TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 82
Previous part

Chapter: 32 
Verse: 1    Καὶ ἰδὼν λαὸς ὅτι κεχρόνικεν Μωυσῆς καταβῆναι ἐκ τοῦ ὄρους, συνέστη λαὸς ἐπὶ Ααρων καὶ λέγουσιν αὐτῷ ᾽Ανάστηϑι καὶ ποίησον ἡμῖν ϑεούς, οἳ προπορεύσονται ἡμῶν· γὰρ Μωυσῆς οὗτος ἄνϑρωπος, ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, οὐκ οἴδαμεν, τί γέγονεν αὐτῷ.
Verse: 2    
καὶ λέγει αὐτοῖς Ααρων Περιέλεσϑε τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν τῶν γυναικῶν ὑμῶν καὶ ϑυγατέρων καὶ ἐνέγκατε πρός με.
Verse: 3    
καὶ περιείλαντο πᾶς λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ ἤνεγκαν πρὸς Ααρων.
Verse: 4    
καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραϕίδι καὶ ἐποίησεν αὐτὰ μόσχον χωνευτὸν καὶ εἶπεν Οὗτοι οἱ ϑεοί σου, Ισραηλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.
Verse: 5    
καὶ ἰδὼν Ααρων ᾠκοδόμησεν ϑυσιαστήριον κατέναντι αὐτοῦ, καὶ ἐκήρυξεν Ααρων λέγων ῾Εορτὴ τοῦ κυρίου αὔριον.
Verse: 6    
καὶ ὀρϑρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα καὶ προσήνεγκεν ϑυσίαν σωτηρίου, καὶ ἐκάϑισεν λαὸς ϕαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν.
Verse: 7    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Βάδιζε τὸ τάχος ἐντεῦϑεν κατάβηϑι· ἠνόμησεν γὰρ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου·
Verse: 8    
παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· ἐποίησαν ἑαυτοῖς μόσχον καὶ προσκεκυνήκασιν αὐτῷ καὶ τεϑύκασιν αὐτῷ καὶ εἶπαν Οὗτοι οἱ ϑεοί σου, Ισραηλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.
Verse: 10    
καὶ νῦν ἔασόν με καὶ ϑυμωϑεὶς ὀργῇ εἰς αὐτοὺς ἐκτρίψω αὐτοὺς καὶ ποιήσω σὲ εἰς ἔϑνος μέγα.
Verse: 11    
καὶ ἐδεήϑη Μωυσῆς ἔναντι κυρίου τοῦ ϑεοῦ καὶ εἶπεν ῞Ινα τί, κύριε, ϑυμοῖ ὀργῇ εἰς τὸν λαόν σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ;
Verse: 12    
μήποτε εἴπωσιν οἱ Αἰγύπτιοι λέγοντες Μετὰ πονηρίας ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τοῖς ὄρεσιν καὶ ἐξαναλῶσαι αὐτοὺς ἀπὸ τῆς γῆς. παῦσαι τῆς ὀργῆς τοῦ ϑυμοῦ σου καὶ ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ σου
Verse: 13    
μνησϑεὶς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν σῶν οἰκετῶν, οἷς ὤμοσας κατὰ σεαυτοῦ καὶ ἐλάλησας πρὸς αὐτοὺς λέγων Πολυπληϑυνῶ τὸ σπέρμα ὑμῶν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήϑει, καὶ πᾶσαν τὴν γῆν ταύτην, ἣν εἶπας δοῦναι τῷ σπέρματι αὐτῶν, καὶ καϑέξουσιν αὐτὴν εἰς τὸν αἰῶνα.
Verse: 14    
καὶ ἱλάσϑη κύριος περὶ τῆς κακίας, ἧς εἶπεν ποιῆσαι τὸν λαὸν αὐτοῦ.
Verse: 15    
Καὶ ἀποστρέψας Μωυσῆς κατέβη ἀπὸ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες τοῦ μαρτυρίου ἐν ταῖς χερσὶν αὐτοῦ, πλάκες λίϑιναι καταγεγραμμέναι ἐξ ἀμϕοτέρων τῶν μερῶν αὐτῶν, ἔνϑεν καὶ ἔνϑεν ἦσαν γεγραμμέναι·
Verse: 16    
καὶ αἱ πλάκες ἔργον ϑεοῦ ἦσαν, καὶ γραϕὴ γραϕὴ ϑεοῦ ἐστιν κεκολαμμένη ἐν ταῖς πλαξίν.
Verse: 17    
καὶ ἀκούσας ᾽Ιησοῦς τὴν ϕωνὴν τοῦ λαοῦ κραζόντων λέγει πρὸς Μωυσῆν Φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ.
Verse: 18    
καὶ λέγει Οὐκ ἔστιν ϕωνὴ ἐξαρχόντων κατ' ἰσχὺν οὐδὲ ϕωνὴ ἐξαρχόντων τροπῆς, ἀλλὰ ϕωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω.
Verse: 19    
καὶ ἡνίκα ἤγγιζεν τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς, καὶ ὀργισϑεὶς ϑυμῷ Μωυσῆς ἔρριψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δύο πλάκας καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος.
Verse: 20    
καὶ λαβὼν τὸν μόσχον, ὃν ἐποίησαν, κατέκαυσεν αὐτὸν ἐν πυρὶ καὶ κατήλεσεν αὐτὸν λεπτὸν καὶ ἔσπειρεν αὐτὸν ἐπὶ τὸ ὕδωρ καὶ ἐπότισεν αὐτὸ τοὺς υἱοὺς Ισραηλ.
Verse: 21    
καὶ εἶπεν Μωυσῆς τῷ Ααρων Τί ἐποίησέν σοι λαὸς οὗτος, ὅτι ἐπήγαγες ἐπ' αὐτοὺς ἁμαρτίαν μεγάλην;
Verse: 22    
καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν Μὴ ὀργίζου, κύριε· σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου.
Verse: 23    
λέγουσιν γάρ μοι Ποίησον ἡμῖν ϑεούς, οἳ προπορεύσονται ἡμῶν· γὰρ Μωυσῆς οὗτος ἄνϑρωπος, ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, οὐκ οἴδαμεν, τί γέγονεν αὐτῷ.
Verse: 24    
καὶ εἶπα αὐτοῖς Εἴ τινι ὑπάρχει χρυσία, περιέλεσϑε. καὶ ἔδωκάν μοι· καὶ ἔρριψα εἰς τὸ πῦρ, καὶ ἐξῆλϑεν μόσχος οὗτος.
Verse: 25    
καὶ ἰδὼν Μωυσῆς τὸν λαὸν ὅτι διεσκέδασται διεσκέδασεν γὰρ αὐτοὺς Ααρων, ἐπίχαρμα τοῖς ὑπεναντίοις αὐτῶν ,
Verse: 26    
ἔστη δὲ Μωυσῆς ἐπὶ τῆς πύλης τῆς παρεμβολῆς καὶ εἶπεν Τίς πρὸς κύριον; ἴτω πρός με. συνῆλϑον οὖν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευι.
Verse: 27    
καὶ λέγει αὐτοῖς Τάδε λέγει κύριος ϑεὸς Ισραηλ Θέσϑε ἕκαστος τὴν ἑαυτοῦ ῥομϕαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλϑατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διὰ τῆς παρεμβολῆς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελϕὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ.
Verse: 28    
καὶ ἐποίησαν οἱ υἱοὶ Λευι καϑὰ ἐλάλησεν αὐτοῖς Μωυσῆς, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας.
Verse: 29    
καὶ εἶπεν αὐτοῖς Μωυσῆς ᾽Επληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ τῷ ἀδελϕῷ, δοϑῆναι ἐϕ' ὑμᾶς εὐλογίαν.
Verse: 30    
Καὶ ἐγένετο μετὰ τὴν αὔριον εἶπεν Μωυσῆς πρὸς τὸν λαόν ῾Υμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην· καὶ νῦν ἀναβήσομαι πρὸς τὸν ϑεόν, ἵνα ἐξιλάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν.
Verse: 31    
ὑπέστρεψεν δὲ Μωυσῆς πρὸς κύριον καὶ εἶπεν Δέομαι, κύριε· ἡμάρτηκεν λαὸς οὗτος ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοῖς ϑεοὺς χρυσοῦς.
Verse: 32    
καὶ νῦν εἰ μὲν ἀϕεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄϕες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου, ἧς ἔγραψας.
Verse: 33    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Εἴ τις ἡμάρτηκεν ἐνώπιόν μου, ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου μου.
Verse: 34    
νυνὶ δὲ βάδιζε κατάβηϑι καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον, ὃν εἶπά σοι· ἰδοὺ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου· δ' ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπ' αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν.
Verse: 35    
καὶ ἐπάταξεν κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ααρων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.