TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 84
Previous part

Chapter: 34 
Verse: 1    Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Λάξευσον σεαυτῷ δύο πλάκας λιϑίνας καϑὼς καὶ αἱ πρῶται καὶ ἀνάβηϑι πρός με εἰς τὸ ὄρος, καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ῥήματα, ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις, αἷς συνέτριψας.
Verse: 2    
καὶ γίνου ἕτοιμος εἰς τὸ πρωὶ καὶ ἀναβήσῃ ἐπὶ τὸ ὄρος τὸ Σινα καὶ στήσῃ μοι ἐκεῖ ἐπ' ἄκρου τοῦ ὄρους.
Verse: 3    
καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ μηδὲ ὀϕϑήτω ἐν παντὶ τῷ ὄρει· καὶ τὰ πρόβατα καὶ αἱ βόες μὴ νεμέσϑωσαν πλησίον τοῦ ὄρους ἐκείνου.
Verse: 4    
καὶ ἐλάξευσεν δύο πλάκας λιϑίνας καϑάπερ καὶ αἱ πρῶται· καὶ ὀρϑρίσας Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινα, καϑότι συνέταξεν αὐτῷ κύριος· καὶ ἔλαβεν Μωυσῆς τὰς δύο πλάκας τὰς λιϑίνας.
Verse: 5    
καὶ κατέβη κύριος ἐν νεϕέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν τῷ ὀνόματι κυρίου.
Verse: 6    
καὶ παρῆλϑεν κύριος πρὸ προσώπου αὐτοῦ καὶ ἐκάλεσεν Κύριος ϑεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόϑυμος καὶ πολυέλεος καὶ ἀληϑινὸς
Verse: 7    
καὶ δικαιοσύνην διατηρῶν καὶ ποιῶν ἔλεος εἰς χιλιάδας, ἀϕαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καϑαριεῖ τὸν ἔνοχον ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν.
Verse: 8    
καὶ σπεύσας Μωυσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν
Verse: 9    
καὶ εἶπεν Εἰ εὕρηκα χάριν ἐνώπιόν σου, συμπορευϑήτω κύριός μου μεϑ' ἡμῶν· λαὸς γὰρ σκληροτράχηλός ἐστιν, καὶ ἀϕελεῖς σὺ τὰς ἁμαρτίας ἡμῶν καὶ τὰς ἀνομίας ἡμῶν, καὶ ἐσόμεϑα σοί.
Verse: 10    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ᾽Ιδοὺ ἐγὼ τίϑημί σοι διαϑήκην· ἐνώπιον παντὸς τοῦ λαοῦ σου ποιήσω ἔνδοξα, οὐ γέγονεν ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ ἔϑνει, καὶ ὄψεται πᾶς λαός, ἐν οἷς εἶ σύ, τὰ ἔργα κυρίου ὅτι ϑαυμαστά ἐστιν ἐγὼ ποιήσω σοι.
Verse: 11    
πρόσεχε σὺ πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι. ἰδοὺ ἐγὼ ἐκβάλλω πρὸ προσώπου ὑμῶν τὸν Αμορραῖον καὶ Χαναναῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Ευαῖον καὶ Γεργεσαῖον καὶ Ιεβουσαῖον·
Verse: 12    
πρόσεχε σεαυτῷ, μήποτε ϑῇς διαϑήκην τοῖς ἐγκαϑημένοις ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ εἰς αὐτήν, μή σοι γένηται πρόσκομμα ἐν ὑμῖν.
Verse: 13    
τοὺς βωμοὺς αὐτῶν καϑελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν ϑεῶν αὐτῶν κατακαύσετε ἐν πυρί.
Verse: 14    
οὐ γὰρ μὴ προσκυνήσητε ϑεῷ ἑτέρῳ· γὰρ κύριος ϑεὸς ζηλωτὸν ὄνομα, ϑεὸς ζηλωτής ἐστιν.
Verse: 15    
μήποτε ϑῇς διαϑήκην τοῖς ἐγκαϑημένοις πρὸς ἀλλοϕύλους ἐπὶ τῆς γῆς, καὶ ἐκπορνεύσωσιν ὀπίσω τῶν ϑεῶν αὐτῶν καὶ ϑύσωσι τοῖς ϑεοῖς αὐτῶν καὶ καλέσωσίν σε καὶ ϕάγῃς τῶν ϑυμάτων αὐτῶν,
Verse: 16    
καὶ λάβῃς τῶν ϑυγατέρων αὐτῶν τοῖς υἱοῖς σου καὶ τῶν ϑυγατέρων σου δῷς τοῖς υἱοῖς αὐτῶν, καὶ ἐκπορνεύσωσιν αἱ ϑυγατέρες σου ὀπίσω τῶν ϑεῶν αὐτῶν καὶ ἐκπορνεύσωσιν τοὺς υἱούς σου ὀπίσω τῶν ϑεῶν αὐτῶν.
Verse: 17    
καὶ ϑεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.
Verse: 18    
καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ϕυλάξῃ· ἑπτὰ ἡμέρας ϕάγῃ ἄζυμα, καϑάπερ ἐντέταλμαί σοι, εἰς τὸν καιρὸν ἐν μηνὶ τῶν νέων· ἐν γὰρ μηνὶ τῶν νέων ἐξῆλϑες ἐξ Αἰγύπτου.
Verse: 19    
πᾶν διανοῖγον μήτραν ἐμοί, τὰ ἀρσενικά, πρωτότοκον μόσχου καὶ πρωτότοκον προβάτου.
Verse: 20    
καὶ πρωτότοκον ὑποζυγίου λυτρώσῃ προβάτῳ· ἐὰν δὲ μὴ λυτρώσῃ αὐτό, τιμὴν δώσεις. πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσῃ. οὐκ ὀϕϑήσῃ ἐνώπιόν μου κενός.
Verse: 21    
ἓξ ἡμέρας ἐργᾷ, τῇ δὲ ἑβδόμῃ καταπαύσεις· τῷ σπόρῳ καὶ τῷ ἀμήτῳ καταπαύσεις.
Verse: 22    
καὶ ἑορτὴν ἑβδομάδων ποιήσεις μοι ἀρχὴν ϑερισμοῦ πυρῶν καὶ ἑορτὴν συναγωγῆς μεσοῦντος τοῦ ἐνιαυτοῦ.
Verse: 23    
τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀϕϑήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ ϑεοῦ Ισραηλ·
Verse: 24    
ὅταν γὰρ ἐκβάλω τὰ ἔϑνη πρὸ προσώπου σου καὶ πλατύνω τὰ ὅριά σου, οὐκ ἐπιϑυμήσει οὐδεὶς τῆς γῆς σου, ἡνίκα ἂν ἀναβαίνῃς ὀϕϑῆναι ἐναντίον κυρίου τοῦ ϑεοῦ σου τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ.
Verse: 25    
οὐ σϕάξεις ἐπὶ ζύμῃ αἷμα ϑυμιαμάτων μου. καὶ οὐ κοιμηϑήσεται εἰς τὸ πρωὶ ϑύματα τῆς ἑορτῆς τοῦ πασχα.
Verse: 26    
τὰ πρωτογενήματα τῆς γῆς σου ϑήσεις εἰς τὸν οἶκον κυρίου τοῦ ϑεοῦ σου. οὐ προσοίσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.
Verse: 27    
Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Γράψον σεαυτῷ τὰ ῥήματα ταῦτα· ἐπὶ γὰρ τῶν λόγων τούτων τέϑειμαί σοι διαϑήκην καὶ τῷ Ισραηλ.
Verse: 28    
καὶ ἦν ἐκεῖ Μωυσῆς ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἄρτον οὐκ ἔϕαγεν καὶ ὕδωρ οὐκ ἔπιεν· καὶ ἔγραψεν τὰ ῥήματα ταῦτα ἐπὶ τῶν πλακῶν τῆς διαϑήκης, τοὺς δέκα λόγους.
Verse: 29    
ὡς δὲ κατέβαινεν Μωυσῆς ἐκ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες ἐπὶ τῶν χειρῶν Μωυσῆ· καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους Μωυσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ.
Verse: 30    
καὶ εἶδεν Ααρων καὶ πάντες οἱ πρεσβύτεροι Ισραηλ τὸν Μωυσῆν καὶ ἦν δεδοξασμένη ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ, καὶ ἐϕοβήϑησαν ἐγγίσαι αὐτοῦ.
Verse: 31    
καὶ ἐκάλεσεν αὐτοὺς Μωυσῆς, καὶ ἐπεστράϕησαν πρὸς αὐτὸν Ααρων καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς, καὶ ἐλάλησεν αὐτοῖς Μωυσῆς.
Verse: 32    
καὶ μετὰ ταῦτα προσῆλϑον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Ισραηλ, καὶ ἐνετείλατο αὐτοῖς πάντα, ὅσα ἐλάλησεν κύριος πρὸς αὐτὸν ἐν τῷ ὄρει Σινα.
Verse: 33    
καὶ ἐπειδὴ κατέπαυσεν λαλῶν πρὸς αὐτούς, ἐπέϑηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα.
Verse: 34    
ἡνίκα δ' ἂν εἰσεπορεύετο Μωυσῆς ἔναντι κυρίου λαλεῖν αὐτῷ, περιῃρεῖτο τὸ κάλυμμα ἕως τοῦ ἐκπορεύεσϑαι. καὶ ἐξελϑὼν ἐλάλει πᾶσιν τοῖς υἱοῖς Ισραηλ ὅσα ἐνετείλατο αὐτῷ κύριος,
Verse: 35    
καὶ εἶδον οἱ υἱοὶ Ισραηλ τὸ πρόσωπον Μωυσῆ ὅτι δεδόξασται, καὶ περιέϑηκεν Μωυσῆς κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, ἕως ἂν εἰσέλϑῃ συλλαλεῖν αὐτῷ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.