TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 83
Previous part

Chapter: 33 
Verse: 1    Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Πορεύου ἀνάβηϑι ἐντεῦϑεν σὺ καὶ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν, ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων Τῷ σπέρματι ὑμῶν δώσω αὐτήν.
Verse: 2    
καὶ συναποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, καὶ ἐκβαλεῖ τὸν Αμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Γεργεσαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον.
Verse: 3    
καὶ εἰσάξω σε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι· οὐ γὰρ μὴ συναναβῶ μετὰ σοῦ διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἶναι, ἵνα μὴ ἐξαναλώσω σε ἐν τῇ ὁδῷ.
Verse: 4    
καὶ ἀκούσας λαὸς τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο κατεπένϑησαν ἐν πενϑικοῖς.
Verse: 5    
καὶ εἶπεν κύριος τοῖς υἱοῖς Ισραηλ ῾Υμεῖς λαὸς σκληροτράχηλος· ὁρᾶτε μὴ πληγὴν ἄλλην ἐπάξω ἐγὼ ἐϕ' ὑμᾶς καὶ ἐξαναλώσω ὑμᾶς· νῦν οὖν ἀϕέλεσϑε τὰς στολὰς τῶν δοξῶν ὑμῶν καὶ τὸν κόσμον, καὶ δείξω σοι ποιήσω σοι.
Verse: 6    
καὶ περιείλαντο οἱ υἱοὶ Ισραηλ τὸν κόσμον αὐτῶν καὶ τὴν περιστολὴν ἀπὸ τοῦ ὄρους τοῦ Χωρηβ.
Verse: 7    
Καὶ λαβὼν Μωυσῆς τὴν σκηνὴν αὐτοῦ ἔπηξεν ἔξω τῆς παρεμβολῆς μακρὰν ἀπὸ τῆς παρεμβολῆς, καὶ ἐκλήϑη σκηνὴ μαρτυρίου· καὶ ἐγένετο πᾶς ζητῶν κύριον ἐξεπορεύετο εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς.
Verse: 8    
ἡνίκα δ' ἂν εἰσεπορεύετο Μωυσῆς εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς, εἱστήκει πᾶς λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς ϑύρας τῆς σκηνῆς αὐτοῦ καὶ κατενοοῦσαν ἀπιόντος Μωυσῆ ἕως τοῦ εἰσελϑεῖν αὐτὸν εἰς τὴν σκηνήν.
Verse: 9    
ὡς δ' ἂν εἰσῆλϑεν Μωυσῆς εἰς τὴν σκηνήν, κατέβαινεν στῦλος τῆς νεϕέλης καὶ ἵστατο ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς, καὶ ἐλάλει Μωυσῇ·
Verse: 10    
καὶ ἑώρα πᾶς λαὸς τὸν στῦλον τῆς νεϕέλης ἑστῶτα ἐπὶ τῆς ϑύρας τῆς σκηνῆς, καὶ στάντες πᾶς λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς ϑύρας τῆς σκηνῆς αὐτοῦ.
Verse: 11    
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ ϕίλον. καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν, δὲ ϑεράπων ᾽Ιησοῦς υἱὸς Ναυη νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς.
Verse: 12    
Καὶ εἶπεν Μωυσῆς πρὸς κύριον ᾽Ιδοὺ σύ μοι λέγεις ᾽Ανάγαγε τὸν λαὸν τοῦτον· σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὃν συναποστελεῖς μετ' ἐμοῦ· σὺ δέ μοι εἶπας Οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ' ἐμοί.
Verse: 13    
εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμϕάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔϑνος τὸ μέγα τοῦτο.
Verse: 14    
καὶ λέγει Αὐτὸς προπορεύσομαί σου καὶ καταπαύσω σε.
Verse: 15    
καὶ λέγει πρὸς αὐτόν Εἰ μὴ αὐτὸς σὺ πορεύῃ, μή με ἀναγάγῃς ἐντεῦϑεν·
Verse: 16    
καὶ πῶς γνωστὸν ἔσται ἀληϑῶς ὅτι εὕρηκα χάριν παρὰ σοί, ἐγώ τε καὶ λαός σου, ἀλλ' συμπορευομένου σου μεϑ' ἡμῶν; καὶ ἐνδοξασϑήσομαι ἐγώ τε καὶ λαός σου παρὰ πάντα τὰ ἔϑνη, ὅσα ἐπὶ τῆς γῆς ἐστιν.
Verse: 17    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας.
Verse: 18    
καὶ λέγει Δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν.
Verse: 19    
καὶ εἶπεν ᾽Εγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου καὶ καλέσω ἐπὶ τῷ ὀνόματί μου Κύριος ἐναντίον σου· καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω.
Verse: 20    
καὶ εἶπεν Οὐ δυνήσῃ ἰδεῖν μου τὸ πρόσωπον· οὐ γὰρ μὴ ἴδῃ ἄνϑρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται.
Verse: 21    
καὶ εἶπεν κύριος ᾽Ιδοὺ τόπος παρ' ἐμοί, στήσῃ ἐπὶ τῆς πέτρας·
Verse: 22    
ἡνίκα δ' ἂν παρέλϑῃ μου δόξα, καὶ ϑήσω σε εἰς ὀπὴν τῆς πέτρας καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ, ἕως ἂν παρέλϑω·
Verse: 23    
καὶ ἀϕελῶ τὴν χεῖρα, καὶ τότε ὄψῃ τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀϕϑήσεταί σοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.