς κιδάρεις, καὶ ἔσται αὐτοῖς ἱερατεία ἐμοὶ εἰς τὸν αἰῶνα. καὶ τελειώσεις τὰς χεῖρας Ααρων καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ.
Verse: 10    
καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιϑήσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεϕαλὴν τοῦ μόσχου ἔναντι κυρίου παρὰ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου·
Verse: 11    
καὶ σϕάξεις τὸν μόσχον ἔναντι κυρίου παρὰ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 12    
καὶ λήμψῃ ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ϑήσεις ἐπὶ τῶν κεράτων τοῦ ϑυσιαστηρίου τῷ δακτύλῳ σου· τὸ δὲ λοιπὸν πᾶν αἷμα ἐκχεεῖς παρὰ τὴν βάσιν τοῦ ϑυσιαστηρίου.
Verse: 13    
καὶ λήμψῃ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεϕροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν καὶ ἐπιϑήσεις ἐπὶ τὸ ϑυσιαστήριον.
Verse: 14    
τὰ δὲ κρέα τοῦ μόσχου καὶ τὸ δέρμα καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τῆς παρεμβολῆς· ἁμαρτίας γάρ ἐστιν.
Verse: 15    
καὶ τὸν κριὸν λήμψῃ τὸν ἕνα, καὶ ἐπιϑήσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεϕαλὴν τοῦ κριοῦ·
Verse: 16    
καὶ σϕάξεις αὐτὸν καὶ λαβὼν τὸ αἷμα προσχεεῖς πρὸς τὸ ϑυσιαστήριον κύκλῳ.
Verse: 17    
καὶ τὸν κριὸν διχοτομήσεις κατὰ μέλη καὶ πλυνεῖς τὰ ἐνδόσϑια καὶ τοὺς πόδας ὕδατι καὶ ἐπιϑήσεις ἐπὶ τὰ διχοτομήματα σὺν τῇ κεϕαλῇ.
Verse: 18    
καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ ϑυσιαστήριον ὁλοκαύτωμα κυρίῳ εἰς ὀσμὴν εὐωδίας· ϑυσίασμα κυρίῳ ἐστίν.
Verse: 19    
καὶ λήμψῃ τὸν κριὸν τὸν δεύτερον, καὶ ἐπιϑήσει Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεϕαλὴν τοῦ κριοῦ·
Verse: 20    
καὶ σϕάξεις αὐτὸν καὶ λήμψῃ τοῦ αἵματος αὐτοῦ καὶ ἐπιϑήσεις ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ααρων τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ καὶ ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν υἱῶν αὐτοῦ τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν.
Verse: 21    
καὶ λήμψῃ ἀπὸ τοῦ αἵματος τοῦ ἀπὸ τοῦ ϑυσιαστηρίου καὶ ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ῥανεῖς ἐπὶ Ααρων καὶ ἐπὶ τὴν στολὴν αὐτοῦ καὶ ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ, καὶ ἁγιασϑήσεται αὐτὸς καὶ στολὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ στολαὶ τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ· τὸ δὲ αἷμα τοῦ κριοῦ προσχεεῖς πρὸς τὸ ϑυσιαστήριον κύκλῳ.
Verse: 22    
καὶ λήμψῃ ἀπὸ τοῦ κριοῦ τὸ στέαρ αὐτοῦ καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεϕροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν ἔστιν γὰρ τελείωσις αὕτη
Verse: 23    
καὶ ἄρτον ἕνα ἐξ ἐλαίου καὶ λάγανον ἓν ἀπὸ τοῦ κανοῦ τῶν ἀζύμων τῶν προτεϑειμένων ἔναντι κυρίου
Verse: 24    
καὶ ἐπιϑήσεις τὰ πάντα ἐπὶ τὰς χεῖρας Ααρων καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ καὶ ἀϕοριεῖς αὐτοὺς ἀϕόρισμα ἔναντι κυρίου.
Verse: 25    
καὶ λήμψῃ αὐτὰ ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀνοίσεις ἐπὶ τὸ ϑυσιαστήριον τῆς ὁλοκαυτώσεως εἰς ὀσμὴν εὐωδίας ἔναντι κυρίου· κάρπωμά ἐστιν κυρίῳ.
Verse: 26    
καὶ λήμψῃ τὸ στηϑύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, ἐστιν Ααρων, καὶ ἀϕοριεῖς αὐτὸ ἀϕόρισμα ἔναντι κυρίου, καὶ ἔσται σοι ἐν μερίδι.
Verse: 27    
καὶ ἁγιάσεις τὸ στηϑύνιον ἀϕόρισμα καὶ τὸν βραχίονα τοῦ ἀϕαιρέματος, ὃς ἀϕώρισται καὶ ὃς ἀϕῄρηται ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀπὸ τοῦ Ααρων καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ,
Verse: 28    
καὶ ἔσται Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ισραηλ· ἔστιν γὰρ ἀϕαίρεμα τοῦτο καὶ ἀϕαίρεμα ἔσται παρὰ τῶν υἱῶν Ισραηλ ἀπὸ τῶν ϑυμάτων τῶν σωτηρίων τῶν υἱῶν Ισραηλ, ἀϕαίρεμα κυρίῳ.
Verse: 29    
καὶ στολὴ τοῦ ἁγίου, ἐστιν Ααρων, ἔσται τοῖς υἱοῖς αὐτοῦ μετ' αὐτόν, χρισϑῆναι αὐτοὺς ἐν αὐτοῖς καὶ τελειῶσαι τὰς χεῖρας αὐτῶν.
Verse: 30    
ἑπτὰ ἡμέρας ἐνδύσεται αὐτὰ ἱερεὺς ἀντ' αὐτοῦ τῶν υἱῶν αὐτοῦ, ὃς εἰσελεύσεται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λειτουργεῖν ἐν τοῖς ἁγίοις.
Verse: 31    
καὶ τὸν κριὸν τῆς τελειώσεως λήμψῃ καὶ ἑψήσεις τὰ κρέα ἐν τόπῳ ἁγίῳ,
Verse: 32    
καὶ ἔδονται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰ κρέα τοῦ κριοῦ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ παρὰ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου·
Verse: 33    
ἔδονται αὐτά, ἐν οἷς ἡγιάσϑησαν ἐν αὐτοῖς τελειῶσαι τὰς χεῖρας αὐτῶν ἁγιάσαι αὐτούς, καὶ ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτῶν· ἔστιν γὰρ ἅγια.
Verse: 34    
ἐὰν δὲ καταλειϕϑῇ ἀπὸ τῶν κρεῶν τῆς ϑυσίας τῆς τελειώσεως καὶ τῶν ἄρτων ἕως πρωί, κατακαύσεις τὰ λοιπὰ πυρί· οὐ βρωϑήσεται, ἁγίασμα γάρ ἐστιν.
Verse: 35    
καὶ ποιήσεις Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτως κατὰ πάντα, ὅσα ἐνετειλάμην σοι· ἑπτὰ ἡμέρας τελειώσεις αὐτῶν τὰς χεῖρας.
Verse: 36    
καὶ τὸ μοσχάριον τῆς ἁμαρτίας ποιήσεις τῇ ἡμέρᾳ τοῦ καϑαρισμοῦ καὶ καϑαριεῖς τὸ ϑυσιαστήριον ἐν τῷ ἁγιάζειν σε ἐπ' αὐτῷ καὶ χρίσεις αὐτὸ ὥστε ἁγιάσαι αὐτό.
Verse: 37    
ἑπτὰ ἡμέρας καϑαριεῖς τὸ ϑυσιαστήριον καὶ ἁγιάσεις αὐτό, καὶ ἔσται τὸ ϑυσιαστήριον ἅγιον τοῦ ἁγίου· πᾶς ἁπτόμενος τοῦ ϑυσιαστηρίου ἁγιασϑήσεται.
Verse: 38    
Καὶ ταῦτά ἐστιν, ποιήσεις ἐπὶ τοῦ ϑυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ ϑυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ.
Verse: 39    
τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωὶ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν·
Verse: 40    
καὶ δέκατον σεμιδάλεως πεϕυραμένης ἐν ἐλαίῳ κεκομμένῳ τῷ τετάρτῳ τοῦ ιν καὶ σπονδὴν τὸ τέταρτον τοῦ ιν οἴνου τῷ ἀμνῷ τῷ ἑνί·
Verse: 41    
καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν, κατὰ τὴν ϑυσίαν τὴν πρωινὴν καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσεις εἰς ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ,
Verse: 42    
ϑυσίαν ἐνδελεχισμοῦ εἰς γενεὰς ὑμῶν ἐπὶ ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου, ἐν οἷς γνωσϑήσομαί σοι ἐκεῖϑεν ὥστε λαλῆσαί σοι.
Verse: 43    
καὶ τάξομαι ἐκεῖ τοῖς υἱοῖς Ισραηλ καὶ ἁγιασϑήσομαι ἐν δόξῃ μου·
Verse: 44    
καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ ϑυσιαστήριον· καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ ἁγιάσω ἱερατεύειν μοι.
Verse: 45    
καὶ ἐπικληϑήσομαι ἐν τοῖς υἱοῖς Ισραηλ καὶ ἔσομαι αὐτῶν ϑεός,
Verse: 46    
καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ϑεὸς αὐτῶν ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐπικληϑῆναι αὐτοῖς καὶ ϑεὸς εἶναι αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.